Humanitext Reader

ストラボン · 地理誌 §7.5.3-7.5.6

パンノニアとダルマティアの諸部族と沿岸部

216 / 577 箇所 · ギリシア語

要旨

パンノニア、イアポデス、リブルニア、ダルマティアなどの諸部族の地理と都市、沿岸の島々について解説し、彼らの強欲さや習俗、そしてローマや他民族との戦争による没落と荒廃について語る。

§7.5.3ἔθνη δʼ ἐστὶ τῶν Παννονίων Βρεῦκοι καὶ Ἀνδιζήτιοι καὶ Διτίωνες καὶ Πειροῦσται καὶ Μαζαῖοι καὶ Δαισιτιᾶται, ὧν Βάτων ἡγεμών, καὶ ἄλλα ἀσημότερα μικρά, ἃ διατείνει μέχρι Δαλματίας σχεδὸν δέ τι καὶ Ἀρδιαίων ἰόντι πρὸς νότον·
パンノニア人の部族には、ブレウコイ、アンディゼティオイ、ディティオネス、ペイロウスタイ、マザイオイ、そしてバトンが指導者であったダイシティアタイがあり、また他に無名で小規模な部族があって、これらはダルマティアまで、そして南に向かって進む者にとってはほぼアルディアイオニ人の地まで延びている。
ἅπασα δʼ ἡ ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου παρήκουσα ὀρεινὴ μέχρι τοῦ Ῥιζονικοῦ κόλπου καὶ τῆς Ἀρδιαίων γῆς μεταξὺ πίπτουσα τῆς τε θαλάττης καὶ τῶν Παννονίων ἐθνῶν.
アドリア海の最奥部からリゾニコス湾およびアルディアイオニ人の土地まで延びている山地はすべて、海とパンノニア人の諸部族との間に位置している。
σχεδὸν δέ τι καὶ ἐντεῦθεν τὴν ἀρχὴν ποιητέον τῆς συνεχοῦς περιοδείας ἀναλαβοῦσι μικρὰ τῶν λεχθέντων πρότερον.
そして、以前に語られたことを少しおさらいしながら、ここから連続的な巡歴をほぼ始めるべきである。
ἔφαμεν δʼ ἐν τῇ περιοδείᾳ τῆς Ἰταλίας Ἴστρους εἶναι πρώτους τῆς Ἰλλυρικῆς παραλίας συνεχεῖς τῇ Ἰταλίᾳ καὶ τοῖς Κάρνοις, καὶ διότι μέχρι Πόλας, Ἰστρικῆς πόλεως, προήγαγον οἱ νῦν ἡγεμόνες τοὺς τῆς Ἰταλίας ὅρους.
イタリアの巡歴において、我々はイストロイ人がイルリア海岸の最初の人々であり、イタリアとカルニ人に隣接していること、そして現在の支配者たちがイタリアの国境をイストリアの都市ポーラまで進めたことを述べた。
οὗτοι μὲν οὖν περὶ ὀκτακοσίους σταδίους εἰσὶν ἀπὸ τοῦ μυχοῦ.
さて、これらは最奥部から約800スタディオンのところにある。
τοσοῦτοι δʼ εἰσὶ καὶ ἀπὸ τῆς ἄκρας τῆς πρὸ τῶν Πολῶν ἐπὶ Ἀγκῶνα ἐν δεξιᾷ ἔχοντι τὴν Ἑνετικήν.
また、ポーラの前方にある岬からアンコンまでも同程度の距離であり、その際、右手にはヘネティ人の地を見る。
ὁ δὲ πᾶς Ἰστρικὸς παράπλους χίλια τριακόσια.
イストリア全体の沿岸航路は1300スタディオンである。
§7.5.4ἑξῆς δʼ ἐστὶν ὁ Ἰαποδικὸς παράπλους χιλίων σταδίων·
次に、1000スタディオンに及ぶイアポデス人の沿岸航路がある。
ἵδρυνται γὰρ οἱ Ἰάποδες ἐπὶ τῷ Ἀλβίῳ ὄρει τελευταίῳ τῶν Ἄλπεων ὄντι ὑψηλῷ σφόδρα, τῇ μὲν ἐπὶ τοὺς Παννονίους καὶ τὸν Ἴστρον καθήκοντες τῇ δʼ ἐπὶ τὸν Ἀδρίαν, ἀρειμάνιοι μὲν ἐκπεπονημένοι δὲ ὑπὸ τοῦ Σεβαστοῦ τελέως·
なぜなら、イアポデス人はアルプス山脈の最後で非常に高い山であるアルビオス山の上に居住しており、一方ではパンノニア人とイストロス川に、他方ではアドリア海に臨んでいるからである。 彼らは好戦的であるが、アウグストゥスによって完全に平定された。
πόλεις δʼ αὐτῶν Μέτουλον Ἀρουπῖνοι Μονήτιον Ὀυένδων·
