§7.2.1περὶ δὲ Κίμβρων τὰ μὲν οὐκ εὖ λέγεται, τὰ δʼ ἔχει πιθανότητας οὐ μετρίας.
キンブリ人については、あることは正しく語られていないが、他のことは少なからぬ信憑性を備えている。
οὔτε γὰρ τὴν τοιαύτην αἰτίαν τοῦ πλάνητας γενέσθαι καὶ λῃστρικοὺς ἀποδέξαιτʼ ἄν τις, ὅτι χερρόνησον οἰκοῦντες μεγάλῃ πλημμυρίδι ἐξελαθεῖεν ἐκ τῶν τόπων·
というのも、彼らが半島に住んでいながら、大洪水によってその土地から追い払われたということを、彼らが放浪者となり略奪的になったそのような理由として受け入れる者は誰もいないだろうからである。
καὶ γὰρ νῦν ἔχουσι τὴν χώραν ἣν εἶχον πρότερον, καὶ ἔπεμψαν τῷ Σεβαστῷ δῶρον τὸν ἱερώτατον παρʼ αὐτοῖς λέβητα, αἰτούμενοι φιλίαν καὶ ἀμνηστίαν τῶν ὑπηργμένων, τυχόντες δὲ ὧν ἠξίουν ἀπῆραν·
実際、彼らは以前所有していた土地を今でも所有しており、アウグストゥスに彼らの間で最も神聖な青銅の器を贈り物として送り、過去の出来事に対する友好と赦しを求め、望んだことが得られると出航していった。
γελοῖον δὲ τῷ φυσικῷ καὶ αἰωνίῳ πάθει δὶς ἑκάστης ἡμέρας συμβαίνοντι προσοργισθέντας ἀπελθεῖν ἐκ τοῦ τόπου.
また、毎日二回発生する自然で永遠の現象に対して腹を立てて、その土地を立ち去ったというのは滑稽なことである。
ἔοικε δὲ πλάσματι τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα·
かつて異常な洪水が起きたというのは作り話のようである。
ἐπιτάσεις μὲν γὰρ καὶ ἀνέσεις δέχεται, τεταγμένας δὲ καὶ περιοδιζούσας, ὁ ὠκεανὸς ἐν τοῖς τοιούτοις πάθεσιν.
というのも、大洋はそのような現象において満ち引きを経験するものの、それは規則的で周期的なものだからである。
οὐκ εὖ δʼ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους, οὐδʼ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατακλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτʼ ἀνοικοδομοῦσι, καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν.
キンブリ人が洪水に対して武器を取って立ち上がると述べた者も、また、ケルト人が恐れを知らないことを鍛錬しているために、家が浸水するのを甘んじて受け入れ、その後に再建すると述べた者や、彼らには戦争によるよりも水による方が多くの破滅が起きると述べた者も正しくない。 これはエポロスが言っていることである。
ἡ γὰρ τάξις ἡ τῶν πλημμυρίδων καὶ τὸ τὴν ἐπικλυζομένην χώραν εἶναι γνώριμον οὐκ ἔμελλε τοιαύτας τὰς ἀτοπίας παρέξειν.
というのも、洪水の規則性と、浸水する土地が分かっているということとは、そのような奇妙な事態をもたらすはずがないからである。
δὶς γὰρ ἑκάστης ἡμέρας τούτου συμβαίνοντος τὸ μηδʼ ἅπαξ αἰσθάνεσθαι φυσικὴν οὖσαν τὴν παλίρροιαν καὶ ἀβλαβῆ, καὶ οὐ μόνοις τούτοις συμβαίνουσαν ἀλλὰ τοῖς παρωκεανίταις πᾶσι, πῶς οὐκ ἀπίθανον;
なぜなら、毎日二回これが発生しているのに、潮の満ち引きが自然なものであり害がないこと、そして彼らだけにではなく大洋の沿岸に住むすべての人々に発生していることについて、一度も気づかないなどということが、どうして信じがたいことでないだろうか。
οὐδὲ Κλείταρχος εὖ·
クレイタルコスも正しくない。
φησὶ γὰρ τοὺς ἱππέας ἰδόντας τὴν ἔφοδον τοῦ πελάγους ἀφιππάσασθαι καὶ φεύγοντας ἐγγὺς γενέσθαι τοῦ περικαταληφθῆναι.
なぜなら彼は、騎兵たちが海の押し寄せを目にして馬を走らせて逃げたが、あやうく包囲されそうになったと述べているからである。
οὔτε δὲ τοσούτῳ τάχει τὴν ἐπίβασιν ὁρμωμένην ἱστοροῦμεν, ἀλλὰ λεληθότως προσιοῦσαν τὴν θάλατταν·
しかし、我々が知る限り、潮の押し寄せはそのような速度で急襲するものではなく、海は気づかぬうちに近づいてくるものである。
οὔτε τὸ καθʼ ἡμέραν γινόμενον καὶ πᾶσιν ἔναυλον ἤδη ὂν τοῖς πλησιάζειν μέλλουσι πρὶν ἢ θεάσασθαι, τοσοῦτον ἔμελλε παρέξεσθαι φόβον ὥστε φεύγειν, ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε.
