§7.4.6τῆς δὲ χερρονήσου, πλὴν τῆς ὀρεινῆς τῆς ἐπὶ τῇ θαλάττῃ μέχρι Θεοδοσίας, ἥ γε ἄλλη πεδιὰς καὶ εὔγεώς ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής, τριακοντάχουν ἀποδιδοῦσα διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη.
至于该半岛,除了沿海一直到西奥多西亚的山地之外,其余地方全部平坦且肥沃,极其盛产谷物,仅用随手可得的工具耕种便能带来三十倍的收成。
φόρον τε ἐτέλουν ὀκτωκαίδεκα μυριάδας μεδίμνων Μιθριδάτῃ, τάλαντα δʼ ἀργυρίου διακόσια σὺν τοῖς Ἀσιανοῖς χωρίοις τοῖς περὶ τὴν Σινδικήν.
他们与辛迪克周边亚洲的诸地方一起,向米特里达梯缴纳十八万麦迪姆诺谷物以及两百塔兰同银的贡赋。
κἀν τοῖς πρόσθεν χρόνοις ἐντεῦθεν ἦν τὰ σιτοπομπεῖα τοῖς Ἕλλησι, καθάπερ ἐκ τῆς λίμνης αἱ ταριχεῖαι.
在以前的时代,向希腊人运送谷物就是从这里开始的,正如从迈奥蒂斯湖运送腌鱼一样。
Λεύκωνα δέ φασιν ἐκ τῆς Θεοδοσίας Ἀθηναίοις πέμψαι μυριάδας μεδίμνων διακοσίας καὶ δέκα.
据说莱乌孔曾从西奥多西亚向雅典人运送了两百一十万麦迪姆诺。
οἱ δʼ αὐτοὶ οὗτοι καὶ γεωργοὶ ἐκαλοῦντο ἰδίως διὰ τὸ τοὺς ὑπερκειμένους νομάδας εἶναι, τρεφομένους κρέασιν ἄλλοις τε καὶ ἱππείοις, ἱππείῳ δὲ καὶ τυρῷ καὶ γάλακτι καὶ ὀξυγάλακτι (τοῦτο δὲ καὶ ὄψημά ἐστιν αὐτοῖς κατασκευασθέν πως)· διόπερ ὁ ποιητὴς ἅπαντας εἴρηκε τοὺς ταύτῃ γαλακτοφάγους.
这些人本身也被特别称为“农民”,因为居住在他们上方的是游牧民,游牧民以马肉等各种肉类为食,并食用马乳干酪、鲜乳和酸乳(这也是他们以某种方式调配的一种副食);因此,诗人将这一地区的所有人都称为“饮乳者”。
οἱ μὲν οὖν νομάδες πολεμισταὶ μᾶλλόν εἰσιν ἢ λῃστρικοί, πολεμοῦσι δὲ ὑπὲρ τῶν φόρων.
如今,游牧民与其说是强盗,不如说是战士,他们为了贡赋而战。
ἐπιτρέψαντες γὰρ ἔχειν τὴν γῆν τοῖς ἐθέλουσι γεωργεῖν ἀντὶ ταύτης ἀγαπῶσι φόρους λαμβάνοντες τοὺς συντεταγμένους μετρίους τινάς, οὐκ εἰς περιουσίαν ἀλλʼ εἰς τὰ ἐφήμερα καὶ τὰ ἀναγκαῖα τοῦ βίου· μὴ διδόντων δὲ αὐτοῖς πολεμοῦσιν.
因为他们允许愿意耕作的人拥有土地,作为回报,他们满足于收取约定的、适度的贡赋,这并非为了积累财富,而是为了日常生活及生活必需;如果人们不缴纳贡赋,他们就会发动战争。
οὕτω δὲ καὶ δικαίους ἅμα καὶ ἀβίους ὁ ποιητὴς εἴρηκε τοὺς αὐτοὺς τούτους ἄνδρας, ἐπεὶ τῶν γε φόρων ἀπευτακτουμένων οὐδʼ ἂν καθίσταντο εἰς πόλεμον.
