§7.5.1λοιπὴ δʼ ἐστὶ τῆς Εὐρώπης ἡ ἐντὸς Ἴστρου καὶ τῆς κύκλῳ θαλάττης, ἀρξαμένη ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδριατικοῦ μέχρι τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου, ἐν ᾗ ἔστιν ἥ τε Ἑλλὰς καὶ τὰ τῶν Μακεδόνων καὶ τῶν Ἠπειρωτῶν ἔθνη καὶ τὰ ὑπὲρ τούτων πρὸς τὸν Ἴστρον καθήκοντα καὶ πρὸς τὴν ἐφʼ ἑκάτερα θάλατταν τήν τε Ἀδριατικὴν καὶ τὴν Ποντικήν, πρὸς μὲν τὴν Ἀδριατικὴν τὰ Ἰλλυρικά, πρὸς δὲ τὴν ἑτέραν μέχρι Προποντίδος καὶ Ἑλλησπόντου τὰ Θρᾴκια καὶ εἴ τινα τούτοις ἀναμέμικται Σκυθικὰ ἢ Κελτικά.
ヨーロッパの残りの部分は、イストロス川の内側かつこれを取り囲む海の内側にあり、アドリア海の最奥部から始まってイストロス川の神聖な河口に至る地域である。 その中にはギリシア、マケドニア人とエペイロス人の諸部族、およびこれらの上方にありイストロス川や両側の海、すなわちアドリア海とポントス海に向かって広がっている地域が含まれる。 アドリア海側にはイルリアの諸地域があり、もう一方の側のプロポンティスやヘレスポントスに至るまでにはトラキアの諸地域、そしてこれらに混じっているスキティア人やケルト人の諸部族がある。
δεῖ δʼ ἀπὸ τοῦ Ἴστρου τὴν ἀρχὴν ποιήσασθαι τὰ ἐφεξῆς λέγοντας τοῖς περιοδευθεῖσι τόποις·
これまでに巡ってきた場所に続くものを語るにあたっては、イストロス川から始めるべきである。
ταῦτα δʼ ἔστι τὰ συνεχῆ τῇ Ἰταλίᾳ τε καὶ ταῖς Ἄλπεσι καὶ Γερμανοῖς καὶ Δακοῖς καὶ Γέταις.
これらはイタリア、アルプス山脈、ゲルマニア人、ダキア人、ゲタイ人に隣接している。
δίχα δʼ ἄν τις καὶ ταῦτα διέλοι·
また、これらを二つに区分することもできるだろう。
τρόπον γάρ τινα τῷ Ἴστρῳ παράλληλά ἐστι τά τε Ἰλλυρικὰ καὶ τὰ Παιονικὰ καὶ τὰ Θρᾴκια ὄρη, μίαν πως γραμμὴν ἀποτελοῦντα διήκουσαν ἀπὸ τοῦ Ἀδρίου μέχρι πρὸς τὸν Πόντον·
というのも、ある意味でイストロス川に並行しているのが、イルリア、パイオニア、そしてトラキアの山々であり、これらはアドリア海からポントス海まで延びる一本の線のようなものを形成しているからである。
ἧς προσάρκτια μέν ἐστι μέρη τὰ μεταξὺ τοῦ Ἴστρου καὶ τῶν ὀρῶν, πρὸς νότον δʼ ἥ τε Ἑλλὰς καὶ ἡ συνεχὴς βάρβαρος μέχρι τῆς ὀρεινῆς.
その線の北側の部分はイストロス川とそれらの山々の間の地域であり、南側にはギリシア、および山地に隣接する野蛮人の地がある。
πρὸς μὲν οὖν τῷ Πόντῳ τὸ Αἷμον ἔστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην·
さて、ポントス海側にはハイモス山があり、これはこの地域の山々の中で最も大きく最も高く、トラキアをほぼ中央で二分している。
ἀφʼ οὗ φησι Πολύβιος ἀμφοτέρας καθορᾶσθαι τὰς θαλάττας, οὐκ ἀληθῆ λέγων·
ポリュビオスはこの山から両方の海が見えると言っているが、これは真実を語っていない。
καὶ γὰρ τὸ διάστημα μέγα τὸ πρὸς τὸν Ἀδρίαν καὶ τὰ ἐπισκοτοῦντα πολλά.
