§6.4.2#1εἰ δὲ δεῖ τῷ περὶ τῆς Ἰταλίας λόγῳ προσθεῖναί τινα λόγον κεφαλαιώδη καὶ περὶ τῶν Ῥωμαίων τῶν κατασχόντων αὐτὴν καὶ κατεσκευασμένων ὁρμητήριον πρὸς τὴν σύμπασαν ἡγεμονίαν, προσειλήφθω καὶ ταῦτα, ὅτι Ῥωμαῖοι μετὰ τὴν κτίσιν τῆς Ῥώμης βασιλευόμενοι διετέλεσαν σωφρόνως ἐπὶ πολλὰς γενεάς· ἔπειτα τοῦ ἐσχάτου Ταρκυνίου μοχθηρῶς ἄρχοντος, τὸν μὲν ἐξέβαλον πολιτείαν δὲ συνεστήσαντο μικτὴν ἔκ τε μοναρχίας καὶ ἀριστοκρατίας, κοινωνοῖς δʼ ἐχρήσαντο Σαβίνοις τε καὶ Λατίνοις· οὐκ εὐγνωμόνων δʼ οὔτε ἐκείνων ἀεὶ τυγχάνοντες οὔτε τῶν ἄλλων τῶν πλησιοχώρων ἠναγκάζοντο τρόπον τινὰ τῇ ἐκείνων καταλύσει τὴν σφετέραν ἐπαύξειν.
如果需要在关于意大利的叙述中,也加上关于占领它并将其作为征服整个世界霸权的基地的罗马人的简要概述,那么也应当加上这些:即罗马人在罗马建城后,在许多世代中都处于温和的王政统治之下;随后,在最后一个塔克文实行残暴统治时,他们驱逐了该王,并建立起一种由君主制和贵族制结合而成的混合政体,并以萨宾人和拉丁人为合作伙伴;但是,由于他们发现无论是这些人还是其他邻人都不总是通情达理,他们不得不通过消灭那些人来在某种程度上扩大自己的势力。
οὕτω δʼ αὐτοῖς κατʼ ὀλίγον προϊοῦσιν εἰς ἐπίδοσιν συνέβη τὴν πόλιν αἰφνιδίως ἀποβαλεῖν παρὰ τὴν ἁπάντων δόξαν, παρὰ δόξαν δὲ καὶ ἀπολαβεῖν· ἐγένετο δὲ τοῦτο, ὥς φησι Πολύβιος, ἔτει ἐννεακαιδεκάτῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην.
这样,在他们一步步走向强盛的过程中,却违背所有人的意料突如其来地失去了他们的城市,又违背意料地重新夺回了它;据波利比乌斯说,这件事发生在羊河战役后的第十九年,即安塔尔基达斯和约签订的时候。
διακρουσάμενοι δὲ τούτους Ῥωμαῖοι πρῶτον μὲν Λατίνους ἅπαντας ὑπηκόους ἐποιήσαντο, εἶτα Τυρρηνοὺς καὶ Κελτοὺς τοὺς περὶ τὸν Πάδον ἔπαυσαν τῆς πολλῆς καὶ ἀνέδην ἐλευθερίας· εἶτα Σαυνίτας, μετὰ δὲ τούτους Ταραντίνους καὶ Πύρρον κατεπολέμησαν, εἶτʼ ἤδη καὶ τὴν λοιπὴν τῆς νῦν Ἰταλίας πλὴν τῆς περὶ τὸν Πάδον.
在击退这些人之后,罗马人首先使所有的拉丁人臣服,接着终止了泰伦尼亚人以及波河一带凯尔特人过度而放纵的自由;然后他们击败了萨姆奈特人,随后是塔兰托人和皮洛士,接着是除波河一带之外的现代意大利的其余部分。
ταύτης δʼ ἔτι καθεστώσης ἐν πολέμῳ διέβησαν εἰς τὴν Σικελίαν, ἀφελόμενοι δὲ Καρχηδονίων αὐτὴν ἐπανῆλθον ἐπὶ τοὺς περὶ τὸν Πάδον· συνεστῶτος δʼ ἔτι τούτου τοῦ πολέμου παρῆν Ἀννίβας εἰς τὴν Ἰταλίαν· καὶ δεύτερος οὗτος πόλεμος πρὸς Καρχηδονίους συνέπεσε, καὶ μετʼ οὐ πολὺ τρίτος, ἐν ᾧ κατεσκάφη Καρχηδών· ἅμα δὲ τήν τε Λιβύην ἔσχον Ῥωμαῖοι καὶ τῆς Ἰβηρίας ὅσον ἀφείλοντο τῶν Καρχηδονίων.
当这一地区仍处于战争状态时,他们渡海前往西西里,在从迦太基人手中夺取它之后,他们又返回去对付波河一带的居民;当这场战争仍在进行时,汉尼拔来到了意大利;于是爆发了与迦太基人的第二次战争,不久之后又爆发了第三次,在这场战争中迦太基被彻底摧毁;与此同时,罗马人占领了利比亚,以及他们从迦太基人手中夺走的伊比利亚部分地区。
συνενεωτέρισαν δὲ τοῖς Καρχηδονίοις οἵ θʼ Ἕλληνες καὶ Μακεδόνες καὶ τῆς Ἀσίας οἱ ἐντὸς Ἅλυος καὶ τοῦ Ταύρου· καὶ τούτους οὖν ἅμα συγκατακτᾶσθαι προήχθησαν, ὧν Ἀντίοχός τε ἦν ὁ βασιλεