Humanitext Reader

ストラボン · 地理誌 §7.1.4-7.1.5

対ゲルマン戦争とヘルキュニアの森の諸部族

202 / 577 箇所 · ギリシア語

要旨

ローマ帝国とゲルマン諸部族との間の戦争や、トイトブルクの戦い後のゲルマニクスによる凱旋式の様子について説明し、さらにヘルキュニアの森とその周辺の地理的特徴や居住民族について解説する。

§7.1.4γνώριμα δὲ ταῦτα κατέστη τὰ ἔθνη πολεμοῦντα πρὸς Ῥωμαίους, εἶτʼ ἐνδιδόντα καὶ πάλιν ἀφιστάμενα ἢ καὶ καταλείποντα τὰς κατοικίας·
これらの諸部族は、ローマ人と戦争をし、次いで降伏し、再び離反し、あるいはその居住地を放棄することによって知られるようになった。
κἂν πλείω δὲ γνώριμα ὑπῆρξεν, εἰ ἐπέτρεπε τοῖς στρατηγοῖς ὁ Σεβαστὸς διαβαίνειν τὸν Ἄλβιν μετιοῦσι τοὺς ἐκεῖσε ἀπανισταμένους.
そして、もしアウグストゥスが、あちらへと退去していく者たちを追撃してアルビス川を渡ることを将軍たちに許していたならば、さらに多くの部族が知られるようになっていただろう。
νυνὶ δʼ εὐπορώτερον ὑπέλαβε στρατηγεῖν τὸν ἐν χερσὶ πόλεμον, εἰ τῶν ἔξω τοῦ Ἄλβιος καθʼ ἡσυχίαν ὄντων ἀπέχοιτο καὶ μὴ παροξύνοι πρὸς τὴν κοινωνίαν τῆς ἔχθρας.
しかし実際には、彼は、アルビス川の外側にいて平穏を保っている者たちから距離を置き、敵意の共有へと彼らを刺激しないならば、手元にある戦争を遂行することがより容易であると考えたのである。
ἤρξαντο δὲ τοῦ πολέμου Σούγαμβροι πλησίον οἰκοῦντες τοῦ Ῥήνου, Μέλωνα ἔχοντες ἡγεμόνα·
さて、ライン川の近くに住むスガンブリ人が、メロンを指導者として戦争を開始した。
κἀκεῖθεν ἤδη διεδέχοντο ἄλλοτʼ ἄλλοι δυναστεύοντες καὶ καταλυόμενοι, πάλιν δʼ ἀφιστάμενοι, προδιδόντες καὶ τὰ ὅμηρα καὶ τὰς πίστεις.
そしてそれ以来、ある時は別の者が、またある時は別の者が、支配権を握っては打ち倒され、再び離反し、人質をも信義をも裏切って、次々と引き継いでいった。
πρὸς οὓς ἡ μὲν ἀπιστία μέγα ὄφελος, οἱ δὲ πιστευθέντες τὰ μέγιστα κατέβλαψαν, καθάπερ οἱ Χηροῦσκοι καὶ οἱ τούτοις ὑπήκοοι, παρʼ οἷς τρία τάγματα Ῥωμαίων μετὰ τοῦ στρατηγοῦ Ὀυάρου Κουιντιλλίου παρασπονδηθέντα ἀπώλετο ἐξ ἐνέδρας.
彼らに対しては、不信が大いなる助けとなったが、信頼された者たちは最大の損害を与えた。 ケルスコイ人とその配下の者たちのように。 彼らのもとで、ローマの三つの軍団が将軍クインティリウス・ウァルスとともに、協定を破られて伏兵によって全滅したのである。
ἔτισαν δὲ δίκας ἅπαντες καὶ παρέσχον τῷ νεωτέρῳ Γερμανικῷ λαμπρότατον θρίαμβον, ἐν ᾧ ἐθριαμβεύθη τῶν ἐπιφανεστάτων ἀνδρῶν σώματα καὶ γυναικῶν, Σεγιμοῦντός τε Σεγέστου υἱός, Χηρούσκων ἡγεμών, καὶ ἀδελφὴ αὐτοῦ, γυνὴ δʼ Ἀρμενίου τοῦ πολεμαρχήσαντος ἐν τοῖς Χηρούσκοις ἐν τῇ πρὸς Ὀυᾶρον Κουιντίλλιον παρασπονδήσει καὶ νῦν ἔτι συνέχοντος τὸν πόλεμον, ὄνομα Θουσνέλδα, καὶ υἱὸς τριετὴς Θουμέλικος·
しかし彼らは全員、報いを受け、若きゲルマニクスに極めて輝かしい凱旋式をもたらした。 その凱旋式においては、最も著名な男たちや女たちの身の回りのものが引き回された。 すなわち、セゲステスの子でケルスコイ人の指導者であるセギムントゥス、および彼の姉妹であり、クインティリウス・ウァルスに対する協定破りにおいてケルスコイ人の間で戦争を指導し、現在もなお戦争を継続しているアルミニウスの妻である、名はトゥスネルダ、そしてその三歳の子であるトゥメリコス。
ἔτι δὲ Σεσίθακος, Σεγιμήρου υἱὸς τῶν Χηρούσκων ἡγεμόνος, καὶ γυνὴ τούτου Ῥαμίς, Οὐκρομήρου θυγάτηρ ἡγεμόνος Χάττων, καὶ Δευδόριξ, Βαιτόριγος τοῦ Μέλωνος ἀδελφοῦ υἱός, Σούγαμβρος.
さらに、ケルスコイ人の指導者セギメルスの子であるセシタコス、およびその妻でハットイ人の指導者ウクロメロスの娘であるラミス、そしてメロンの兄弟であるバイトリクスの子でスガンブリ人であるデウドーリクス。
Σεγέστης δὲ ὁ πενθερὸς τοῦ Ἀρμενίου καὶ ἐξ ἀρχῆς διέστη πρὸς τὴν γνώμην αὐτοῦ καὶ λαβὼν καιρὸν ηὐτομόλησε καὶ τῷ θριάμβῳ παρῆν τῶν φιλτάτων, ἐν τιμῇ ἀγόμενος.