彼らの都市はメトゥロン、アルピノイ、モネティオン、ウェンドンである。
λυπρὰ δὲ τὰ χωρία, καὶ ζειᾷ καὶ κέγχρῳ τὰ πολλὰ τρεφομένων·
その土地は貧弱であり、人々はほとんどの場合、二粒小麦とキビで生計を立てている。
ὁ δʼ ὁπλισμὸς Κελτικός· κατάστικτοι δʼ ὁμοίως τοῖς ἄλλοις Ἰλλυριοῖς καὶ Θρᾳξί.
武装はケルト風であり、他のイルリア人やトラキア人と同様に入れ墨をしている。
μετὰ δὲ τὸν τῶν Ἰαπόδων ὁ Λιβυρνικὸς παράπλους ἐστί, μείζων τοῦ προτέρου σταδίοις, ἐν δὲ τῷ παράπλῳ ποταμὸς φορτίοις ἀνάπλουν ἔχων μέχρι Δαλματέων, καὶ Σκάρδων Λιβυρνὴ πόλις.
イアポデス人の地の次には、リブルニアの沿岸航路があり、これは前のものより[幾]スタディオンか長い。 この沿岸航路には、貨物船がダルマティア人の地まで遡行できる川と、リブルニアの都市スカルドンがある。
§7.5.5παρʼ ὅλην δʼ ἣν εἶπον παραλίαν νῆσοι μὲν αἱ Ἀψυρτίδες, περὶ ἃς ἡ Μήδεια λέγεται διαφθεῖραι τὸν ἀδελφὸν Ἄψυρτον διώκοντα αὐτήν.
私が述べた全海岸線に沿って、まずアプシュルティデス諸島があり、その周辺でメディアは自分を追ってきた弟アプシュルトスを殺害したと言われている。
ἔπειτα ἡ Κυρικτικὴ κατὰ τοὺς Ἰάποδας· εἶθʼ αἱ Λιβυρνίδες περὶ τετταράκοντα τὸν ἀριθμόν·
次に、イアポデス人の沖合にあるキュリクティケ島、それから数において約40のリブルニス諸島がある。
εἶτʼ ἄλλαι νῆσοι, γνωριμώταται δʼ Ἴσσα, Τραγούριον, Ἰσσέων κτίσμα, Φάρος ἡ πρότερον Πάρος, Παρίων κτίσμα, ἐξ ἧς Δημήτριος ὁ Φάριος.
それから他の諸島があり、最もよく知られているのは、イッサ、イッサ人の植民都市であるトラグリオン、かつてパロスと呼ばれパロス人の植民都市であったファロスであり、このファロスからファロスのデメトリオスが出た。
εἶτα ἡ τῶν Δαλματέων παραλία καὶ τὸ ἐπίνειον αὐτῶν Σάλων.
それからダルマティア人の海岸と彼らの港湾都市サロンがある。
ἔστι δὲ τῶν πολὺν χρόνον πολεμησάντων πρὸς Ῥωμαίους τὸ ἔθνος τοῦτο·
この部族はローマ人と長期にわたり戦った者たちである。
κατοικίας δʼ ἔσχεν ἀξιολόγους εἰς πεντήκοντα, ὧν τινὰς καὶ πόλεις, Σάλωνά τε καὶ Πρώμωνα καὶ Νινίαν καὶ Σινώτιον τό τε νέον καὶ τὸ παλαιόν, ἃς ἐνέπρησεν ὁ Σεβαστός.
彼らは約50の重要な居住地を有しており、そのうちのいくつかは都市でもあった。 サロナ、プロモナ、ニニア、新旧のシノティオンなどであり、これらはアウグストゥスによって焼き払われた。
ἔστι δὲ καὶ Ἀνδήτριον ἐρυμνὸν χωρίον, Δέλμιον δὲ μεγάλη πόλις, ἧς ἐπώνυμον τὸ ἔθνος·
また、要害の地アンデトリオンがあり、デルミオンは大きな都市であって、これにちなんでこの部族が名付けられた。
μικρὰν δʼ ἐποίησε Νασικᾶς καὶ τὸ πεδίον μηλόβοτον διὰ τὴν πλεονεξίαν τῶν ἀνθρώπων.
ナシカが、この人々の強欲さのゆえに、この都市を小さくし、その平野を羊の放牧地とした。
ἴδιον δὲ τῶν Δαλματέων τὸ διὰ ὀκταετηρίδος χώρας ἀναδασμὸν ποιεῖσθαι·
ダルマティア人に特有なのは、8年ごとに土地の再分配を行うことである。
τὸ δὲ μὴ χρῆσθαι νομίσμασι πρὸς μὲν τοὺς ἐν τῇ παραλίᾳ ταύτῃ ἴδιον, πρὸς ἄλλους δὲ τῶν βαρβάρων πολλοὺς κοινόν.