また、毎日起きており、それを見る前から、近づしようとする者全員にとってすでに聞き慣れていることが、まるで予期せぬ事態が突然襲いかかったかのように、逃げ出すほどの恐怖を与えるはずがない。
§7.2.2ταῦτά τε δὴ δικαίως ἐπιτιμᾷ τοῖς συγγραφεῦσι Ποσειδώνιος καὶ οὐ κακῶς εἰκάζει, διότι λῃστρικοὶ ὄντες καὶ πλάνητες οἱ Κίμβροι καὶ μέχρι τῶν περὶ τὴν Μαιῶτιν ποιήσαιντο στρατείαν, ἀπʼ ἐκείνων δὲ καὶ ὁ Κιμμέριος κληθείη Βόσπορος, οἷον Κιμβρικός, Κιμμερίους τοὺς Κίμβρους ὀνομασάντων τῶν Ἑλλήνων.
ポセイドニオスはこれらのことで歴史家たちを正当に非難しており、また悪くない推測をしている。 すなわち、キンブリ人は略奪的で放浪する民であったため、マイオティス湖の周辺地域まで遠征を行ったのであり、彼らに由来してキメリア・ボスボロスが「キンブリの」のように名付けられたのだと。 これはギリシア人がキンブリ人をキメリア人と呼んだからである。
φησὶ δὲ καὶ Βοίους τὸν Ἑρκύνιον δρυμὸν οἰκεῖν πρότερον, τοὺς δὲ Κίμβρους ὁρμήσαντας ἐπὶ τὸν τόπον τοῦτον, ἀποκρουσθέντας ὑπὸ τῶν Βοίων ἐπὶ τὸν Ἴστρον καὶ τοὺς Σκορδίσκους Γαλάτας καταβῆναι, εἶτʼ ἐπὶ Τευρίστας καὶ Ταυρίσκους, καὶ τούτους Γαλάτας, εἶτʼ ἐπὶ Ἑλουηττίους, πολυχρύσους μὲν ἄνδρας εἰρηναίους δέ·
また彼は、ボイオイ人がかつてヘルキュニアの森に住んでおり、キンブリ人がこの地に向けて進撃したものの、ボイオイ人によって撃退されてイストロス川とガラティア人であるスコルディスコイ人のもとへ下り、次いでテウリスタイ人とタウリスコイ人(これらもガラティア人である)のもとへ、さらにその後に、金は豊富であるが平和的な人々であったヘルウェッティオイ人のもとへと進んだと述べている。
ὁρῶντας δὲ τὸν ἐκ τῶν λῃστηρίων πλοῦτον ὑπερβάλλοντα τοῦ παρʼ ἑαυτοῖς τοὺς Ἑλουηττίους ἐπαρθῆναι, μάλιστα δʼ αὐτῶν Τιγυρίνους τε καὶ Τωυγένους, ὥστε καὶ συνεξορμῆσαι.
そして、ヘルウェッティオイ人、特に彼らの中でもティグリノイ人とトウゲノイ人は、略奪から得られる富が自分たちのもとにある富をはるかに凌駕しているのを見て奮起し、共に遠征に出発するにいたった。
πάντες μέντοι κατελύθησαν ὑπὸ τῶν Ῥωμαίων αὐτοί τε οἱ Κίμβροι καὶ οἱ συναράμενοι τούτοις, οἱ μὲν ὑπερβαλόντες τὰς Ἄλπεις εἰς τὴν Ἰταλίαν οἱ δʼ ἔξω τῶν Ἄλπεων.
しかしながら、キンブリ人自身も、彼らに協力した者たちも、ある者はアルプスを越えてイタリアへ入り、ある者はアルプスの外において、全員がローマ人によって滅ぼされた。
§7.2.3ἔθος δέ τι τῶν Κίμβρων διηγοῦνται τοιοῦτον, ὅτι ταῖς γυναιξὶν αὐτῶν συστρατευούσαις παρηκολούθουν προμάντεις ἱέρειαι πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες·
彼らはキンブリ人の次のような風習を語っている。 一緒に従軍していた彼女たちの妻たちには、白髪で白い衣をまとい、リンネルのマントを留め金で留め、青銅の帯を締め、裸足の、予言をなす女祭司たちが同行していた。
τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις, καταστέψασαι δʼ αὐτοὺς ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν·
それゆえ、彼女たちは剣を手に陣営の中を通って捕虜たちを迎え、彼らに花冠を被せて、アンポラ二十個分ほどもある大きさの青銅の調合器のところへと連れて行った。
εἶχον δὲ ἀναβάθραν, ἣν ἀναβᾶσα ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα·
そこには踏み台があり、その上に登って青銅の器の上にかがみ込み、吊り上げられた各人の喉を切り裂いた。
ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο, ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχνευον ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις.
