Humanitext Reader

ストラボン · 地理誌 §7.4.4-7.4.5

パンティカパイオンの地理とボスボロス王国

213 / 577 箇所 · ギリシア語

要旨

テオドシアからパンティカパイオンにかけての地理と、歴代のボスボロス支配者による統治、およびキメリア・ボスボロス(マイオティス湖口)やタナイス川周辺の航路と周辺諸民族の勢力変遷について記述される。

§7.4.4μετὰ δὲ τὴν ὀρεινὴν τὴν λεχθεῖσαν ἡ Θεοδοσία κεῖται πόλις, πεδίον εὔγεων ἔχουσα καὶ λιμένα ναυσὶ καὶ ἑκατὸν ἐπιτήδειον·
上述の山地の後には、テオドシアという都市が位置しており、肥沃な平野と100隻の船にも適した港を有している。
οὗτος δὲ ὅρος ἦν πρότερον τῆς τῶν Βοσποριανῶν καὶ Ταύρων γῆς·
そして、これがかつてボスボロス人とタウロイ人の土地の境界であった。
καὶ ἡ ἑξῆς δʼ ἐστὶν εὔγεως χώρα μέχρι Παντικαπαίου, τῆς μητροπόλεως τῶν Βοσποριανῶν ἱδρυμένης ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος.
それに続く地域も、マイオティス湖の湖口に設立されたボスボロス人の母都市パンティカパイオンに至るまで、肥沃な土地である。
ἔστι δὲ τὸ μεταξὺ τῆς Θεοδοσίας καὶ τοῦ Παντικαπαίου σταδίων περὶ πεντακοσίων καὶ τριάκοντα, χώρα πᾶσα σιτοφόρος, κώμας ἔχουσα καὶ πόλιν εὐλίμενον τὸ Νύμφαιον καλούμενον.
テオドシアとパンティカパイオンの間は、およそ530スタディオンであり、土地はすべて穀物が豊かに実り、いくつかの村々と、ニュンファイオンと呼ばれる、良い港を持つ都市を有している。
τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων εἴκοσι·
パンティカパイオンは、周囲20スタディオンにわたって、いたるところに人が住んでいる丘である。
πρὸς ἕω δʼ ἔχει λιμένα καὶ νεώρια ὅσον τριάκοντα νεῶν, ἔχει δὲ καὶ ἀκρόπολιν·
東に向かっては港と、およそ30隻の船のための造船所を有しており、アクロポリスも有している。
κτίσμα δʼ ἐστὶ Μιλησίων.
それはミレトス人の創建である。
ἐμοναρχεῖτο δὲ πολὺν χρόνον ὑπὸ δυναστῶν τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παιρισάδην αὕτη τε καὶ αἱ πλησιόχωροι κατοικίαι πᾶσαι αἱ περὶ τὸ στόμα τῆς Μαιώτιδος ἑκατέρωθεν μέχρι Παιρισάδου τοῦ Μιθριδάτῃ παραδόντος τὴν ἀρχήν.
この都市と、マイオティス湖口の周辺の両側に位置する近隣のすべての入植地は、レウコンやサテュロス、パイリサデスらをめぐる支配者たちによって長きにわたり君主制で支配されていた。 それは、ミトリダテスに支配権を譲り渡したパイリサデスに至るまでであった。
ἐκαλοῦντο δὲ τύραννοι, καίπερ οἱ πλείους ἐπιεικεῖς γεγονότες, ἀρξάμενοι ἀπὸ Παιρισάδου καὶ Λεύκωνος.
彼らは、その多くが寛大であったにもかかわらず、僭主と呼ばれた。 それはパイリサデスとレウコンから始まった。
Παιρισάδης δὲ καὶ θεὸς νενόμισται·
そしてパイリサデスは神ともみなされた。
τούτῳ δὲ ὁμώνυμος καὶ ὁ ὕστατος, ὃς οὐχ οἷός τε ὢν ἀντέχειν πρὸς τοὺς βαρβάρους φόρον πραττομένους μείζω τοῦ πρότερον Μιθριδάτῃ τῷ Εὐπάτορι παρέδωκε τὴν ἀρχήν·
これと同名である最後の支配者もまた、以前よりも多くの貢納を要求する蛮族に対抗することができず、ミトリダテス・ エウパトルに支配権を譲り渡した。
ἐξ ἐκείνου δʼ ἡ βασιλεία γεγένηται Ῥωμαίοις ὑπήκοος.
それ以来、その王国はローマ人に臣従するようになった。
τὸ μὲν οὖν πλέον αὐτῆς μέρος ἐστὶν ἐπὶ τῆς Εὐρώπης, μέρος δέ τι καὶ ἐπὶ τῆς Ἀσίας.
こうして、その王国の大部分はヨーロッパにあり、一部はアジアにもある。
§7.4.5τὸ δὲ στόμα τῆς Μαιώτιδος καλεῖται μὲν Κιμμερικὸς Βόσπορος, ἄρχεται δὲ ἀπὸ μείζονος πλάτους ἑβδομήκοντά που σταδίων·
マイオティス湖の湖口はキメリア・ボスボロスと呼ばれ、およそ70スタディオンという、より広い幅から始まっている。
καθʼ ὃ διαίρουσιν ἐκ τῶν περὶ Παντικάπαιον τόπων εἰς τὴν ἐγγυτάτω πόλιν τῆς Ἀσίας τὴν Φαναγόρειαν·
そこを通って、人々はパンティカパイオン周辺の地域から、アジアの最も近い都市であるファナゴレイアへと渡る。
τελευτᾷ δʼ εἰς πολὺ στενώτερον πορθμόν.
そして、それははるかに狭い海峡で終わっている。
