§7.4.1ἐνταῦθα δʼ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν σαπρὰν λεγομένην λίμνην ἀπὸ τῆς θαλάττης σταδίων τετταράκοντα καὶ ποιῶν τὴν Ταυρικὴν καὶ Σκυθικὴν λεγομένην χερρόνησον·
ここには、いわゆる腐敗湖を海から40スタディオンにわたって隔て、タウリカおよびスキティアと呼ばれる半島を形成している地峡がある。
οἱ δὲ τριακοσίων ἑξήκοντα τὸ πλάτος τοῦ ἰσθμοῦ φασιν.
しかし、ある人々は地峡の幅が360スタディオンであると言っている。
ἡ δὲ σαπρὰ λίμνη σταδίων μὲν καὶ τετρακισχιλίων λέγεται, μέρος δʼ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν·
腐敗湖は4000スタディオンの長さがあると言われ、マイオティス湖の西側の部分である。
συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ.
というのも、それは大きな湖口によってこれと繋がっているからである。
ἑλώδης δʼ ἐστὶ σφόδρα καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος·
そこは極めて沼が多く、縫い合わされた船でも航行が困難である。
οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτουσιν, εἶτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν.
風が湿地を容易に露出させ、それから再び満たすため、沼地はより大きな船にとっては通行不能である。
ἔχει δʼ ὁ κόλπος νησίδια τρία καὶ προσβραχῆ τινα καὶ χοιραδώδη ὀλίγα κατὰ τὸν παράπλουν.
その湾は沿岸航行の途上に、3つの小島と、いくつかの浅瀬、少数の岩礁を持っている。
§7.4.2ἐκπλέοντι δʼ ἐν ἀριστερᾷ πολίχνη καὶ ἄλλος λιμὴν Χερρονησιτῶν.
船出する者にとって左手には、ヘルソネソス人の小都市ともう一つの港がある。
ἔκκειται γὰρ ἐπὶ τὴν μεσημβρίαν ἄκρα μεγάλη κατὰ τὸν παράπλουν ἐφεξῆς, μέρος οὖσα τῆς ὅλης χερρονήσου, ἐφʼ ᾗ ἵδρυται πόλις Ἡρακλεωτῶν ἄποικος τῶν ἐν τῷ Πόντῳ, αὐτὸ τοῦτο καλουμένη Χερρόνησος, διέχουσα τοῦ Τύρα παράπλουν σταδίων τετρακισχιλίων τετρακοσίων·
というのも、沿岸航行に従って次に、全体の半島の一部である大きな岬が南に突き出ており、その上にはポントス地方のヘラクレアからの入植都市が設立されており、それ自体がヘルソネソスと呼ばれ、テュラス川からの航路で4400スタディオン離れている。
ἐν ᾗ τὸ τῆς Παρθένου ἱερόν, δαίμονός τινος, ἧς ἐπώνυμος καὶ ἡ ἄκρα ἡ πρὸ τῆς πόλεώς ἐστιν ἐν σταδίοις ἑκατόν, καλουμένη Παρθένιον, ἔχον νεὼν τῆς δαίμονος καὶ ξόανον.
その都市には乙女の神殿があり、彼女は一柱の女神であって、都市の手前100スタディオンのところにある岬も彼女にちなんでパルテニオンと呼ばれ、その女神の神殿と木像を有している。
μεταξὺ δὲ τῆς πόλεως καὶ τῆς ἄκρας λιμένες τρεῖς·
その都市と岬の間には3つの港があり、その次に、破壊された旧ヘルソネソスがあり、その後に、狭い口の港がある。
εἶθʼ ἡ παλαιὰ Χερρόνησος κατεσκαμμένη καὶ μετʼ αὐτὴν λιμὴν στενόστομος, καθʼ ὃν μάλιστα οἱ Ταῦροι, Σκυθικὸν ἔθνος, τὰ λῃστήρια συνίσταντο τοῖς καταφεύγουσιν ἐπʼ αὐτὸν ἐπιχειροῦντες·
そこでは、スキティア系の民族であるタウロイ人が、そこに逃げ込む人々を襲って、最も海賊行為を行っていた。
καλεῖται δὲ συμβόλων λιμήν.
そこはシンボロンの港と呼ばれる。
οὗτος δὲ ποιεῖ πρὸς ἄλλον λιμένα Κτενοῦντα καλούμενον τετταράκοντα σταδίων ἰσθμόν·
これが、クテヌスと呼ばれる別の港に対して、40スタディオンの地峡を作っている。
οὗτος δʼ ἐστὶν ὁ ἰσθμὸς ὁ κλείων τὴν μικρὰν χερρόνησον, ἣν ἔφαμεν τῆς μεγάλης χερρονήσου μέρος, ἔχουσαν ἐν αὑτῇ τὴν ὁμωνύμως λεγομένην πόλιν Χερρόνησον.