また、貨幣を使用しないことは、この海岸に住む人々にとっては独特であるが、他の多くの野蛮人にとっても共通のことである。
Ἄδριον δὲ ὄρος ἐστὶ μέσην τέμνον τὴν Δαλματικήν, τὴν μὲν ἐπιθαλάττιον τὴν δʼ ἐπὶ θάτερα.
アドリオン山はダルマティアを、海に面した側と、その反対側の二つに二分している。
εἶθʼ ὁ Νάρων ποταμὸς καὶ οἱ περὶ αὐτὸν Δαόριζοι καὶ Ἀρδιαῖοι καὶ Πληραῖοι, ὧν τοῖς μὲν πλησιάζει νῆσος ἡ μέλαινα Κόρκυρα καλουμένη καὶ πόλις, Κνιδίων κτίσμα, τοῖς δὲ Ἀρδιαίοις ἡ Φάρος, Πάρος λεγομένη πρότερον·
それからナロン川と、その周辺に住むダオリゾイ人、アルディアイオニ人、プレライオニ人がおり、これらのうちある人々には「黒いコルキュラ」と呼ばれる島とその都市(クニドス人の植民都市)が近くにあり、アルディアイオニ人には、かつてパロスと呼ばれたファロス島が近くにある。
Παρίων γάρ ἐστι κτίσμα.
というのも、それはパロス人の植民都市だからである。
§7.5.6Ὀυαρδαίους δʼ οἱ ὕστερον ἐκάλεσαν τοὺς Ἀρδιαίους·
後代の人々はアルディアイオニ人をウアルダイオニ人と呼んだ。
ἀπέωσαν δʼ αὐτοὺς εἰς τὴν μεσόγαιαν ἀπὸ τῆς θαλάττης Ῥωμαῖοι, λυμαινομένους αὐτὴν διὰ τῶν λῃστηρίων, καὶ ἠνάγκασαν γεωργεῖν.
ローマ人は、彼らが海賊行為によって海を荒らしていたため、彼らを海から内陸へと退け、農耕を行うよう強制した。
τραχεῖα δὲ χώρα καὶ λυπρὰ καὶ οὐ γεωργῶν ἀνθρώπων, ὥστʼ ἐξέφθαρται τελέως, μικροῦ δὲ καὶ ἐκλέλοιπε.
しかし、その土地は険しく貧弱で、農耕を行う人々に適していなかったため、彼らは完全に衰退し、ほとんど消滅しかけている。
τοῦτο δὲ καὶ τοῖς ἄλλοις ἔθνεσι τοῖς ταύτῃ συνέβη·
そして、このことはこの地域の他の諸部族にも起こった。
οἱ γὰρ πλεῖστον δυνάμενοι πρότερον τελέως ἐταπεινώθησαν καὶ ἐξέλιπον, Γαλατῶν μὲν Βοῖοι καὶ Σκορδίσται, Ἰλλυριῶν δὲ Αὐταριᾶται καὶ Ἀρδιαῖοι καὶ Δαρδάνιοι, Θρᾳκῶν δὲ Τριβαλλοί, ὑπʼ ἀλλήλων μὲν ἐξ ἀρχῆς, ὕστερον δʼ ὑπὸ Μακεδόνων καὶ Ῥωμαίων ἐκπολεμούμενοι.
かつて最も強大であった者たちが完全に没落し、消滅したのである。 ガラティア人ではボイイ人とスコルディスタイ、イルリア人ではアウタリアタイ人、アルディアイオニ人、ダルダニア人、トラキア人ではトリバッロイ人であり、彼らは当初はお互いに、後にはマケドニア人やローマ人によって戦争で追い詰められたのである。

語釈・文法注

  1. 7.5.3ἰόντι πρὸς νότον — 「南へ進む者にとって」という関与・判断の与格(dativus iudicantis)であり、地理的な記述において「南に進むならば」という条件的な意味を表す。
  2. 7.5.3ἐν δεξιᾷ ἔχοντι τὴν Ἑνετικήν — 与格分詞 `ἔχοντι` は、航路を進む主体の視点を示しており、`ἰόντι` と同様に関与の与格である。「右手にヘネティ人の地を見ながら」という意味。
  3. 7.5.4τῇ μὲν... τῇ δʼ — 「一方は…、他方は…」を意味する指示副詞的な与格表現で、`καθήκοντες`(臨んでいる、伸びている)の方向を示している。
  4. 7.5.6ἐκπολεμούμενοι — 現在受動態分詞で、ここでは「絶え間ない戦争によって疲弊させられた」「完全に追い詰められた」という結果を伴う持続的な受動のニュアンスを持つ。

この箇所を引用する

ストラボン, 地理誌 §7.5.3-7.5.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.5.3-7.5.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。