Humanitext Reader

斯特拉波 · 地理学 §7.1.4-7.1.5

对日耳曼战争与赫尔辛尼亚森林诸部族

第 202 段,共 577 段 · 希腊语

内容简介

本文记述了罗马帝国与日耳曼诸部落之间的战争、瓦鲁斯战败后日耳曼尼库斯举办的凯旋式细节,并介绍了赫尔辛尼亚森林及其周边地区的地理特征与居住民族。

§7.1.4γνώριμα δὲ ταῦτα κατέστη τὰ ἔθνη πολεμοῦντα πρὸς Ῥωμαίους, εἶτʼ ἐνδιδόντα καὶ πάλιν ἀφιστάμενα ἢ καὶ καταλείποντα τὰς κατοικίας·
这些部落是通过与罗马人作战、随后降伏并再次反叛、甚至抛弃其居所而为人所知的。
κἂν πλείω δὲ γνώριμα ὑπῆρξεν, εἰ ἐπέτρεπε τοῖς στρατηγοῖς ὁ Σεβαστὸς διαβαίνειν τὸν Ἄλβιν μετιοῦσι τοὺς ἐκεῖσε ἀπανισταμένους.
如果奥古斯都允许将军们越过阿尔比斯河去追击退往那里的逃亡者,那么还会有更多的部落为人所知。
νυνὶ δʼ εὐπορώτερον ὑπέλαβε στρατηγεῖν τὸν ἐν χερσὶ πόλεμον, εἰ τῶν ἔξω τοῦ Ἄλβιος καθʼ ἡσυχίαν ὄντων ἀπέχοιτο καὶ μὴ παροξύνοι πρὸς τὴν κοινωνίαν τῆς ἔχθρας.
但实际上,他认为,如果避开阿尔比斯河以外那些保持安宁的人,不激怒他们加入敌对阵营,那么进行手头上的战争就会更加容易。
ἤρξαντο δὲ τοῦ πολέμου Σούγαμβροι πλησίον οἰκοῦντες τοῦ Ῥήνου, Μέλωνα ἔχοντες ἡγεμόνα· κἀκεῖθεν ἤδη διεδέχοντο ἄλλοτʼ ἄλλοι δυναστεύοντες καὶ καταλυόμενοι, πάλιν δʼ ἀφιστάμενοι, προδιδόντες καὶ τὰ ὅμηρα καὶ τὰς πίστεις.
现在,居住在莱茵河附近的苏甘布里人,在美隆的率领下开始了战争;从那时起,不同的统治者在不同的时期相继接替,有的获得权力,有的被推翻,并再次反叛,背叛了人质和信义。
πρὸς οὓς ἡ μὲν ἀπιστία μέγα ὄφελος, οἱ δὲ πιστευθέντες τὰ μέγιστα κατέβλαψαν, καθάπερ οἱ Χηροῦσκοι καὶ οἱ τούτοις ὑπήκοοι, παρʼ οἷς τρία τάγματα Ῥωμαίων μετὰ τοῦ στρατηγοῦ Ὀυάρου Κουιντιλλίου παρασπονδηθέντα ἀπώλετο ἐξ ἐνέδρας.
对他们而言,不信任是大有裨益的,而那些被信任的人则造成了最大的危害,正如切鲁西人及其部属那样,在他们那里,罗马的三个军团与将军奎恩蒂里乌斯·瓦鲁斯一起,因条约遭到破坏而在伏击中全军覆没。
ἔτισαν δὲ δίκας ἅπαντες καὶ παρέσχον τῷ νεωτέρῳ Γερμανικῷ λαμπρότατον θρίαμβον, ἐν ᾧ ἐθριαμβεύθη τῶν ἐπιφανεστάτων ἀνδρῶν σώματα καὶ γυναικῶν, Σεγιμοῦντός τε Σεγέστου υἱός, Χηρούσκων ἡγεμών, καὶ ἀδελφὴ αὐτοῦ, γυνὴ δʼ Ἀρμενίου τοῦ πολεμαρχήσαντος ἐν τοῖς Χηρούσκοις ἐν τῇ πρὸς Ὀυᾶρον Κουιντίλλιον παρασπονδήσει καὶ νῦν ἔτι συνέχοντος τὸν πόλεμον, ὄνομα Θουσνέλδα, καὶ υἱὸς τριετὴς Θουμέλικος· ἔτι δὲ Σεσίθακος, Σεγιμήρου υἱὸς τῶν Χηρούσκων ἡγεμόνος, καὶ γυνὴ τούτου Ῥαμίς, Οὐκρομήρου θυγάτηρ ἡγεμόνος Χάττων, καὶ Δευδόριξ, Βαιτόριγος τοῦ Μέλωνος ἀδελφοῦ υἱός, Σούγαμβρος.
然而,他们都付出了代价,并为年轻的日耳曼尼库斯提供了一场极显赫的凯旋式,在仪式上,最著名的男女被押解游街:塞盖斯特斯之子、切鲁西人领袖塞吉蒙图斯,以及他的姐妹,即阿米尼乌斯的妻子——此人在切鲁西人中领导了针对奎恩蒂里乌斯·瓦鲁斯的破坏条约的战争,且至今仍在延续战争——其名叫如图斯内尔达,以及她三岁的儿子图梅利库斯;此外还有塞西塔科斯,即切鲁西人领袖塞吉梅鲁斯之子,以及他的妻子拉米斯(哈蒂人领袖乌克罗梅鲁斯之女),和德乌多里克斯(美隆的兄弟拜托里克斯之子,苏甘布里人)。
Σεγέστης δὲ ὁ πενθερὸς τοῦ Ἀρμενίου καὶ ἐξ ἀρχῆς διέστη πρὸς τὴν γνώμην αὐτοῦ καὶ λαβὼν καιρὸν ηὐτομόλησε καὶ τῷ θριάμβῳ παρῆν τῶν φιλτάτων, ἐν τιμῇ ἀγόμενος.
