§7.3.17εἶτα Βορυσθένης ποταμὸς πλωτὸς ἐφʼ ἑξακοσίους σταδίους καὶ πλησίον ἄλλος ποταμὸς Ὕπανις καὶ νῆσος πρὸ τοῦ στόματος τοῦ Βορυσθένους ἔχουσα λιμένα.
次に、600スタディオンにわたって船の通れるボリュステネス川があり、その近くに別のヒュパニス川があり、ボリュステネス川の河口の前には港を持つ島がある。
πλεύσαντι δὲ τὸν Βορυσθένη σταδίους διακοσίους ὁμώνυμος τῷ ποταμῷ πόλις·
ボリュステネス川を200スタディオン遡行した者にとって、川と同名の都市がある。
ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, μέγα ἐμπόριον, κτίσμα Μιλησίων.
この都市はオルビアとも呼ばれ、大交易地であり、ミレトス人の植民市である。
ἡ δὲ ὑπερκειμένη πᾶσα χώρα τοῦ λεχθέντος μεταξὺ Βορυσθένους καὶ Ἴστρου πρώτη μέν ἐστιν ἡ τῶν Γετῶν ἐρημία, ἔπειτα οἱ Τυρεγέται, μεθʼ οὓς οἱ Ἰάζυγες Σαρμάται καὶ οἱ Βασίλειοι λεγόμενοι καὶ Οὖργοι, τὸ μὲν πλέον νομάδες, ὀλίγοι δὲ καὶ γεωργίας ἐπιμελούμενοι·
前述のボリュステネス川とイストロス川の間の上方に位置する全地域は、まず最初はゲタイ人の荒野であり、次にテュレゲタイ人がおり、彼らの後に、ヤジュゲスと呼ばれるサルマタイ人、王族サルマタイ人、ウルゴイ人がいる。 彼らはその大部分が遊牧民であり、少数は農耕にも従事している。
τούτους φασὶ καὶ παρὰ τὸν Ἴστρον οἰκεῖν, ἐφʼ ἑκάτερα πολλάκις.
人々は、彼らがイストロス川の沿岸にも、しばしばその両岸に住んでいると言っている。
ἐν δὲ τῇ μεσογαίᾳ Βαστάρναι μὲν τοῖς Τυρεγέταις ὅμοροι καὶ Γερμανοῖς, σχεδόν τι καὶ αὐτοὶ τοῦ Γερμανικοῦ γένους ὄντες, εἰς πλείω φῦλα διῃρημένοι.
内陸部では、バスタルナイ人がテュレゲタイ人およびゲルマニア人と隣り合っており、彼ら自身もほぼゲルマン系民族であって、いくつかの部族に分かれている。
καὶ γὰρ Ἄτμονοι λέγονταί τινες καὶ Σιδόνες, οἱ δὲ τὴν Πεύκην κατασχόντες τὴν ἐν τῷ Ἴστρῳ νῆσον Πευκῖνοι, Ῥωξολανοὶ δʼ ἀρκτικώτατοι τὰ μεταξὺ τοῦ Τανάιδος καὶ Βορυσθένους νεμόμενοι πεδία.
というのも、ある者たちはアトモノイ人、また別の者たちはシドネス人と呼ばれ、イストロス川の島ペウケを占領した者たちはペウキノイ人と呼ばれるからである。 また、ロクソラノイ人は最も北に位置し、タナイス川とボリュステネス川の間の平原を領有している。
ἡ γὰρ προσάρκτιος πᾶσα ἀπὸ Γερμανίας μέχρι τῆς Κασπίας πεδιάς ἐστιν, ἣν ἴσμεν· ὑπὲρ δὲ τῶν Ῥωξολανῶν εἴ τινες οἰκοῦσιν οὐκ ἴσμεν.
というのも、ゲルマニアからカスピ海に至る北方の全地域は、我々の知る限り平原であり、ロクソラノイ人の上方に誰かが住んでいるかどうかは我々は知らないからである。
οἱ δὲ Ῥωξολανοὶ καὶ πρὸς τοὺς Μιθριδάτου τοῦ Εὐπάτορος στρατηγοὺς ἐπολέμουν ἔχοντες ἡγεμόνα Τάσιον·
ロクソラノイ人は、タシオスを指導者として、ミトリダテス・エウパトルの将軍たちとも戦った。
ἧκον δὲ Παλάκῳ συμμαχήσοντες τῷ Σκιλούρου, καὶ ἐδόκουν μὲν εἶναι μάχιμοι, πρὸς μέντοι συντεταγμένην φάλαγγα καὶ ὡπλισμένην καλῶς τὸ βάρβαρον φῦλον ἀσθενὲς πᾶν ἐστι καὶ τὸ γυμνητικόν.
