Humanitext Reader

斯特拉波 · 地理学 §7.4.1-7.4.3

陶里卡地峡、腐湖与赫尔松涅索斯

第 212 段,共 577 段 · 希腊语

内容简介

本段描述了陶里卡地峡、腐湖以及赫erson涅索斯市及其周边的地理与历史。重点叙述了米特里达梯·尤帕托尔在此建立统治的过程以及陶里卡海岸的要塞地理。

§7.4.1ἐνταῦθα δʼ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν σαπρὰν λεγομένην λίμνην ἀπὸ τῆς θαλάττης σταδίων τετταράκοντα καὶ ποιῶν τὴν Ταυρικὴν καὶ Σκυθικὴν λεγομένην χερρόνησον· οἱ δὲ τριακοσίων ἑξήκοντα τὸ πλάτος τοῦ ἰσθμοῦ φασιν.
此处有地峡,宽四十斯塔迪翁,将所谓的腐湖与海洋隔开,并形成了所谓的陶里卡和斯基泰半岛;但有人说该地峡的宽度为三百六十斯塔迪翁。
ἡ δὲ σαπρὰ λίμνη σταδίων μὲν καὶ τετρακισχιλίων λέγεται, μέρος δʼ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν· συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ.
据说腐湖长达四千斯塔迪翁,是迈奥蒂斯湖的西部;因为它通过一个巨大的湖口与后者相通。
ἑλώδης δʼ ἐστὶ σφόδρα καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος· οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτουσιν, εἶτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν.
那里极多沼泽,即使是缝制船也难以航行;因为风很容易吹露浅滩,然后又将其填满,所以这些沼泽对于较大的船只来说是无法通过的。
ἔχει δʼ ὁ κόλπος νησίδια τρία καὶ προσβραχῆ τινα καὶ χοιραδώδη ὀλίγα κατὰ τὸν παράπλουν.
该湾在沿岸航行途中拥有三个小岛,以及一些浅滩和少数礁石。
§7.4.2ἐκπλέοντι δʼ ἐν ἀριστερᾷ πολίχνη καὶ ἄλλος λιμὴν Χερρονησιτῶν.
对于出港航行的人来说,在左手边是赫erson涅索斯人的一个小镇和另一个港口。
ἔκκειται γὰρ ἐπὶ τὴν μεσημβρίαν ἄκρα μεγάλη κατὰ τὸν παράπλουν ἐφεξῆς, μέρος οὖσα τῆς ὅλης χερρονήσου, ἐφʼ ᾗ ἵδρυται πόλις Ἡρακλεωτῶν ἄποικος τῶν ἐν τῷ Πόντῳ, αὐτὸ τοῦτο καλουμένη Χερρόνησος, διέχουσα τοῦ Τύρα παράπλουν σταδίων τετρακισχιλίων τετρακοσίων·
因为在沿岸航行中,紧接着向南突出一个巨大的岬角,它是整个半岛的一部分,其上建有一座城市,是蓬托斯赫拉克利亚人的殖民地,城市本身被称为赫erson涅索斯,距离蒂拉斯河有四千四百斯塔迪翁的航程。
ἐν ᾗ τὸ τῆς Παρθένου ἱερόν, δαίμονός τινος, ἧς ἐπώνυμος καὶ ἡ ἄκρα ἡ πρὸ τῆς πόλεώς ἐστιν ἐν σταδίοις ἑκατόν, καλουμένη Παρθένιον, ἔχον νεὼν τῆς δαίμονος καὶ ξόανον.
城内有帕耳忒诺斯的神庙,她是一位女神,城前一百斯塔迪翁处的岬角也因她而被称为帕耳忒尼翁,建有该女神的神庙和木雕神像。
μεταξὺ δὲ τῆς πόλεως καὶ τῆς ἄκρας λιμένες τρεῖς· εἶθʼ ἡ παλαιὰ Χερρόνησος κατεσκαμμένη καὶ μετʼ αὐτὴν λιμὴν στενόστομος, καθʼ ὃν μάλιστα οἱ Ταῦροι, Σκυθικὸν ἔθνος, τὰ λῃστήρια συνίσταντο τοῖς καταφεύγουσιν ἐπʼ αὐτὸν ἐπιχειροῦντες· καλεῖται δὲ συμβόλων λιμήν.
在城市和岬角之间有三个港口;随后是被夷为平地的旧赫erson涅索斯,紧接着是一个窄口港,斯基泰族群陶里人最常在此建立海盗据点,袭击逃入其中的人们;这里被称为辛波隆港。
οὗτος δὲ ποιεῖ πρὸς ἄλλον λιμένα Κτενοῦντα καλούμενον τετταράκοντα σταδίων ἰσθμόν· οὗτος δʼ ἐστὶν ὁ ἰσθμὸς ὁ κλείων τὴν μικρὰν χερρόνησον, ἣν ἔφαμεν τῆς μεγάλης χερρονήσου μέρος, ἔχουσαν ἐν αὑτῇ τὴν ὁμωνύμως λεγομένην πόλιν Χερρόνησον.
该港与另一个被称为克特努斯的港口形成了一个四十斯塔迪翁宽的地峡;这就是封闭小半岛的地峡,我们曾说这小半岛是大半岛的一部分,其内部拥有同名被称为赫erson涅索斯的城市。
§7.4.3αὕτη δʼ ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους· ταῦτα δʼ ἦν ἐπὶ Ῥωμαίους παρασκευή.