これが、小半島を閉じる地峡であり、この小半島は大半島の一部であると我々が言ったもので、その内部に同名で呼ばれる都市ヘルソネソスを有している。
§7.4.3αὕτη δʼ ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους·
この都市はかつて自治を行っていたが、蛮族によって略奪されていたため、ミトリダテス・エウパトルを保護者として選ぶことを余儀なくされた。 彼は地峡の上の、ボリュステネス川に至るまでの蛮族に対する軍事遠征を目論んでいた。
ταῦτα δʼ ἦν ἐπὶ Ῥωμαίους παρασκευή.
これはローマ人に対する準備であった。
ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιὰν ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν Ἀπολλωνίδης δὲ ὀγδοήκοντα·
それゆえ彼は、これらの希望に沿って喜んでヘルソネソスに軍隊を送り、同時にスキティア人、すなわちスキロウロスおよびパラコスをめぐるスキロウロスの子ら(ポセイドニオスは50人、アポロニデスは80人と言っている)と戦った。
ἅμα δὲ τούτους τε ἐχειρώσατο βίᾳ καὶ Βοσπόρου κατέστη κύριος παρʼ ἑκόντος λαβὼν Παιρισάδου τοῦ κατέχοντος.
彼は彼らを武力で制圧すると同時に、支配者であったパイリサデスから自発的に譲り受けることで、ボスボロスの支配権をも手に入れた。
ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστι.
まさにその時から、ヘルソネソス人の都市は現在に至るまでボスボロスの支配者たちに臣従している。
τὸ δʼ ἴσον ὁ Κτενοῦς διέχει τῆς τε τῶν Χερρονησιτῶν πόλεως καὶ τοῦ συμβόλων λιμένος.
そして、クテヌスはヘルソネソス人の都市からもシンボロンの港からも等しい距離にある。
μετὰ δὲ τὸν συμβόλων λιμένα μέχρι Θεοδοσίας πόλεως ἡ Ταυρικὴ παραλία, χιλίων που σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς βορέαις ἵδρυται.
シンボロンの港の後、テオドシアの都市に至るまで、タウリカの海岸が位置しており、その長さはおよそ1000スタディオンで、険しく山がちで、北風が吹き荒れる場所である。
πρόκειται δʼ αὐτῆς ἄκρα πολὺ πρὸς τὸ πέλαγος καὶ τὴν μεσημβρίαν ἐκκειμένη κατὰ Παφλαγονίαν καὶ Ἄμαστριν πόλιν, καλεῖται δὲ Κριοῦ μέτωπον.
その前方には、はるか沖合へと、南に向かって、パフラゴニアおよびアマストリスの都市に対面して突き出た岬があり、これは「牡羊の額」と呼ばれる。
ἀντίκειται δʼ αὐτῇ τὸ τῶν Παφλαγόνων ἀκρωτήριον ἡ Κάραμβις τὸ διαιροῦν εἰς πελάγη δύο τὸν Εὔξεινον πόντον τῷ ἑκατέρωθεν σφιγγομένῳ πορθμῷ.
これと対峙するのは、パフラゴニア人の岬であるカランビスであり、これは両側から狭まる海峡によってエウクセイノス海を2つの海に分けている。
διέστηκε δʼ ἡ Κάραμβις τῆς μὲν τῶν Χερρονησιτῶν πόλεως σταδίους δισχιλίους καὶ πεντακοσίους, τοῦ δὲ Κριοῦ μετώπου πολὺ ἐλάττους τὸν ἀριθμόν·
カランビスはヘルソネソス人の都市からは2500スタディオン離れているが、「牡羊の額」からはそれよりはるかに少ない距離である。
συχνοὶ γοῦν τῶν διαπλευσάντων τὸν πορθμὸν ἅμα φασὶν ἰδεῖν ἀμφοτέρας ἑκατέρωθεν τὰς ἄκρας.
実際、この海峡を航行した多くの人々が、両側の双方の岬を同時に見たと言っている。
ἐν δὲ τῇ ὀρεινῇ τῶν Ταύρων καὶ τὸ ὄρος ἐστὶν ὁ Τραπεζοῦς, ὁμώνυμον τῇ πόλει τῇ περὶ τὴν Τιβαρανίαν καὶ τὴν Κολχίδα·
タウロイ人の山地にはトラペズスという山もあり、これはティバラニアおよびコルキス周辺の同名の都市と同じ名である。
καὶ ἄλλο δʼ ἐστὶν ὄρος Κιμμέριον κατὰ τὴν αὐτὴν ὀρεινήν, δυναστευσάντων ποτὲ τῶν Κιμμερίων ἐν τῷ Βοσπόρῳ· καθʼ ὃ καὶ Κιμμερικὸς Βόσπορος καλεῖται τοῦ πορθμοῦ πᾶν ὃ ἐπέχει τὸ στόμα τῆς Μαιώτιδος.
また、同じ山地にはキメリア山という別の山もある。 かつてキメリア人がボスボロスにおいて支配権を握っていたからであり、それゆえにマイオティス湖口の全体を占める海峡もキメリア・ボスボロスと呼ばれている。