なぜなら、アドリア海への距離は遠く、視界を遮るものが多いからである。
πρὸς δὲ τῷ Ἀδρίᾳ πᾶσα ἡ Ἀρδία σχεδόν τι, μέση δʼ ἡ Παιονία καὶ αὐτὴ πᾶσα ὑψηλή.
一方、アドリア海側にはほぼアルディア山脈の全体があり、中央にはそれ自体すべて高地であるパイオニアがある。
ἐφʼ ἑκάτερα δʼ αὐτῆς ἐπὶ μὲν τὰ Θρᾴκια ἡ Ῥοδόπη ὁμορεῖ, ὑψηλότατον ὄρος μετὰ τὸν Αἷμον, ἐπὶ δὲ θάτερα πρὸς ἄρκτον τὰ Ἰλλυρικὰ ἥ τε τῶν Αὐταριατῶν χώρα καὶ ἡ Δαρδανική.
その両側については、トラキア側にはハイモス山に次いで最も高い山であるロドペ山が隣接しており、もう一方の北側には、イルリアの諸地域、すなわちアウタリアタイ人の土地とダルダニア人の土地が隣接している。
λέγωμεν δὴ τὰ Ἰλλυρικὰ πρῶτα συνάπτοντα τῷ τε Ἴστρῳ καὶ ταῖς Ἄλπεσιν, αἳ κεῖνται μεταξὺ τῆς Ἰταλίας καὶ τῆς Γερμανίας, ἀρξάμεναι ἀπὸ τῆς λίμνης τῆς κατὰ τοὺς Ὀυινδολικοὺς καὶ Ῥαιτοὺς καὶ Ἑλουηττίους.
それでは、まず、イストロス川とアルプス山脈に接しているイルリアの諸地域について語ることにしよう。 アルプス山脈はイタリアとゲルマニアの間に位置しており、ウィンデリキ人、ライティア人、ヘルウェティイ人の居住地にある湖から始まっている。
§7.5.2μέρος μὲν δή τι τῆς χώρας ταύτης ἠρήμωσαν οἱ Δακοὶ καταπολεμήσαντες Βοίους καὶ Ταυρίσκους, ἔθνη Κελτικὰ τὰ ὑπὸ Κριτασίρῳ, φάσκοντες εἶναι τὴν χώραν σφετέραν, καίπερ ποταμοῦ διείργοντος τοῦ Παρίσου, ῥέοντος ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸν Ἴστρον κατὰ τοὺς Σκορδίσκους καλουμένους Γαλάτας·
さて、この地域の一部分を、ダキア人たちが、クリタシロス配下のケルト人の部族であるボイイ人とタウリスキ人を破って荒廃させた。 彼らは、たとえパリソス川が両者を隔てており、その川が山々からスコルディスキと呼ばれるガラティア人の居住地の近くでイストロス川へと流れているとしても、その土地は自分たちの土地であると主張してそうしたのである。
καὶ γὰρ οὗτοι τοῖς Ἰλλυρικοῖς ἔθνεσι καὶ τοῖς Θρᾳκίοις ἀναμὶξ ᾤκησαν·
というのも、これらスコルディスキ人もイルリアやトラキアの諸部族と混ざり合って暮らしていたからである。
ἀλλʼ ἐκείνους μὲν οἱ Δακοὶ κατέλυσαν, τούτοις δὲ καὶ συμμάχοις ἐχρήσαντο πολλάκις.
しかし、ダキア人たちは、前者(ボイイ人とタウリスキ人)を滅ぼした一方で、後者(スコルディスキ人)とはしばしば同盟者としても協力した。
τὸ δὲ λοιπὸν ἔχουσι Παννόνιοι μέχρι Σεγεστικῆς καὶ Ἴστρου πρὸς ἄρκτον καὶ ἕω· πρὸς δὲ τἆλλα μέρη ἐπὶ πλέον διατείνουσιν.
残りの部分は、パンノニア人がセゲスティケおよび北と東のイストロス川に至るまで領有しており、他の方面に向かってはさらに遠くまで広がっている。
ἡ δὲ Σεγεστικὴ πόλις ἐστὶ Παννονίων ἐν συμβολῇ ποταμῶν πλειόνων, ἁπάντων πλωτῶν, εὐφυὲς ὁρμητήριον τῷ πρὸς Δακοὺς πολέμῳ·
セゲスティケはパンノニア人の都市であり、複数の川が合流する地点にあり、そのすべてが航行可能で、ダキア人との戦争にとって好都合な出撃拠点である。
ὑποπέπτωκε γὰρ ταῖς Ἄλπεσιν, αἳ διατείνουσι μέχρι τῶν Ἰαπόδων, Κελτικοῦ τε ἅμα καὶ Ἰλλυρικοῦ ἔθνους·
というのも、それはアルプス山脈のふもとに位置しており、その山脈はケルト人であると同時にイルリア人の部族でもあるイアポデス人の地まで伸びているからである。
ἐντεῦθεν δὲ καὶ ποταμοὶ ῥέουσι πολλοὶ καταφέροντες εἰς αὐτὴν τόν τε ἄλλον καὶ τὸν ἐκ τῆς Ἰταλίας φόρτον.