这座城市以前是自治的,但因受到蛮族的劫掠,被迫选择米特里达梯·尤帕托尔作为保护者,当时他正图谋对地峡上方一直到博留斯提涅斯河的蛮族进行军事远征;这是针对罗马人的准备。
ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιὰν ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν Ἀπολλωνίδης δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτους τε ἐχειρώσατο βίᾳ καὶ Βοσπόρου κατέστη κύριος παρʼ ἑκόντος λαβὼν Παιρισάδου τοῦ κατέχοντος.
因此,他怀着这些期望,欣然派兵前往赫erson涅索斯,同时与斯基泰人作战,包括斯基鲁罗斯以及围绕帕拉科斯的斯基鲁罗斯之子们(波塞多尼乌斯说他们有五十人,阿波罗尼德斯说有八十人);他同时用武力制服了这些人,并成为博斯普鲁斯的主人,这是他从当时占领那里的派里萨德斯手中自愿接管的。
ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστι.
正是从那时起,赫erson涅索斯人的城市直到现在都臣属于博斯普鲁斯的统治者。
τὸ δʼ ἴσον ὁ Κτενοῦς διέχει τῆς τε τῶν Χερρονησιτῶν πόλεως καὶ τοῦ συμβόλων λιμένος.
克特努斯距离赫erson涅索斯人的城市和辛波隆港的距离相等。
μετὰ δὲ τὸν συμβόλων λιμένα μέχρι Θεοδοσίας πόλεως ἡ Ταυρικὴ παραλία, χιλίων που σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς βορέαις ἵδρυται.
在辛波隆港之后直到西奥多西亚市,是陶里卡海岸,长约一千斯塔迪翁,地势崎岖多山,常年受北风肆虐。
πρόκειται δʼ αὐτῆς ἄκρα πολὺ πρὸς τὸ πέλαγος καὶ τὴν μεσημβρίαν ἐκκειμένη κατὰ Παφλαγονίαν καὶ Ἄμαστριν πόλιν, καλεῖται δὲ Κριοῦ μέτωπον.
在它前方,有一个岬角向南突入公海极深,正对帕夫拉戈尼亚和阿马斯特里斯城,被称为“羊额”。
ἀντίκειται δʼ αὐτῇ τὸ τῶν Παφλαγόνων ἀκρωτήριον ἡ Κάραμβις τὸ διαιροῦν εἰς πελάγη δύο τὸν Εὔξεινον πόντον τῷ ἑκατέρωθεν σφιγγομένῳ πορθμῷ.
与之相对的是帕夫拉戈尼亚人的岬角卡兰比斯,它通过两边收窄的海峡将厄克斯海分为两部分。
διέστηκε δʼ ἡ Κάραμβις τῆς μὲν τῶν Χερρονησιτῶν πόλεως σταδίους δισχιλίους καὶ πεντακοσίους, τοῦ δὲ Κριοῦ μετώπου πολὺ ἐλάττους τὸν ἀριθμόν· συχνοὶ γοῦν τῶν διαπλευσάντων τὸν πορθμὸν ἅμα φασὶν ἰδεῖν ἀμφοτέρας ἑκατέρωθεν τὰς ἄκρας.
卡兰比斯距离赫erson涅索斯人的城市两千五百斯塔迪翁,而距离“羊额”的距离则要短得多;事实上,许多横渡该海峡的人说他们同时看到了两边的这两个岬角。
ἐν δὲ τῇ ὀρεινῇ τῶν Ταύρων καὶ τὸ ὄρος ἐστὶν ὁ Τραπεζοῦς, ὁμώνυμον τῇ πόλει τῇ περὶ τὴν Τιβαρανίαν καὶ τὴν Κολχίδα· καὶ ἄλλο δʼ ἐστὶν ὄρος Κιμμέριον κατὰ τὴν αὐτὴν ὀρεινήν, δυναστευσάντων ποτὲ τῶν Κιμμερίων ἐν τῷ Βοσπόρῳ· καθʼ ὃ καὶ Κιμμερικὸς Βόσπορος καλεῖται τοῦ πορθμοῦ πᾶν ὃ ἐπέχει τὸ στόμα τῆς Μαιώτιδος.
在陶里人的山区中还有一座特拉佩祖斯山,与蒂巴拉尼亚和科尔基斯地区同名的城市名字相同;在同一山区中还有另一座辛梅里安山,因为辛梅里安人曾统治过博斯普鲁斯;因此,占据整个迈奥蒂斯湖口的狭窄水道也被称为辛梅里安博斯普鲁斯。

词汇与语法注释

  1. 7.4.2ἐκπλέοντι — 关系与格(dativus iudicantis),表示观察者的视角,即“对于出港航行的人来说,在左手边……”。
  2. 7.4.3στρατηγιῶντα — 派生自“将军”( στρατηγός )的意愿动词(desiderative verb) στρατηγιάω (意图进行军事远征,渴望作为将军交战)的现在分词。在此处用以表达米特里达梯的主观意图或军事规划。
  3. 7.4.3τὸ δʼ ἴσον — 作副词使用的宾格(范围/程度宾格),意为“等距离地”。它修饰不及物动词 διέχει (相距),表示克特努斯港到两个地点的距离相等。

引用这一段

斯特拉波, 地理学 §7.4.1-7.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.4.1-7.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。