Humanitext Reader

ストラボン · 地理誌 §7.6.2

ビュザンティオンの角とマグロ漁の恵み

220 / 577 箇所 · ギリシア語

要旨

ビュザンティオンの「角(金角湾)」におけるペラミュス(幼マグロ)漁の豊かな収益と、その習性を利用できなかったカルケドン人が「盲人」と呼ばれた歴史について述べ、さらに周辺のアストイ人の領土に言及してイストロス川からの沿岸記述を締めくくる。

§7.6.2ἀπὸ μὲν οὖν τῆς ἄκρας τῆς τὸ πενταστάδιον ποιούσης ἐπὶ τὸν ὑπὸ τῇ Συκῇ καλούμενον λιμένα στάδιοι πέντε καὶ τριάκοντα, ἐντεῦθεν δʼ ἐπὶ τὸ Κέρας τὸ Βυζαντίων πέντε.
それゆえ、5スタディオンの[幅に海峡を]狭めている岬から、シュケの下と呼ばれる港までは35スタディオン、そこからビュザンティオンの『角』までは5スタディオンである。
ἔστι δὲ τὸ Κέρας προσεχὴς τῷ Βυζαντίων τείχει κόλπος ἀνέχων ὡς πρὸς δύσιν ἐπὶ σταδίους ἑξήκοντα, ἐοικὼς ἐλάφου κέρατι·
この『角』は、ビュザンティオンの城壁に隣接する湾であって、西へ向かって約60スタディオンにわたって伸びており、鹿の角に似ている。
εἰς γὰρ πλείστους σχίζεται κόλπους ὡς ἂν κλάδους τινάς, εἰς οὓς ἐμπίπτουσα ἡ πηλαμὺς ἁλίσκεται ῥᾳδίως διά τε τὸ πλῆθος αὐτῆς καὶ τὴν βίαν τοῦ συνελαύνοντος ῥοῦ καὶ τὴν στενότητα τῶν κόλπων, ὥστε καὶ χερσὶν ἁλίσκεσθαι.
というのも、それはまるで枝のように極めて多くの小さな入り江に分かれており、そこに入り込むペラミュス(幼マグロ)は、その魚群の多さと、追い立てる潮流の強さ、および入り江の狭さのために容易に捕獲され、手でも捕らえられるほどだからである。
γεννᾶται μὲν οὖν τὸ ζῷον ἐν τοῖς ἕλεσι τῆς Μαιώτιδος, ἰσχῦσαν δὲ μικρὸν ἐκπίπτει διὰ τοῦ στόματος ἀγεληδὸν καὶ φέρεται παρὰ τὴν Ἀσιανὴν ᾐόνα μέχρι Τραπεζοῦντος καὶ Φαρνακείας·
この魚はマイオティス湖の湿地で生まれ、少し成長すると、その口(海峡)を通って群れをなして泳ぎ出て、アジア側の海岸に沿ってトラペズスやパルナケイアまで進む。
ἐνταῦθα δὲ πρῶτον συνίστασθαι συμβαίνει τὴν θήραν, οὐ πολλὴ δʼ ἐστίν· οὐ γάρ πω τὸ προσῆκον ἔχει μέγεθος·
ここで初めてその漁が行われることになるが、まだ十分な大きさになっていないため、その量は多くない。
εἰς δὲ Σινώπην προϊοῦσα ὡραιοτέρα πρός τε τὴν θήραν καὶ τὴν ταριχείαν ἐστίν·
しかし、シノペに達する頃には、漁にも塩蔵にもより適したものとなる。
ἐπειδὰν δὲ ἤδη συνάψῃ ταῖς Κυανέαις καὶ παραλλάξῃ ταύτας, ἐκ τῆς Χαλκηδονιακῆς ἀκτῆς λευκή τις πέτρα προπίπτουσα φοβεῖ τὸ ζῷον ὥστʼ εὐθὺς εἰς τὴν περαίαν τρέπεσθαι·
そして、すでにキュアネアイに達してこれらを通り過ぎると、カルケドン側の海岸から突き出ているある白い岩がこの魚を脅かすため、ただちに対岸へと向きを変える。
παραλαβὼν δʼ ὁ ἐνταῦθα ῥοῦς, ἅμα καὶ τῶν τόπων εὐφυῶν ὄντων πρὸς τὸ τὸν ἐκεῖ ῥοῦν τῆς θαλάττης ἐπὶ τὸ Βυζάντιον καὶ τὸ πρὸς αὐτῷ Κέρας τετράφθαι, φυσικῶς συνελαύνεται δεῦρο καὶ παρέχει τοῖς Βυζαντίοις καὶ τῷ δήμῳ τῶν Ῥωμαίων πρόσοδον ἀξιόλογον.
すると、そこの潮流がこれを受け止め、同時にこの場所が、そこでの海の潮流をビュザンティオンとそのそばの『角』へと向かわせるのに好都合な地形をしているため、自然とこちらへ追い込まれ、ビュザンティオン人とローマの民衆に多大な収益をもたらすのである。
Χαλκηδόνιοι δʼ ἐπὶ τῆς περαίας ἱδρυμένοι πλησίον οὐ μετέχουσι τῆς εὐπορίας ταύτης διὰ τὸ μὴ προσπελάζειν τοῖς λιμέσιν αὐτῶν τὴν πηλαμύδα·
一方、対岸のすぐ近くに居住しているカルケドン人は、ペラミュスが彼らの港に近づかないために、この恩恵にあずかることがない。
ᾗ δὴ καὶ τὸν Ἀπόλλω φασὶ τοῖς κτίσασι τὸ Βυζάντιον ὕστερον μετὰ τὴν ὑπὸ Μεγαρέων Χαλκηδόνος κτίσιν χρηστηριαζομένοις προστάξαι ποιήσασθαι τὴν ἵδρυσιν ἀπεναντίον τῶν τυφλῶν, τυφλοὺς καλέσαντα τοὺς Χαλκηδονίους, ὅτι πρότεροι πλεύσαντες τοὺς τόπους, ἀφέντες τὴν πέραν κατασχεῖν τοσοῦτον πλοῦτον ἔχουσαν, εἵλοντο τὴν λυπροτέραν.
まさにこのために、アポロンは、メガラ人によるカルケドン創建の後に神託を求めたビュザンティオンの創建者たちに対して、『盲人たちの向かい』に居住地を定めるよう命じ、カルケドン人を『盲人』と呼んだと言われている。 彼らが先にこの地へ航海してきながら、これほどの富を有する対岸を占有することを放棄し、より不毛な地を選んだからである。
μέχρι μὲν δὴ Βυζαντίου προήλθομεν, ἐπειδὴ πόλις ἐπιφανὴς πλησιάζουσα μάλιστα τῷ στόματι εἰς γνωριμώτερον πέρας ἀπὸ τοῦ Ἴστρου τὸν παράπλουν τελευτῶντα ἀπέφαινεν.
さて、我々はビュザンティオンまで進んできた。 この著名な都市が海峡の口にきわめて近く位置しており、イストロス川からの沿岸航海がよりよく知られた終点において完結することを示していたからである。
ὑπέρκειται δὲ τοῦ Βυζαντίου τὸ τῶν Ἀστῶν ἔθνος, ἐν ᾧ πόλις Καλύβη, Φιλίππου τοῦ Ἀμύντου τοὺς πονηροτάτους ἐνταῦθα ἱδρύσαντος.
ビュザンティオンの上方にはアストイ人の部族が位置しており、その中には、アミュンタスの子フィリッポスが最も素行の悪い者たちを居住させたカリュベという都市がある。