彼らはスキロウロスの子パラコスと同盟して戦うためにやって来た。 彼らは戦闘的であると思われていたが、しかし、整然と隊列を組み十分に武装したファランクスに対しては、蛮族の部族はすべて脆弱であり、軽装兵も同様である。
ἐκεῖνοι γοῦν περὶ πέντε μυριάδας πρὸς ἑξακισχιλίους τοὺς Διοφάντῳ, τῷ τοῦ Μιθριδάτου στρατηγῷ, συμπαραταξαμένους οὐκ ἀντέσχον, ἀλλʼ οἱ πλεῖστοι διεφθάρησαν.
実際、彼らはおよそ5万人であったが、ミトリダテスの将軍ディオファントスに率いられて対陣した6千人の兵に対して持ちこたえられず、その大部分が滅ぼされた。
χρῶνται δὲ ὠμοβοΐνοις κράνεσι καὶ θώραξι, γερροφόροι, ἀμυντήρια δʼ ἔχοντες καὶ λόγχας καὶ τόξον καὶ ξίφος·
彼らは未加工の牛皮の兜と胸当てを用い、編み枝の盾を携え、防衛用武器、槍、弓、剣を持っている。
τοιοῦτοι δὲ καὶ τῶν ἄλλων οἱ πλείους.
他の者たちの大部分も同様である。
τῶν δὲ νομάδων αἱ σκηναὶ πιλωταὶ πεπήγασιν ἐπὶ ταῖς ἁμάξαις, ἐν αἷς διαιτῶνται·
遊牧民のテントはフェルト製で、彼らが生活する荷車の上に固定されている。
περὶ δὲ τὰς σκηνὰς τὰ βοσκήματα, ἀφʼ ὧν τρέφονται καὶ γάλακτι καὶ τυρῷ καὶ κρέασιν·
テントの周囲には家畜がおり、彼らはそのミルク、チーズ、肉を食べて暮らしている。
ἀκολουθοῦσι δὲ ταῖς νομαῖς μεταλαμβάνοντες τόπους ἀεὶ τοὺς ἔχοντας πόαν, χειμῶνος μὲν ἐν τοῖς ἕλεσι τοῖς περὶ τὴν Μαιῶτιν, θέρους δὲ καὶ ἐν τοῖς πεδίοις.
彼らは草のある場所を常に求めて移動し、遊牧地に従って移動する。 冬はマイオティス湖周辺の湿地帯で、夏は平原でも過ごす。
§7.3.18ἅπασα δʼ ἡ χώρα δυσχείμερός ἐστι μέχρι τῶν ἐπὶ θαλάττῃ τόπων τῶν μεταξὺ Βορυσθένους καὶ τοῦ στόματος τῆς Μαιώτιδος·
そして、全地域はボリュステネス川とマイオティス湖口の間の沿海地方に至るまで厳しい冬に見舞われる。
αὐτῶν δὲ τῶν ἐπὶ θαλάττῃ τὰ ἀρκτικώτατα τό τε στόμα τῆς Μαιώτιδος καὶ ἔτι μᾶλλον τὸ τοῦ Βορυσθένους ὁ μυχὸς τοῦ Ταμυράκου κόλπου, καὶ Καρκινίτου, καθʼ ὃν ὁ ἰσθμὸς τῆς μεγάλης χερρονήσου.
その沿海地方のうちで最も北に位置するのは、マイオティス湖口、さらにはボリュステネス川の河口よりもむしろ、タミュラケス湾およびカルキニテス湾の最奥部であり、そこには大半島の地峡がある。
δηλοῖ δὲ τὰ ψύχη, καίπερ ἐν πεδίοις οἰκούντων·
寒さの厳しさは、彼らが平原に住んでいるにもかかわらず、明らかである。
ὄνους τε γὰρ οὐ τρέφουσι (δύσριγον γὰρ τὸ ζῷον), οἵ τε βόες οἱ μὲν ἄκερῳ γεννῶνται, τῶν δʼ ἀπορρινῶσι τὰ κέρατα (καὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος), οἵ τε ἵπποι μικροί, τὰ δὲ πρόβατα μεγάλα·
というのも、彼らはロバを飼育しない(この動物は寒さに極めて弱いからである)。 また、牛の中には角なしで生まれるものもあれば、角が抜け落ちるものもある(角もまた寒さに弱い部分だからである)。 馬は小さく、羊は大きい。
ῥήττονται δὲ χαλκαῖ ὑδρίαι, τὰ δʼ ἐνόντα συμπήττεται.
また、青銅の水瓶が割れ、中身が凍りつく。
τῶν δὲ πάγων ἡ σφοδρότης μάλιστα ἐκ τῶν συμβαινόντων περὶ τὸ στόμα τῆς Μαιώτιδος δῆλός ἐστιν.
