§7.1.3ἔστι δὲ τὰ μὲν πρῶτα μέρη τῆς χώρας ταύτης τὰ πρὸς τῷ Ῥήνῳ μέχρι τῶν ἐκβολῶν ἀπὸ τῆς πηγῆς ἀρξαμένοις·
この地方の最初の部分は、源流から始めて河口に至るまでの、ライン川に面した部分である。
σχεδὸν δέ τι καὶ τοῦτʼ ἔστι τὸ ἑσπέριον τῆς χώρας πλάτος, ἡ ποταμία πᾶσα.
そして、およそこれがこの地方の西の幅(広がり)でもあり、川沿いの領域全体がそうである。
ταύτης δὲ τὰ μὲν εἰς τὴν Κελτικὴν μετήγαγον Ῥωμαῖοι, τὰ δʼ ἔφθη μεταστάντα εἰς τὴν ἐν βάθει χώραν, καθάπερ Μαρσοί·
この領域のうち、一部をローマ人はケルト人の土地(ガリア)へ移住させ、他の一部は内陸の奥地へと先んじて移動した、マルシ人のように。
λοιποὶ δʼ εἰσὶν ὀλίγοι καὶ τῶν Σουγάμβρων μέρος.
残されているものは少数であり、スガンブリ人の一部もそうである。
μετὰ δὲ τοὺς παραποταμίους τἆλλά ἐστιν ἔθνη τὰ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Ἄλβιος ποταμοῦ, ὃς παράλληλός πως ἐκείνῳ ῥεῖ πρὸς τὸν ὠκεανόν, οὐκ ἐλάττω χώραν διεξιὼν ἤπερ ἐκεῖνος.
川沿いの人々の次には、ライン川とアルビス川の間にあるその他の諸民族がいる。 アルビス川は、ライン川とおおむね平行に大洋へと流れており、ライン川に劣らない長さの土地を通り抜けている。
εἰσὶ δὲ μεταξὺ καὶ ἄλλοι ποταμοὶ πλωτοὶ (ὧν ἐν τῷ Ἀμασίᾳ Δροῦσος Βρουκτέρους κατεναυμάχησε), ῥέοντες ὡσαύτως ἀπὸ νότου πρὸς βορρᾶν καὶ τὸν ὠκεανόν.
その間には、航行可能な他の川もあり(そのうちアマシアス川において、ドルーススはブルクテリ人を海戦で破った)、それらも同様に南から北へ、そして大洋へと流れている。
ἐξῆρται γὰρ ἡ χώρα πρὸς νότον καὶ συνεχῆ ταῖς Ἄλπεσι ποιεῖ ῥάχιν τινὰ πρὸς ἕω τεταμένην, ὡς ἂν μέρος οὖσαν τῶν Ἄλπεων·
というのも、この地方は南に向かって高くなっており、アルプス山脈に連なる、東へ伸びるある山背を形成しているからである。 あたかもアルプスの一部であるかのように。
καὶ δὴ καὶ ἀπεφήναντό τινες οὕτως διά τε τὴν λεχθεῖσαν θέσιν καὶ διὰ τὸ τὴν αὐτὴν ὕλην ἐκφέρειν·
そして実際、ある人々はそのように主張した。 それは上述の配置のため、また同じ木々を産出するためである。
οὐ μὴν ἐπὶ τοσοῦτό γε ὕψος ἀνίσχει τὰ ταύτῃ ὄρη.
とはいえ、この地域の山々はそれほどの高さに達しているわけではない。
ἐνταῦθα δʼ ἐστὶν ὁ Ἑρκύνιος δρυμὸς καὶ τὰ τῶν Σοήβων ἔθνη, τὰ μὲν οἰκοῦντα ἐντὸς τοῦ δρυμοῦ, ἐν οἷς ἐστι καὶ τὸ Βουίαιμον τὸ τοῦ Μαροβόδου βασίλειον, εἰς ὃν ἐκεῖνος τόπον ἄλλους τε μετανέστησε πλείους καὶ δὴ καὶ τοὺς ὁμοεθνεῖς ἑαυτῷ Μαρκομμάνους.
ここにはヘルキュニアの森があり、またスエビ人の諸部族がある。 そのうちあるものは森の内側に住んでおり、その中にはマロボドゥスの王宮があるブイアイモンもある。 この場所へ、彼は多くの人々を、そして特に自分と同族であるマルコマンニ人たちを移住させた。
ἐπέστη γὰρ τοῖς πράγμασιν οὗτος ἐξ ἰδιώτου μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον·
というのも、この男はローマからの帰還の後、一介の私人の身から支配者となったからである。
νέος γὰρ ἦν ἐνθάδε καὶ εὐεργετεῖτο ὑπὸ τοῦ Σεβαστοῦ, ἐπανελθὼν δὲ ἐδυνάστευσε καὶ κατεκτήσατο πρὸς οἷς εἶπον Λουγίους τε, μέγα ἔθνος, καὶ Ζούμους καὶ Γούτωνας καὶ Μουγίλωνας καὶ Σιβίνους καὶ τῶν Σοήβων αὐτῶν μέγα ἔθνος, Σέμνωνας.
