§7.4.6τῆς δὲ χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θαλάττῃ μέχρι Θεοδοσίας, ἥ γε ἄλλη πεδιὰς καὶ εὔγεώς ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής, τριακοντάχουν ἀποδιδοῦσα διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη.
そして、海沿いの、テオドシアに至る山地を除いて、半島の他の部分はすべて平坦で肥沃であり、適当な道具で耕されるだけで30倍の収穫をもたらすほど、穀物が極めて豊かに実る。
φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτῃ, τάλαντα δʼ ἀργυρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σινδικήν.
そして彼らは、シンディケ周辺のアジアの諸地方とともに、18万メディムノスの穀物と、200タラントンの銀をミトリダテスに貢納として支払っていた。
κἀν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεῖα τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι.
また以前の時代にも、ここからギリシア人へ穀物が送られており、それはちょうど、マイオティス湖からの塩漬け魚のようであった。
Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας μεδίμνων διακοσίας καὶ δέκα.
そして、レウコンはテオドシアからアテナイ人たちに210万メディムノスを送ったと言われている。
οἱ δʼ αὐτοὶ οὗτοι καὶ γεωργοὶ ἐκαλοῦντο ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους νομάδας εἶναι, τρεφομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτι (τοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτοῖς κατασκευασθέν πως)·
彼ら自身は特に「農民」とも呼ばれていたが、それは内陸にいる者たちが遊牧民であったためであり、彼らは馬肉をはじめとする様々な肉を食べて暮らし、馬乳のチーズや乳、そして酸乳(これは彼らにとって何らかの方法で調製された副食でもある)を飲食して暮らしていた。
διόπερ ὁ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ γαλακτοφάγους.
それゆえ詩人は、この地のすべての人々を「乳を食らう者」と呼んだのである。
οἱ μὲν οὖν νομάδες πολεμισταὶ μᾶλλόν εἰσιν ἢ λῃστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων.
さて、遊牧民たちは略奪的というよりはむしろ戦闘的であり、貢納のために戦争を行う。
ἐπιτρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς συντεταγμένους μετρίους τινάς, οὐκ εἰς περιουσίαν ἀλλʼ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγκαῖα τοῦ βίου·
というのも、彼らは耕作を望む者たちに土地を所有することを許し、その代わりに、蓄財のためではなく、日々の生活と、生活に必要なもののために、取り決められた適度な貢納を受け取ることで満足しているからである。
μὴ διδόντων δὲ αὐτοῖς πολεμοῦσιν.
そして彼らが支払わない場合には、戦争を起こす。
οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ὁ ποιητὴς εἴρηκε τοὺς αὐτοὺς τούτους ἄνδρας, ἐπεὶ τῶν γε φόρων ἀπευτακτουμένων οὐδʼ ἂν καθίσταντο εἰς πόλεμον.
このようにして詩人は、これらと同じ人々を「正しい者たち」であると同時に「持たざる者たち」とも呼んだ。 なぜなら、貢納が規則正しく支払われている限り、彼らは戦争を始めることさえしなかっただろうからである。
οὐκ ἀπευτακτοῦσι δʼ οἱ δυνάμει πεποιθότες, ὥστε ἢ ἀμύνασθαι ῥᾳδίως ἐπιόντας ἢ κωλῦσαι τὴν ἔφοδον·
しかし、自らの力に自信がある者たちは規則正しく支払せず、それゆえに彼らは、襲撃してくる者を容易に撃退するか、あるいはその襲撃を阻止できるほどである。
καθάπερ Ἄσανδρον ποιῆσαί φησιν Ὑψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς χερρονήσου τὸν πρὸς τῇ Μαιώτιδι τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους, καθʼ ἕκαστον στάδιον ἕνα.
ヒュプシクラテスが言うには、アサンドロスがそうしたように。 彼は、マイオティス湖に臨む半島の地峡(長さ360スタディオン)に壁を築いて遮断し、1スタディオンごとに1つの割合で塔を配置した。
οἱ δὲ γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρηματισταὶ δʼ ὄντες καὶ θαλάττης ἁπτόμενοι λῃστηρίων οὐκ ἀπέχονται, οὐδὲ τῶν τοιούτων ἀδικιῶν καὶ πλεονεξιῶν.
一方、この地の農民たちは、一方ではより温和で、より開明的な人々であるとみなされているが、他方では利益を追求し、海に関わっているため、海賊行為や、そのような不義・貪欲から遠ざかることがない。
§7.4.7πρὸς δὲ τοῖς καταριθμηθεῖσι τόποις ἐν τῇ χερρονήσῳ καὶ τὰ φρούρια ὑπῆρξεν, ἃ κατεσκεύασε Σκίλουρος καὶ οἱ παῖδες, οἷσπερ καὶ ὁρμητηρίοις ἐχρῶντο πρὸς τοὺς Μιθριδάτου στρατηγούς, Παλάκιόν τε καὶ Χάβον καὶ Νεάπολις·
半島の、これまでに列挙された場所に加えて、要塞も存在していた。 それはスキロウロスとその息子たちが建設したものであり、彼らがミトリダテスの将軍たちに対する出撃拠点としても用いた、パラキオン、カボス、そしてネアポリスである。
ἦν δὲ καὶ Εὐπατόριόν τι, κτίσαντος Διοφάντου, Μιθριδάτου στρατηγοῦ.
また、ミトリダテスの将軍ディオファントスが創建した、エウパトリオンと呼ばれるものもあった。
ἔστι δʼ ἄκρα διέχουσα τοῦ τῶν Χερρονησιτῶν τείχους ὅσον πεντεκαίδεκα σταδίους, κόλπον ποιοῦσα εὐμεγέθη νεύοντα πρὸς τὴν πόλιν·
そして、ヘルソネソス人の壁からおよそ15スタディオン離れたところに岬があり、都市に向かって湾曲する大きな湾を形成している。
τούτου δʼ ὑπέρκειται λιμνοθάλαττα ἁλοπήγιον ἔχουσα· ἐνταῦθα δὲ καὶ ὁ Κτενοῦς ἦν.
この内陸には、塩田を有する潟湖が位置しており、ここにクテヌスもあった。
ἵνʼ οὖν ἀντέχοιεν, οἱ βασιλικοὶ πολιορκούμενοι τῇ τε ἄκρᾳ τῇ λεχθείσῃ φρουρὰν ἐγκατέστησαν τειχίσαντες τὸν τόπον, καὶ τὸ στόμα τοῦ κόλπου τὸ μέχρι τῆς πόλεως διέχωσαν, ὥστε πεζεύεσθαι ῥᾳδίως καὶ τρόπον τινὰ μίαν εἶναι πόλιν ἐξ ἀμφοῖν·
そこで、対抗できるように、包囲されていた王の軍勢は、上述の岬に、その場所を壁で囲んで守備隊を配置し、また、都市に至る湾の入り口を土砂で埋め、それによって容易に徒歩で渡れるようになり、ある意味で両者から一つの都市が形成されるようにした。
ἐκ δὲ τούτου ῥᾷον ἀπεκρούοντο τοὺς Σκύθας.
そして、これによって彼らはより容易にスキティア人を撃退した。
ἐπεὶ δὲ καὶ τῷ διατειχίσματι τοῦ ἰσθμοῦ τοῦ πρὸς τῷ Κτενοῦντι προσέβαλον καὶ τὴν τάφρον ἐνέχουν καλάμῳ, τὸ μεθʼ ἡμέραν γεφυρωθὲν μέρος νύκτωρ ἐνεπίμπρασαν οἱ βασιλικοὶ καὶ ἀντεῖχον τέως ἕως ἐπεκράτησαν.
また彼らがクテヌスに臨む地峡の隔壁に攻撃を仕掛け、掘割を葦で埋めたとき、昼の間に架けられた部分に、王の軍勢は夜の間に火を放ち、そして、彼らが勝利を収めるまで持ちこたえた。
καὶ νῦν ὑπὸ τοῖς τῶν Βοσπορανῶν βασιλεῦσιν, οὓς ἂν Ῥωμαῖοι καταστήσωσιν, ἅπαντά ἐστιν.
そして現在では、すべてはローマ人が任命するボスボロス人の王たちの支配下にある。
§7.4.8ἴδιον δὲ τοῦ Σκυθικοῦ καὶ τοῦ Σαρματικοῦ παντὸς ἔθνους τὸ τοὺς ἵππους ἐκτέμνειν εὐπειθείας χάριν·
また、スキティアおよびサウロマタイのすべての部族に独特の習慣は、従順にさせるために馬を去勢することである。
μικροὶ μὲν γάρ εἰσιν, ὀξεῖς δὲ σφόδρα καὶ δυσπειθεῖς.
というのも、それらは小柄であるが、極めて敏捷で、言うことを聞かないからである。
θῆραι δʼ εἰσὶν ἐν μὲν τοῖς ἕλεσιν ἐλάφων καὶ συάγρων, ἐν δὲ τοῖς πεδίοις ὀνάγρων καὶ δορκάδων.
そして、狩猟が行われており、湿地では鹿や野生の猪が、平原では野生のロバやガゼルが狩られる。
ἴδιον δέ τι καὶ τὸ ἀετὸν μὴ γίνεσθαι ἐν τοῖς τόποις τούτοις.
また、これらの地域に鷲が存在しないことも独特の特徴である。
ἔστι δὲ τῶν τετραπόδων ὁ καλούμενος κόλος, μεταξὺ ἐλάφου καὶ κριοῦ τὸ μέγεθος, λευκός, ὀξύτερος τούτων τῷ δρόμῳ, πίνων τοῖς ῥώθωσιν εἰς τὴν κεφαλήν, εἶτʼ ἐντεῦθεν εἰς ἡμέρας ταμιεύων πλείους ὥστʼ ἐν τῇ ἀνύδρῳ νέμεσθαι ῥᾳδίως.
四足獣の中には「コロス」と呼ばれるものがおり、大きさは鹿と雄羊の中間であり、白く、走る速度はそれらよりも速く、鼻の穴で水を飲んで頭に蓄え、そこから何日分もの水を貯めておくため、水のない場所でも容易に草を食むことができる。
τοιαύτη μὲν ἡ ἐκτὸς Ἴστρου πᾶσα ἡ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος ποταμοῦ μέχρι τῆς Ποντικῆς θαλάττης καὶ τῆς Μαιώτιδος.
イストロス川の外側にある、ライン川とタナイス川の間に位置し、ポントス海およびマイオティス湖に至るまでのすべての地域は、このようなものである。