而阿米尼乌斯的岳父塞盖斯特斯从一开始就反对他的意图,并在获得时机后投奔了罗马,以尊贵的身份出席了他最亲爱的人的凯旋式。
ἐπόμπευσε δὲ καὶ Λίβης τῶν Χάττων ἱερεύς, καὶ ἄλλα δὲ σώματα ἐπομπεύθη ἐκ τῶν πεπορθημένων ἐθνῶν, Καούλκων Καμψανῶν Βρουκτέρων Οὐσίπων Χηρούσκων Χάττων Χαττουαρίων Λανδῶν Τουβαττίων.
哈蒂人的祭司里贝斯也参与了游行,此外还有从被击败的部落中押解来的其他人:卡乌尔科人、坎普萨尼人、布鲁克特里人、乌西皮人、切鲁西人、哈蒂人、哈图阿里人、兰多伊人、图巴蒂奥伊人。
διέχει δὲ τοῦ Ἄλβιος ὁ Ῥῆνος περὶ τρισχιλίους σταδίους, εἴ τις εὐθυπορούσας ἔχοι τὰς ὁδούς· νυνὶ δὲ διὰ σκολιᾶς καὶ ἑλώδους καὶ δρυμῶν κυκλοπορεῖν ἀνάγκη.
如果道路平直,莱茵河距离阿尔比斯河约三千斯塔迪亚;但现在,由于道路曲折、多沼泽和森林,人们不得不绕道而行。
§7.1.5ὁ δὲ Ἑρκύνιος δρυμὸς πυκνότερός τέ ἐστι καὶ μεγαλόδενδρος ἐν χωρίοις ἐρυμνοῖς κύκλον περιλαμβάνων μέγαν, ἐν μέσῳ δὲ ἵδρυται χώρα καλῶς οἰκεῖσθαι δυναμένη, περὶ ἧς εἰρήκαμεν.
赫尔辛尼亚森林在险峻的地区更为茂密,树木高大,包围着一个巨大的圆圈,而其中央坐落着一片非常适宜居住的土地,对此我们已经谈到过。
ἔστι δὲ πλησίον αὐτῆς ἥ τε τοῦ Ἴστρου πηγὴ καὶ ἡ τοῦ Ῥήνου καὶ ἡ μεταξὺ ἀμφοῖν λίμνη καὶ τὰ ἕλη τὰ ἐκ τοῦ Ῥήνου διαχεόμενα.
它的附近有伊斯特罗斯河和莱茵河的源头,以及两河之间的湖泊,还有莱茵河泛滥形成的沼泽。
ἔστι δʼ ἡ λίμνη τὴν μὲν περίμετρον σταδίων πλειόνων ἢ πεντακοσίων, δίαρμα δὲ ἐγγὺς διακοσίων.
该湖泊的周长超过五百斯塔迪亚,横断距离接近二百斯塔迪亚。
ἔχει δὲ καὶ νῆσον, ᾗ ἐχρήσατο ὁρμητηρίῳ Τιβέριος ναυμαχῶν πρὸς Ὀυινδολικούς.
它还拥有一个岛屿,提贝里乌斯在与温德利科伊人进行海战时,曾将其用作出发基地。
νοτιωτέρα δʼ ἐστὶ τῶν τοῦ Ἴστρου πηγῶν καὶ αὕτη, ὥστʼ ἀνάγκη τῷ ἐκ τῆς Κελτικῆς ἐπὶ τὸν Ἑρκύνιον δρυμὸν ἰόντι πρῶτον μὲν διαπερᾶσαι τὴν λίμνην, ἔπειτα τὸν Ἴστρον, εἶτʼ ἤδη διʼ εὐπετεστέρων χωρίων ἐπὶ τὸν δρυμὸν τὰς προβάσεις ποιεῖσθαι διʼ ὀροπεδίων.
这个湖泊也比伊斯特罗斯河的源头更靠南,因此,从凯尔特地区前往赫尔辛尼亚森林的人,必须首先渡过湖泊,然后渡过伊斯特罗斯河,接着才能在较为平易的区域通过高原向森林推进。
ἡμερήσιον δʼ ἀπὸ τῆς λίμνης προελθὼν ὁδὸν Τιβέριος εἶδε τὰς τοῦ Ἴστρου πηγάς.
提贝里乌斯从湖泊出发前行了一天的路程,便见到了伊斯特罗斯河的源头。
προσάπτονται δὲ τῆς λίμνης ἐπʼ ὀλίγον μὲν οἱ Ῥαιτοί, τὸ δὲ πλέον Ἑλουήττιοι καὶ Ὀυινδολικοί καὶ ἡ Βοίων ἐρημία.
赖托伊人仅在很小范围内接触该湖,而大部分接触该湖的是赫尔韦蒂奥伊人、温德利科伊人以及波伊奥伊人的荒野。
μέχρι Παννονίων πάντες, τὸ πλέον δʼ Ἑλουήττιοι καὶ Ὀυινδολικοί, οἰκοῦσιν ὀροπέδια.
直到潘诺尼亚人为止的所有人,尤其是赫尔韦蒂奥伊人和温德利科伊人,都居住在高原上。
Ῥαιτοὶ δὲ καὶ Νωρικοὶ μέχρι τῶν Ἀλπείων ὑπερβολῶν ἀνίσχουσι καὶ πρὸς τὴν Ἰταλίαν περινεύουσιν, οἱ μὲν Ἰνσούβροις συνάπτοντες οἱ δὲ Κάρνοις καὶ τοῖς περὶ τὴν Ἀκυληίαν χωρίοις.
赖托伊人和诺里科伊人一直上升到阿尔卑斯山脉的隘口,并向意大利方向倾斜,前者与因苏布雷斯人接壤,后者与卡尔尼人和阿奎莱亚周边的地区接壤。
ἔστι δὲ καὶ ἄλλη ὕλη μεγάλη Γαβρῆτα ἐπὶ τάδε τῶν Σοήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.
在苏维汇人的这一侧还有另一片大森林加布雷塔,在另一侧则是赫尔辛尼亚森林;后者也由他们占领。

