§6.4.2#1εἰ δὲ δεῖ τῷ περὶ τῆς Ἰταλίας λόγῳ προσθεῖναί τινα λόγον κεφαλαιώδη καὶ περὶ τῶν Ῥωμαίων τῶν κατασχόντων αὐτὴν καὶ κατεσκευασμένων ὁρμητήριον πρὸς τὴν σύμπασαν ἡγεμονίαν, προσειλήφθω καὶ ταῦτα, ὅτι Ῥωμαῖοι μετὰ τὴν κτίσιν τῆς Ῥώμης βασιλευόμενοι διετέλεσαν σωφρόνως ἐπὶ πολλὰς γενεάς·
もしイタリアに関する記述に、イタリアを領有し、それを全世界の覇権に向けた出撃基地としたローマ人に関する要約的な記述をも付け加える必要があるならば、以下のこともまた付け加えられておくべきである。 すなわち、ローマ人はローマの建国後、多くの世代にわたって穏健に王政の下にあったということ。
ἔπειτα τοῦ ἐσχάτου Ταρκυνίου μοχθηρῶς ἄρχοντος, τὸν μὲν ἐξέβαλον πολιτείαν δὲ συνεστήσαντο μικτὴν ἔκ τε μοναρχίας καὶ ἀριστοκρατίας, κοινωνοῖς δʼ ἐχρήσαντο Σαβίνοις τε καὶ Λατίνοις·
その後、最後のタルクィニウスが過酷に支配したため、彼を追放し、君主制と貴族制からなる混合政体を構築し、サビニ人とラティウム人を共同の仲間とした。
οὐκ εὐγνωμόνων δʼ οὔτε ἐκείνων ἀεὶ τυγχάνοντες οὔτε τῶν ἄλλων τῶν πλησιοχώρων ἠναγκάζοντο τρόπον τινὰ τῇ ἐκείνων καταλύσει τὴν σφετέραν ἐπαύξειν.
しかし、彼らもまた他の近隣住民も常に良識的であったわけではなかったので、ある意味で彼らを征服することによって、自分たちの勢力を拡大せざるを得なかった。
οὕτω δʼ αὐτοῖς κατʼ ὀλίγον προϊοῦσιν εἰς ἐπίδοσιν συνέβη τὴν πόλιν αἰφνιδίως ἀποβαλεῖν παρὰ τὴν ἁπάντων δόξαν, παρὰ δόξαν δὲ καὶ ἀπολαβεῖν·
このようにして少しずつ発展へと進んでいた彼らに、誰もが予想しなかったことに、突如として都市を失い、また予想に反してそれを取り戻すということが起こった。
ἐγένετο δὲ τοῦτο, ὥς φησι Πολύβιος, ἔτει ἐννεακαιδεκάτῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην.
これは、ポリュビオスが言うには、アイゴス・ポタモイの海戦から十九年目、アンタルキダスの和約の時に起こったことである。
διακρουσάμενοι δὲ τούτους Ῥωμαῖοι πρῶτον μὲν Λατίνους ἅπαντας ὑπηκόους ἐποιήσαντο, εἶτα Τυρρηνοὺς καὶ Κελτοὺς τοὺς περὶ τὸν Πάδον ἔπαυσαν τῆς πολλῆς καὶ ἀνέδην ἐλευθερίας·
ローマ人はこれら(の敵)を撃退すると、まずラティウム人をすべて臣属させ、次いでティレニア人とパドス川周辺のケルト人の、過度で奔放な自由を終わらせた。
εἶτα Σαυνίτας, μετὰ δὲ τούτους Ταραντίνους καὶ Πύρρον κατεπολέμησαν, εἶτʼ ἤδη καὶ τὴν λοιπὴν τῆς νῦν Ἰταλίας πλὴν τῆς περὶ τὸν Πάδον.