διαιρεῖ δʼ ὁ στενωπὸς οὗτος τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης καὶ ὁ Τάναϊς ποταμός, καταντικρὺ ῥέων ἀπὸ τῶν ἄρκτων εἴς τε τὴν λίμνην καὶ τὸ στόμα αὐτῆς·
この狭い通路、および北から真っ直ぐ湖とその湖口に向かって流れるタナイス川が、アジアをヨーロッパから分けている。
δύο δʼ ἔχει τὰς εἰς τὴν λίμνην ἐκβολὰς διεχούσας ἀλλήλων ὅσον σταδίους ἑξήκοντα.
タナイス川は湖への河口を2つ持っており、それらは互いにおよそ60スタディオン離れている。
ἔστι δὲ καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον τῶν βαρβάρων ἐμπόριον μετὰ τὸ Παντικάπαιον.
また、その川と同名の都市もあり、パンティカパイオン次いで蛮族の最大の通商地である。
ἐν ἀριστερᾷ δʼ εἰσπλέοντι τὸν Κιμμερικὸν Βόσπορον πολίχνιόν ἐστι Μυρμήκιον ἐν εἴκοσι σταδίοις ἀπὸ τοῦ Παντικαπαίου.
キメリア・ボスボロスを航行して入る者にとって左手には、パンティカパイオンから20スタディオンのところに、ミルメキオンという小都市がある。
τοῦ δὲ Μυρμηκίου διπλάσιον διέχει κώμη Παρθένιον, καθʼ ἣν στενώτατος ὁ εἴσπλους ἐστὶν ὅσον εἴκοσι σταδίων, ἔχων ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην Ἀχίλλειον καλουμένην.
ミルメキオンからその2倍の距離にパルテニオンという村があり、そこにおいて入り口は最も狭く、およそ20スタディオンであり、アジア側に対峙してアキレイオンと呼ばれる村を持っている。
ἐντεῦθεν δʼ εὐθυπλοίᾳ μὲν ἐπὶ τὸν Τάναϊν καὶ τὴν κατὰ τὰς ἐκβολὰς νῆσον στάδιοι δισχίλιοι διακόσιοι, μικρὸν δʼ ὑπερβάλλει τοῦ ἀριθμοῦ τούτου πλέοντι παρὰ τὴν Ἀσίαν·
ここから、タナイス川およびその河口にある島への直行航路では2200スタディオンであり、アジアの沿岸を進む者にとっては、この数をわずかに上回る。
πλέον δʼ ἢ τριπλάσιον ἐν ἀριστερᾷ πλέοντι μέχρι τοῦ Τανάιδος, ἐν ᾧ παράπλῳ καὶ ὁ ἰσθμὸς ἵδρυται.
しかし、左手を進んでタナイス川に至る者にとっては、その3倍以上であり、その沿岸航行の途上に地峡が位置している。
οὗτος μὲν οὖν ὁ παράπλους ἔρημος πᾶς ὁ παρὰ τὴν Εὐρώπην, ὁ δʼ ἐν δεξιᾷ οὐκ ἔρημος·
したがって、ヨーロッパに沿ったこちらの航路はすべて無人であるが、右手の航路は無人ではない。
ὁ δὲ σύμπας τῆς λίμνης κύκλος ἐνακισχιλίων ἱστορεῖται σταδίων.
湖の全周はおよそ9000スタディオンと記録されている。
ἡ δὲ μεγάλη χερρόνησος τῇ Πελοποννήσῳ προσέοικε καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος.
そして、大半島は形状も大きさもペロポネソス半島に似ている。
ἔχουσι δʼ αὐτὴν οἱ τοῦ Βοσπόρου δυνάσται κεκακωμένην πᾶσαν ὑπὸ τῶν συνεχῶν πολέμων.
ボスボロスの支配者たちは、相次ぐ戦争によってすっかり荒廃したこの半島を領有している。
πρότερον δʼ εἶχον ὀλίγην μὲν τὴν πρὸς τῷ στόματι τῆς Μαιώτιδος καὶ τῷ Παντικαπαίῳ μέχρι Θεοδοσίας τῶν Βοσπορίων τύραννοι, τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος·
かつて、ボスボロスの僭主たちはマイオティス湖口およびパンティカパイオンに臨むテオドシアに至るまでのわずかな部分を領有していたが、大部分は地峡およびカルキニテス湾に至るまで、スキティア系の民族であるタウロイ人が領有していた。
καὶ ἐκαλεῖτο ἡ χώρα πᾶσα αὕτη, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία·
そしてこの土地全体、および地峡の外側のボリュステネス川に至るまでのほぼ全域が、小スキティアと呼ばれていた。
διὰ δὲ τὸ πλῆθος τῶν ἐνθένδε περαιουμένων τόν τε Τύραν καὶ τὸν Ἴστρον καὶ ἐποικούντων τὴν γῆν καὶ ταύτης οὐκ ὀλίγη μικρὰ προσηγορεύθη Σκυθία, τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων τὰ δὲ τῇ κακίᾳ τῆς χώρας·
しかし、そこからテュラス川やイストロス川を渡って土地に入植する人々の数が多かったため、この土地の少なからぬ部分もまた小スキティアと呼ばれるようになった。
ἑλώδης γάρ ἐστιν ἡ πολλὴ αὐτῆς.
トラキア人たちが、ある部分は武力に屈し、またある部分は土地の質の悪さ(というのも、その多くは沼地だからである)のために譲り渡したからである。