词汇与语法注释

  1. §7.1.4κἂν πλείω δὲ γνώριμα ὑπῆρξεν, εἰ ἐπέτρεπε — 表示与过去事实相反的虚拟条件句(εἰ +直陈式过去未完成时 [ἐπέτρεπε],主句为 ἄν [在 κἂν = καὶ ἄν 中] +直陈式过去未完成时 [ὑπῆρξεν]),其前提是奥古斯都未允许将军们渡过阿尔比斯河的历史事实。
  2. §7.1.4εἰ τῶν ἔξω τοῦ Ἄλβιος καθʼ ἡσυχίαν ὄντων ἀπέχοιτο καὶ μὴ παροξύνοι — 隶属于过去时主句动词(ὑπέλαβε)的间接引语(思考内容)中的条件从句。原本直接引语中的“未来不确定假设(εἰ +祈愿式)”在过去时主句动词的作用下,作为间接引语斜格祈愿式(optative in indirect discourse)予以保留。
  3. §7.1.4τῶν ἐπιφανεστάτων ἀνδρῶν σώματα καὶ γυναικῶν — 名词 `σώματα`(复数,字面意为“身体”)在此作为借代或委婉表达,指代在凯旋式中被押解游街的“俘虏个人”或“人物”。

引用这一段

斯特拉波, 地理学 §7.1.4-7.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.1.4-7.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。