そしてそこから多くの川が流れ、彼女(セゲスティケ)に向けて、他の様々な貨物や、イタリアからの貨物を運んできている。
εἰς γὰρ Ναύπορτον ἐξ Ἀκυληίας ὑπερτιθεῖσι τὴν Ὄκραν εἰσὶ στάδιοι τριακόσιοι πεντήκοντα, εἰς ἣν αἱ ἁρμάμαξαι κατάγονται, τῶν Ταυρίσκων οὖσαν κατοικίαν·
というのも、アクレイアからオクラ山を越えて、四輪馬車が荷を運んでいく先であるナウポルトス(タウリスキ人の入植地である)に至るまでは、350スタディオンの距離があるからである。
ἔνιοι δὲ πεντακοσίους φασίν.
しかし、500スタディオンだと言う者たちもいる。
ἡ δʼ Ὄκρα ταπεινότατον μέρος τῶν Ἄλπεών ἐστι τῶν διατεινουσῶν ἀπὸ τῆς Ῥαιτικῆς μέχρι Ἰαπόδων·
オクラ山は、ライティアからイアポデス人の地まで伸びるアルプス山脈の最も低い部分である。
ἐντεῦθεν δʼ ἐξαίρεται τὰ ὄρη πάλιν ἐν τοῖς Ἰάποσι καὶ καλεῖται Ἄλβια.
そこから、イアポデス人の地において山々は再び高くなり、アルビア山と呼ばれている。
ὁμοίως δὲ καὶ ἐκ Τεργέστε κώμης Καρνικῆς ὑπέρθεσίς ἐστι διὰ τῆς Ὄκρας εἰς ἕλος Λούγεον καλούμενον.
同様に、カルニ人の村であるテルゲステからも、オクラ山を越えてルゲオンと呼ばれる湿地への峠道がある。
πλησίον δὲ τοῦ Ναυπόρτου ποταμός ἐστι Κορκόρας ὁ δεχόμενος τὰ φορτία·
ナウポルトスの近くには、貨物を受け取るコルコラス川がある。
οὗτος μὲν οὖν εἰς τὸν Σάβον ἐμβάλλει, ἐκεῖνος δʼ εἰς τὸν Δράβον, ὁ δὲ εἰς τὸν Νόαρον κατὰ τὴν Σεγεστικήν.
さて、この川はサボス川に注ぎ、そのサボス川はドラボス川に、そしてドラボス川はセゲスティケの近くでノアロス川に注ぐ。
ἐντεῦθεν δʼ ἤδη ὁ Νόαρος πλήθει προσλαβὼν τὸν διὰ τῶν Ἰαπόδων ῥέοντα ἐκ τοῦ Ἀλβίου ὄρους Κόλαπιν συμβάλλει τῷ Δανουίῳ κατὰ τοὺς Σκορδίσκους.
そしてここからはすでに、ノアロス川が、イアポデス人の地を通りアルビア山から流れるコラピス川を合流させて水量を増し、スコルディスキ人の居住地の近くでダヌビオス川に合流している。
ὁ δὲ πλοῦς τὰ πολλὰ τοῖς ποταμοῖς ἐπὶ τὰς ἄρκτους ἐστίν·
川による航行は、大部分が北に向かっている。
ὁδὸς δʼ ἀπὸ Τεργέστε ἐπὶ τὸν Δανούιον σταδίων ὅσον χιλίων καὶ διακοσίων.
また、テルゲステからダヌビオス川までの陸路はおよそ1200スタディオンである。
ἐγγὺς δὲ τῆς Σεγεστικῆς ἐστι καὶ ἡ Σισκία φρούριον καὶ Σίρμιον ἐν ὁδῷ κείμεναι τῇ εἰς Ἰταλίαν.
そしてセゲスティケの近くには、イタリアへ至る道沿いに位置するシスキアという砦とシルミウムもある。