他方、アルミニウスの義父であるセゲステスは、最初から彼の意図に反対しており、好機を捉えて寝返り、最も愛する者たちの凱旋式に立ち会い、名誉ある待遇を受けた。
ἐπόμπευσε δὲ καὶ Λίβης τῶν Χάττων ἱερεύς, καὶ ἄλλα δὲ σώματα ἐπομπεύθη ἐκ τῶν πεπορθημένων ἐθνῶν, Καούλκων Καμψανῶν Βρουκτέρων Οὐσίπων Χηρούσκων Χάττων Χαττουαρίων Λανδῶν Τουβαττίων.
また、ハットイ人の神官であるリベスも行進させられ、さらに略奪された諸部族から、カウルコイ人、カンプサノイ人、ブルクテリ人、ウシポイ人、ケルスコイ人、ハットイ人、ハットゥアリオイ人、ランドイ人、トゥバッティオイ人の他の人々も行進させられた。
διέχει δὲ τοῦ Ἄλβιος ὁ Ῥῆνος περὶ τρισχιλίους σταδίους, εἴ τις εὐθυπορούσας ἔχοι τὰς ὁδούς·
もし道が真っ直ぐであるならば、ライン川はアルビス川から約三千スタディオン離れている。
νυνὶ δὲ διὰ σκολιᾶς καὶ ἑλώδους καὶ δρυμῶν κυκλοπορεῖν ἀνάγκη.
しかし現在は、曲がりくねった湿地や森を通って迂回せざるを得ない。
§7.1.5ὁ δὲ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν, ἐν μέσῳ δὲ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη, περὶ ἧς εἰρήκαμεν.
ヘルキュニアの森は、険しい地域においてより密に茂り、大木が生い茂っており、大きな円を囲んでいる。 その中央には、居住に適した地方が位置しており、これについては我々がすでに述べた。
ἔστι δὲ πλησίον αὐτῆς ἥ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα.
その近くには、イストロス川の源流、ライン川の源流、そして両者の間にある湖、およびライン川から溢れ出た湿地がある。
ἔστι δʼ ἡ λίμνη τὴν μὲν περίμετρον σταδίων πλειόνων ἢ πεντακοσίων, δίαρμα δὲ ἐγγὺς διακοσίων.
その湖は、周囲が五百スタディオン以上、横断距離が二百スタディオン近くある。
ἔχει δὲ καὶ νῆσον, ᾗ ἐχρήσατο ὁρμητηρίῳ Τιβέριος ναυμαχῶν πρὸς Ὀυινδολικούς.
それはまた島を含んでおり、ティベリウスはウィンデリコイ人と海戦を行う際に、そこを基地として用いた。
νοτιωτέρα δʼ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη, ὥστʼ ἀνάγκη τῷ ἐκ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντι πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτʼ ἤδη διʼ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν τὰς προβάσεις ποιεῖσθαι διʼ ὀροπεδίων.
この湖もイストロス川の源流より南に位置している。 それゆえ、ケルト人の土地からヘルキュニアの森へと向かう者は、まず湖を渡り、次いでイストロス川を渡り、それから初めて、高原を通るより平易な地域を通じて森へと進まねばならない。
ἡμερήσιον δʼ ἀπὸ τῆς λίμνης προελθὼν ὁδὸν Τιβέριος εἶδε τὰς τοῦ Ἴστρου πηγάς.
ティベリウスは、湖から一日の行程を進んで、イストロス川の源流を目にした。
προσάπτονται δὲ τῆς λίμνης ἐπʼ ὀλίγον μὲν οἱ Ῥαιτοί, τὸ δὲ πλέον Ἑλουήττιοι καὶ Ὀυινδολικοί καὶ ἡ Βοίων ἐρημία.
湖に接しているのは、ライトイ人はわずかであり、大部分はヘルウェッティオイ人、ウィンデリコイ人、そしてボイオイ人の荒野である。
μέχρι Παννονίων πάντες, τὸ πλέον δʼ Ἑλουήττιοι καὶ Ὀυινδολικοί, οἰκοῦσιν ὀροπέδια.
パンノニア人に至るまでのすべての者が、そして大部分はヘルウェッティオイ人とウィンデリコイ人が、高原に住んでいる。
Ῥαιτοὶ δὲ καὶ Νωρικοὶ μέχρι τῶν Ἀλπείων ὑπερβολῶν ἀνίσχουσι καὶ πρὸς τὴν Ἰταλίαν περινεύουσιν, οἱ μὲν Ἰνσούβροις συνάπτοντες οἱ δὲ Κάρνοις καὶ τοῖς περὶ τὴν Ἀκυληίαν χωρίοις.
ライトイ人とノリコイ人は、アルプスの峠に達するまでそびえ立っており、イタリアの方へと傾斜している。 あるものはインスブレス人と接し、他のものはカルニ人やアクイレイア周辺の地域と接している。
ἔστι δὲ καὶ ἄλλη ὕλη μεγάλη Γαβρῆτα ἐπὶ τάδε τῶν Σοήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός·
スエビ人のこちら側にはガブレタという別の大きな森があり、向こう側にはヘルキュニアの森がある。
ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.
後者もまた彼らによって占有されている。