因此,诗人称这些人为“公正的”同时又是“没有生计的”,因为只要贡赋按时缴纳,他们甚至不会诉诸战争。
οὐκ ἀπευτακτοῦσι δʼ οἱ δυνάμει πεποιθότες, ὥστε ἢ ἀμύνασθαι ῥᾳδίως ἐπιόντας ἢ κωλῦσαι τὴν ἔφοδον· καθάπερ Ἄσανδρον ποιῆσαί φησιν Ὑψικράτης, ἀποτειχίσαντα τὸν ἰσθμὸν τῆς χερρονήσου τὸν πρὸς τῇ Μαιώτιδι τριακοσίων ὄντα καὶ ἑξήκοντα σταδίων, ἐπιστήσαντα πύργους, καθʼ ἕκαστον στάδιον ἕνα.
但那些对自身力量有信心的人不按时缴纳,以便能够轻易击退入侵者或阻止他们的袭击;正如许普西克拉特斯所说,阿桑德罗斯就是这样做的:他将半岛面向迈奥蒂斯湖的、长达三百六十斯塔迪翁的地峡筑墙隔开,并每隔一斯塔迪翁就设立一个塔楼。
οἱ δὲ γεωργοὶ ταύτῃ μὲν ἡμερώτεροί τε ἅμα καὶ πολιτικώτεροι νομίζονται εἶναι, χρηματισταὶ δʼ ὄντες καὶ θαλάττης ἁπτόμενοι λῃστηρίων οὐκ ἀπέχονται, οὐδὲ τῶν τοιούτων ἀδικιῶν καὶ πλεονεξιῶν.
另一方面,这里的农民虽然被认为更加温和且更具有社会性,但由于他们追求利益且与海洋接触,他们并不远离海盗行为,也不远离此类不义和贪婪之举。
§7.4.7πρὸς δὲ τοῖς καταριθμηθεῖσι τόποις ἐν τῇ χερρονήσῳ καὶ τὰ φρούρια ὑπῆρξεν, ἃ κατεσκεύασε Σκίλουρος καὶ οἱ παῖδες, οἷσπερ καὶ ὁρμητηρίοις ἐχρῶντο πρὸς τοὺς Μιθριδάτου στρατηγούς, Παλάκιόν τε καὶ Χάβον καὶ Νεάπολις· ἦν δὲ καὶ Εὐπατόριόν τι, κτίσαντος Διοφάντου, Μιθριδάτου στρατηγοῦ.
除了在半岛上列举的地方之外,还存在着一些要塞,这些要塞是由斯基ロウロス和他的儿子们建造的,他们也曾将这些要塞用作对抗米特里达梯将军们的出击基地,即帕拉基翁、卡博斯和内亚波利斯;此外还有一个名为埃乌帕托里翁的地方,是由米特里达梯的将军狄奥凡托斯创建的。
ἔστι δʼ ἄκρα διέχουσα τοῦ τῶν Χερρονησιτῶν τείχους ὅσον πεντεκαίδεκα σταδίους, κόλπον ποιοῦσα εὐμεγέθη νεύοντα πρὸς τὴν πόλιν· τούτου δʼ ὑπέρκειται λιμνοθάλαττα ἁλοπήγιον ἔχουσα· ἐνταῦθα δὲ καὶ ὁ Κτενοῦς ἦν.