そしてその器に注ぎ込まれる血から、ある種の予言を行った。 他方、別の女たちは捕虜を切り開いて内臓を検査し、身内の者たちに勝利を告げ知らせた。
ἐν δὲ τοῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμαξῶν, ὥστʼ ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.
また、戦いにおいては、幌馬車の柳編みの枠に張られた皮を叩き、それによって異常な響きが生み出されるようにした。
§7.2.4τῶν δὲ Γερμανῶν, ὡς εἶπον, οἱ μὲν προσάρκτιοι παροικοῦσι τῷ ὠκεανῷ, γνωρίζονται δʼ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ῥήνου λαβόντες τὴν ἀρχὴν μέχρι τοῦ Ἄλβιος.
ゲルマン人のうち、私が言ったように、北方の者たちは大洋の沿岸に住んでおり、ライン川の河口から始まってアルビス川に至るまで知られている。
τούτων δʼ εἰσὶ γνωριμώτατοι Σούγαμβροί τε καὶ Κίμβροι.
これらの中で最もよく知られているのは、スガンブリ人とキンブリ人である。
τὰ δὲ πέραν τοῦ Ἄλβιος τὰ πρὸς τῷ ὠκεανῷ παντάπασιν ἄγνωστα ἡμῖν ἐστιν.
アルビス川の向こう側の大洋に近い地域は、我々にとって完全に未知である。
οὔτε γὰρ τῶν προτέρων οὐδένας ἴσμεν τὸν παράπλουν τοῦτον πεποιημένους πρὸς τὰ ἑωθινὰ μέρη τὰ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης, οὔθʼ οἱ Ῥωμαῖοί πω προῆλθον εἰς τὰ περαιτέρω τοῦ Ἄλβιος·
というのも、先人のうちでカスピ海の入り口に至るまでの東方の地域に向けてこの沿岸航海を行った者を我々は誰も知らず、ローマ人も未だアルビス川のより遠くへは進んでいないからである。
ὡς δʼ αὕτως οὐδὲ πεζῇ παρωδεύκασιν οὐδένες.
同様に、陸路で旅をした者も誰もいない。
ἀλλʼ ὅτι μὲν κατὰ μῆκος ἰοῦσιν ἐπὶ τὴν ἕω τὰ κατὰ τὸν Βορυσθένη καὶ τὰ πρὸς βορρᾶν τοῦ Πόντου χωρία ἀπαντᾷ, δῆλον ἐκ τῶν κλιμάτων καὶ τῶν παραλλήλων διαστημάτων.
しかし、経度に沿って東へと進むと、ボリュステネス川の流域やポントス海の北方の地域に出くわすということは、気候帯や緯度の平行線の距離から明らかである。
τί δʼ ἐστὶ πέραν τῆς Γερμανίας καὶ τί τῶν ἄλλων τῶν ἑξῆς, εἴτε Βαστάρνας χρὴ λέγειν, ὡς οἱ πλείους ὑπονοοῦσιν, εἴτʼ ἄλλους μεταξὺ ἢ Ἰάζυγας ἢ Ῥωξολανοὺς ἤ τινας ἄλλους τῶν ἁμαξοίκων οὐ ῥᾴδιον εἰπεῖν, οὐδʼ εἰ μέχρι τοῦ ὠκεανοῦ παρήκουσι παρὰ πᾶν τὸ μῆκος, ἢ ἔστι τι ἀοίκητον ὑπὸ ψύχους ἢ ἄλλης αἰτίας, ἢ εἰ καὶ γένος ἀνθρώπων ἄλλο διαδέχεται μεταξὺ τῆς θαλάττης καὶ τῶν ἑῴων Γερμανῶν ἱδρυμένον.
しかし、ゲルマニアの向こう側に何があり、その後に続く他のもののうちに何があるのか、大方の者が推測するようにバスタルナイ人と呼べきか、あるいはその中間に別の者、すなわちイアジュゲス人やロクソラノイ人、あるいは幌車に住む他の部族がいると呼ぶべきかは、容易に語り得ない。 また、彼らがその長さ全体にわたって大洋にまで達しているのか、あるいは寒さやその他の原因によって居住不能な地域があるのか、あるいは海と東方のゲルマン人との間に別の種類の人類が位置して引き継いでいるのかも、容易には分からない。
τοῦτο δὲ τὸ αὐτὸ ἀγνόημα καὶ περὶ τῶν ἄλλων τῶν ἐφεξῆς προσαρκτίων ἐπέχει.
この同じ無知は、その後に続く他の北方の民についても支配している。
οὔτε γὰρ τοὺς Βαστάρνας οὔτε τοὺς Σαυρομάτας καὶ ἁπλῶς τοὺς ὑπὲρ τοῦ Πόντου οἰκοῦντας ἴσμεν, οὔθʼ ὁπόσον ἀπέχουσι τῆς Ἀτλαντικῆς θαλάττης, οὔτʼ εἰ συνάπτουσιν αὐτῇ.
というのも、我々はバスタルナイ人もサウロマタイ人も、端的に言ってポントス海の上方に住む人々も知らず、彼らが大西洋からどれほど離れているかも、そこに接しているかどうかも知らないからである。