語釈・文法注

  1. p.440ὡς ἂν κλάδους τινάς — 接続詞の `ὡς ἂν` に名詞 `κλάδους τινάς` が続くことで、動詞(例えば `εἶεν`「であるかのような」)が省略された比喩表現を構成している。「あたかも何らかの枝であるかのように」の意。
  2. p.440ἅμα καὶ τῶν τόπων εὐφυῶν ὄντων — 属格独立構文(genitive absolute)。`ἅμα`(同時に)を伴うことで、前の主節の動作と並行して存在する客観的状況(原因)を補足的に説明している。
  3. p.440πρὸς τὸ τὸν ἐκεῖ ῥοῦν τῆς θαλάττης ἐπὶ τὸ Βυζάντιον καὶ τὸ πρὸς αὐτῷ Κέρας τετράφθαι — 前置詞 `πρός` が対格の冠詞付き不定詞 `τὸ ... τετράφθαι`(完了受動)を導き、目的や適合性を示す。不定詞の意味上の主語は、対格の `τὸν ἐκεῖ ῥοῦν`(そこの海の潮流)である。
  4. p.440διὰ τὸ μὴ προσπελάζειν τοῖς λιμέσιν αὐτῶν τὴν πηλαμύδα — 原因を表す前置詞 `διά` と冠詞付き現在不定詞 `τὸ ... προσπελάζειν` の組み合わせ。否定は `μή`。不定詞の意味上の主語は対格の `τὴν πηλαμύδα` であり、与格の `τοῖς λιμέσιν` は動詞 `προσπελάζω` の補語である。
  5. p.441ἀφέντες τὴν πέραν κατασχεῖν τοσοῦτον πλοῦτον ἔχουσαν — アオリスト分詞 `ἀφέντες`(放棄して)が主節の主語(カルケドン人)を修飾し、補語としての不定詞 `κατασχεῖν`(占有すること)を伴う。`τὴν πέραν`(対岸)が不定詞の目的語であり、現在分詞 `ἔχουσαν`によって修飾されている。

この箇所を引用する

ストラボン, 地理誌 §7.6.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.6.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。