有一处岬角,距离赫尔松人的城墙约十五斯塔迪翁,形成一个向城市弯曲的巨大海湾;在其内陆坐落着一个拥有盐田的潟湖;这里也是克特努斯所在之处。
ἵνʼ οὖν ἀντέχοιεν, οἱ βασιλικοὶ πολιορκούμενοι τῇ τε ἄκρᾳ τῇ λεχθείσῃ φρουρὰν ἐγκατέστησαν τειχίσαντες τὸν τόπον, καὶ τὸ στόμα τοῦ κόλπου τὸ μέχρι τῆς πόλεως διέχωσαν, ὥστε πεζεύεσθαι ῥᾳδίως καὶ τρόπον τινὰ μίαν εἶναι πόλιν ἐξ ἀμφοῖν·
因此,为了能够坚守,被包围的王军在上述岬角筑墙围合该地并部署了守卫,同时将一直通往城市的湾口用土砂填塞,使其可以轻易步行通过,从而在某种意义上使两处合为一座城市。
ἐκ δὲ τούτου ῥᾷον ἀπεκρούοντο τοὺς Σκύθας.
因此,他们更容易击退斯基泰人。
ἐπεὶ δὲ καὶ τῷ διατειχίσματι τοῦ ἰσθμοῦ τοῦ πρὸς τῷ Κτενοῦντι προσέβαλον καὶ τὴν τάφρον ἐνέχουν καλάμῳ, τὸ μεθʼ ἡμέραν γεφυρωθὲν μέρος νύκτωρ ἐνεπίμπρασαν οἱ βασιλικοὶ καὶ ἀντεῖχον τέως ἕως ἐπεκράτησαν.
此外,当他们也进攻克特努斯地峡的隔壁并用芦苇填满堑壕时,王军在夜间放火焚烧了白天被架起桥梁的部分,并坚持坚守直到取得胜利。
καὶ νῦν ὑπὸ τοῖς τῶν Βοσπορανῶν βασιλεῦσιν, οὓς ἂν Ῥωμαῖοι καταστήσωσιν, ἅπαντά ἐστιν.
现在,一切都处于罗马人任命的博斯普鲁斯国王们的统治之下。
§7.4.8ἴδιον δὲ τοῦ Σκυθικοῦ καὶ τοῦ Σαρματικοῦ παντὸς ἔθνους τὸ τοὺς ἵππους ἐκτέμνειν εὐπειθείας χάριν· μικροὶ μὲν γάρ εἰσιν, ὀξεῖς δὲ σφόδρα καὶ δυσπειθεῖς.
此外,所有斯基泰和萨尔马提亚族群的独特习惯是,为了使马匹驯服而对其进行阉割;因为它们虽然矮小,但极其敏捷且难以驯服。
θῆραι δʼ εἰσὶν ἐν μὲν τοῖς ἕλεσιν ἐλάφων καὶ συάγρων, ἐν δὲ τοῖς πεδίοις ὀνάγρων καὶ δορκάδων.
在湿地中可以狩猎鹿和野猪,在平原上则可以狩猎野驴和瞪羚。
ἴδιον δέ τι καὶ τὸ ἀετὸν μὴ γίνεσθαι ἐν τοῖς τόποις τούτοις.
在这些地方没有鹰的存在,也是一个独特的特征。
ἔστι δὲ τῶν τετραπόδων ὁ καλούμενος κόλος, μεταξὺ ἐλάφου καὶ κριοῦ τὸ μέγεθος, λευκός, ὀξύτερος τούτων τῷ δρόμῳ, πίνων τοῖς ῥώθωσιν εἰς τὴν κεφαλήν, εἶτʼ ἐντεῦθεν εἰς ἡμέρας ταμιεύων πλείους ὥστʼ ἐν τῇ ἀνύδρῳ νέμεσθαι ῥᾳδίως.
在四足动物中有一种被称为“科洛斯”的动物,体型介于鹿和公羊之间,毛色呈白色,奔跑速度比它们更快,它通过鼻孔吸水至头部,然后从那里储存数日之水,以便在缺水的地方也能轻易吃草。
τοιαύτη μὲν ἡ ἐκτὸς Ἴστρου πᾶσα ἡ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Τανάιδος ποταμοῦ μέχρι τῆς Ποντικῆς θαλάττης καὶ τῆς Μαιώτιδος.
在伊斯特罗斯川外侧、位于莱茵河和塔纳伊斯河之间,一直延伸到庞托斯海及迈奥蒂斯湖的整个地区,都是这样的情况。