語釈・文法注

  1. 7.4.4τῶν περὶ Λεύκωνα καὶ Σάτυρον καὶ Παιρισάδην — 「〜をめぐる人々」を意味するοἱ περί + 対格の表現であるが、古典期からヘレニズム期にかけては、中心人物(ここではレウコン、サテュロス、パイリサデス自身)を含む指導者グループやその一族・一派を表す。
  2. 7.4.5διπλάσιον — ミルメキオンがパンティカパイオンから20スタディオン離れている(ἐν εἴκοσι σταδίοις)という記述を前提に、パルテニオン村がその「2倍」(すなわち40スタディオン)離れた位置にあることを示す副詞的・述語的対格である。
  3. 7.4.5τῶν Θρᾳκῶν τὰ μὲν τῇ βίᾳ συγχωρούντων τὰ δὲ τῇ κακίᾳ τῆς χώρας — δυναστῶν Θρᾳκῶνとする属格独立構文(genitive absolute)であり、その内部でτὰ μὲν ... τὰ δὲ(一部は〜、他の一部は〜)という対比的な副詞的対格が用いられ、手段・理由を表す与格(τῇ βίᾳ, τῇ κακίᾳ)を伴っている。

この箇所を引用する

ストラボン, 地理誌 §7.4.4-7.4.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.4.4-7.4.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。