さらにサムニウム人、その次にはタレントゥム人とピュロスを打ち破り、次いでついにはパドス川周辺を除く現在のイタリアの残りの部分をも平定した。
ταύτης δʼ ἔτι καθεστώσης ἐν πολέμῳ διέβησαν εἰς τὴν Σικελίαν, ἀφελόμενοι δὲ Καρχηδονίων αὐτὴν ἐπανῆλθον ἐπὶ τοὺς περὶ τὸν Πάδον·
この地域がまだ戦争状態にあるうちに彼らはシキリアへ渡り、カルタゴ人からそれを奪うと、パドス川周辺の者たちとの戦いへと戻った。
συνεστῶτος δʼ ἔτι τούτου τοῦ πολέμου παρῆν Ἀννίβας εἰς τὴν Ἰταλίαν·
この戦争がまだ続いている最中にハンニバルがイタリアに到来した。
καὶ δεύτερος οὗτος πόλεμος πρὸς Καρχηδονίους συνέπεσε, καὶ μετʼ οὐ πολὺ τρίτος, ἐν ᾧ κατεσκάφη Καρχηδών·
そして、これがカルタゴとの第二の戦争となり、それから間もなく第三の戦争が起こって、その中でカルタゴは完全に破壊された。
ἅμα δὲ τήν τε Λιβύην ἔσχον Ῥωμαῖοι καὶ τῆς Ἰβηρίας ὅσον ἀφείλοντο τῶν Καρχηδονίων.
同時にローマ人はリビュアを領有し、イベリアのうちカルタゴ人から奪い取った部分を手に入れた。
συνενεωτέρισαν δὲ τοῖς Καρχηδονίοις οἵ θʼ Ἕλληνες καὶ Μακεδόνες καὶ τῆς Ἀσίας οἱ ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου·
ギリシア人、マケドニア人、そしてハリュス川およびタウロス山脈の手前のアジアの者たちも、カルタゴ人と共に蜂起した。
καὶ τούτους οὖν ἅμα συγκατακτᾶσθαι προήχθησαν, ὧν Ἀντίοχός τε ἦν ὁ βασιλεὺς καὶ Φίλιππος καὶ Περσεύς.
それゆえ、彼らをも同時に併せて征服することへと駆り立てられた。 彼らの王にはアンティオコス、フィリッポス、ペルセウスがいた。
καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες μέχρι καταλύσεως ἁπάντων τῶν ἐντὸς Ἴστρου καὶ τῶν ἐντὸς Ἅλυος.
また、ギリシア人やマケドニア人に近接するイルリア人やトラキア人の人々も、ローマ人に対する戦争の端緒を開き、イストロス川の手前およびハリュス川の手前のすべての者が征服されるまで戦い続けた。
τὰ δʼ αὐτὰ ἔπαθον καὶ Ἴβηρες καὶ Κελτοὶ καὶ ἅπαντες οἱ λοιποὶ ὅσοι Ῥωμαίων ὑπακούουσι·
イベリア人やケルト人、その他ローマに服従しているすべての残りの人々も、同じ運命をたどった。
τήν τε γὰρ Ἰβηρίαν οὐκ ἐπαύσαντο ὑπαγόμενοι τοῖς ὅπλοις ἕως ἅπασαν κατεστρέψαντο, Νομαντίνους τε ἐξελόντες καὶ Οὐρίαθον καὶ Σερτώριον ὕστερον διαφθείραντες, ὑστάτους δὲ Καντάβρους, οὓς ὁ Σεβαστὸς Καῖσαρ·
というのも、彼らはイベリアを武器によって従えることを、それを完全に征服するまでやめなかったからであり、ヌマンティア人を滅ぼし、後にウリアトスやセルトリウスを破滅させ、最後に、アウグストゥス・カエサルがカンタブリア人を従えた。
τήν Κελτικὴν ἅπασαν τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς σὺν τῇ Λιγυστικῇ πρότερον μὲν κατὰ μέρος ἀεὶ προσήγοντο, ὕστερον δὲ Καῖσαρ ὁ θεὸς καὶ μετὰ ταῦτα ὁ Σεβαστὸς κοινῷ πολέμῳ καὶ ἀθρόως κατεκτήσαντο.
アルプスのこちら側とあちら側の全ケルト(ガリア)地域を、リグリアと共に、以前は常に部分ごとに従えていたが、後には神君カエサル、そしてその後にアウグストゥスが、総力戦によって一挙に征服した。