語釈・文法注

  1. §7.1.4κἂν πλείω δὲ γνώριμα ὑπῆρξεν, εἰ ἐπέτρεπε — 過去の事実に反する仮定を表す反実仮想の構文(εἰ +直説法過去 [ἐπέτρεπε]、帰結節は ἄν [κἂν = καὶ ἄν] +直説法過去 [ὑπῆρξεν])であり、アウグストゥスが将軍たちにアルビス川の渡河を禁じたという過去の歴史的事実を前提としている。
  2. §7.1.4εἰ τῶν ἔξω τοῦ Ἄλβιος καθʼ ἡσυχίαν ὄντων ἀπέχοιτο καὶ μὴ παροξύνοι — 過去の主節の動詞(ὑπέλαβε)に従属する間接話法(思考内容)における条件節であり、本来の直接話法における「未来の不確定な仮定(εἰ +希求法)」が、過去時制の主動詞に伴う斜格の希求法(optative in indirect discourse)として維持されている。
  3. §7.1.4τῶν ἐπιφανεστάτων ἀνδρῶν σώματα καὶ γυναικῶν — 名詞 `σώματα`(複数形、文字通りには「身体」)は、ここでは凱旋式で引き回された捕虜としての「人物」または「身の回りの者たち」そのものを指す代理表現(換喩・迂言法)として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §7.1.4-7.1.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.1.4-7.1.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。