彼は若い頃そこにいて、アウグストゥスから恩恵を受けていたが、帰国すると支配権を得て、私が述べたものたちに加えて、大部族であるルギイ人、ズムス人、グトネス人、ムギロネス人、シビヌス人、そしてスエビ人自体のうちの大部族であるセムノネス人を征服したからである。
πλὴν τά γε τῶν Σοήβων, ὡς ἔφην, ἔθνη τὰ μὲν ἐντὸς οἰκεῖ, τὰ δὲ ἐκτὸς τοῦ δρυμοῦ, ὅμορα τοῖς Γέταις.
ただし、私が言ったように、スエビ人の部族のうち、あるものは内側に住み、他は外側に住んで、ゲタイ人と隣接している。
μέγιστον μὲν οὖν τὸ τῶν Σοήβων ἔθνος·
さて、スエビ人の部族は最大である。
διήκει γὰρ ἀπὸ τοῦ Ῥήνου μέχρι τοῦ Ἄλβιος·
ライン川からアルビス川まで達しているからである。
μέρος δέ τι αὐτῶν καὶ πέραν τοῦ Ἄλβιος νέμεται, καθάπερ Ἑρμόνδοροι καὶ Λαγκόβαρδοι·
また、彼らの一部はアルビス川の彼方にも居住している。 エルモンドロイ人やランコバルドイ人のように。
νυνὶ δὲ καὶ τελέως εἰς τὴν περαίαν οὗτοί γε ἐκπεπτώκασι φεύγοντες.
しかし現在では、これらは逃亡して完全に川の向こう側へと駆逐されてしまっている。
κοινὸν δʼ ἐστὶν ἅπασι τοῖς ταύτῃ τὸ περὶ τὰς μεταναστάσεις εὐμαρὲς διὰ τὴν λιτότητα τοῦ βίου καὶ διὰ τὸ μὴ γεωργεῖν μηδὲ θησαυρίζειν, ἀλλʼ ἐν καλυβίοις οἰκεῖν ἐφήμερον ἔχουσι παρασκευήν·
この地域のすべての人々に共通しているのは、生活の簡素さのため、また農耕を行わず富を蓄えもせず、その日暮らしの備えを持って小屋に住むことのために、移住が容易であることである。
τροφὴ δʼ ἀπὸ τῶν θρεμμάτων ἡ πλείστη καθάπερ τοῖς νομάσιν, ὥστʼ ἐκείνους μιμούμενοι τὰ οἰκεῖα ταῖς ἁρμαμάξαις ἐπάραντες ὅπῃ ἂν δόξῃ τρέπονται μετὰ τῶν βοσκημάτων.
食物は、遊牧民のように、大半が家畜からのものである。 それゆえ、彼らを模して、自分たちの家財を屋根付き馬車に載せて、思い立つところへどこへでも家畜を連れて向かうのである。
ἄλλα δʼ ἐνδεέστερά ἐστιν ἔθνη Γερμανικὰ Χηροῦσκοί τε καὶ Χάττοι καὶ Γαμαβρίουιοι καὶ Χαττουάριοι·
他方、より勢力の小さい他のゲルマン部族としては、ケルスコイ人、ハットイ人、ガマブリウイオイ人、ハットゥアリオイ人がいる。
πρὸς δὲ τῷ ὠκεανῷ Σούγαμβροί τε καὶ Χαῦβοι καὶ Βρούκτεροι καὶ Κίμβροι Καῦκοί τε καὶ Καοῦλκοι καὶ Καμψιανοὶ καὶ ἄλλοι πλείους.
大洋の近くには、スガンブリ人、ハウボイ人、ブルクテリ人、キンブリ人、カウコイ人、カウルコイ人、カンプシアノイ人、その他多くの人々がいる。
ἐπὶ ταὐτὰ δὲ τῷ Ἀμασίᾳ φέρονται Βίσουργίς τε καὶ Λουπίας ποταμός, διέχων Ῥήνου περὶ ἑξακοσίους σταδίους, ῥέων διὰ Βρουκτέρων τῶν ἐλαττόνων.
ビスルギス川とルピアス川も、アマシアス川と同じ方向へと流れており、ルピアス川はライン川から約六百スタディオン離れており、より小さい方のブルクテリ人の土地を流れている。
ἔστι δὲ καὶ Σάλας ποταμός, οὗ μεταξὺ καὶ τοῦ Ῥήνου πολεμῶν καὶ κατορθῶν Δροῦσος ἐτελεύτησεν ὁ Γερμανικός.
またサラス川もあり、この川とライン川の間で、ドルースス・ゲルマニクスは戦争を行い成功を収めていたときに亡くなった。
ἐχειρώσατο δʼ οὐ μόνον τῶν ἐθνῶν τὰ πλεῖστα, ἀλλὰ καὶ τὰς ἐν τῷ παράπλῳ νήσους, ὧν ἐστι καὶ ἡ Βυρχανίς, ἣν ἐκ πολιορκίας εἷλε.
彼は、それら部族の大部分を服従させただけでなく、沿岸航路にある島々をも服従させた。 その島々の中には、彼が包囲戦によって奪取したビュルハニス島もある。