氷の激しさは、マイオティス湖口周辺で起こる事柄から最も明らかである。
ἁμαξεύεται γὰρ ὁ διάπλους ὁ εἰς Φαναγόρειαν ἐκ τοῦ Παντικαπαίου, ὥστε καὶ πλοῦν εἶναι καὶ ὁδόν·
パンティカパイオンからファナゴレイアへの渡航路は荷車で通行でき、航路でもあり道路でもある。
Νεοπτόλεμον δέ φασι τὸν τοῦ Μιθριδάτου στρατηγὸν ἐν τῷ αὐτῷ πόρῳ θέρους μὲν ναυμαχίᾳ περιγενέσθαι τῶν βαρβάρων, χειμῶνος δʼ ἱππομαχίᾳ.
ミトリダテスの将軍ネオプトレモスは、同じ海峡において、夏には海戦で蛮族に勝利し、冬には騎馬戦で勝利したと言われている。
ὀρυκτοί τέ εἰσιν ἰχθύες οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ τῇ προσαγορευομένῃ γαγγάμῃ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος.
また、氷の中に閉じ込められた魚は、ガニガメと呼ばれる網で掘り出され、特にアンタカイオスは、大きさがイルカにほぼ等しい。
φασὶ δὲ καὶ τὴν ἄμπελον ἐν τῷ Βοσπόρῳ κατορύττεσθαι χειμῶνος, ἐπαμώντων πολὺ τῆς γῆς.
また、ボスボロスでは冬、人々が大量の土をかぶせてブドウの木を埋めると言われている。
λέγεται δὲ καὶ τὰ καύματα σφοδρὰ γίνεσθαι, τάχα μὲν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων ἀνηνεμούντων τότε, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν.
また、夏の暑さも激しくなると言われているが、それはおそらく人々が慣れていないからか、あるいは平原がそのとき無風だからか、あるいは空気の濃密さがより加熱されるからであろう、ちょうど雲の中で幻日が生じるように。
Ἀτέας δὲ δοκεῖ τῶν πλείστων ἄρξαι τῶν ταύτῃ βαρβάρων ὁ πρὸς Φίλιππον πολεμήσας τὸν Ἀμύντου.
アテアスは、アミュンタスの子フィリッポスと戦った人物であるが、この地域の大部分の蛮族を支配したと考えられている。
§7.3.19μετὰ δὲ τὴν πρὸ τοῦ Βορυσθένους νῆσον ἑξῆς πρὸς ἀνίσχοντα ἥλιον ὁ πλοῦς ἐπὶ ἄκραν τὴν τοῦ Ἀχιλλείου δρόμου, ψιλὸν μὲν χωρίον καλούμενον δʼ ἄλσος, ἱερὸν Ἀχιλλέως·
ボリュステネス川の前にある島の後に、太陽の昇る方に向かって続けて航行すると、アキレウスの競走路の岬へと至る。 そこは木のない場所であるが聖なる森と呼ばれ、アキレウスの神殿がある。
εἶθʼ ὁ Ἀχίλλειος δρόμος, ἁλιτενὴς χερρόνησος·
それからアキレウスの競走路と呼ばれる、海に延びた半島がある。
ἔστι γὰρ ταινία τις ὅσον χιλίων σταδίων μῆκος ἐπὶ τὴν ἕω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, ἐλάχιστον τεττάρων πλέθρων, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου σταδίους ἑξήκοντα, ἀμμώδης, ὕδωρ ἔχουσα ὀρυκτόν·
それは東に向かって長さ約1000スタディオンの細長い帯のような土地であり、幅は最大で2スタディオン、最小で4プレトロンであり、その首の両側にある本土から60スタディオン離れており、砂地で、掘れば水が出る。
κατὰ μέσην δʼ ὁ τοῦ ἰσθμοῦ αὐχὴν ὅσον τετταράκοντα σταδίων·
その中ほどには約40スタディオンの地峡の首がある。
τελευτᾷ δὲ πρὸς ἄκραν ἣν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον βλέποντα πρὸς τὴν ἤπειρον·
それはタミュラケと呼ばれる岬に終わり、そこには本土に面した錨地がある。
μεθʼ ἣν ὁ Καρκινίτης κόλπος εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους χιλίους, οἱ δὲ καὶ τριπλασίους φασὶ μέχρι τοῦ μυχοῦ καλοῦνται δὲ Τάφριοι.
その後に大きなカルキニテス湾があり、北に向かって約1000スタディオン入港しており、ある人々はその最奥部まではその3倍あると言っており、そこの住民はタフリオイ人と呼ばれる。
τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῇ ἄκρᾳ.
また、人々はその湾を、岬と同名でタミュラケスとも呼んでいる。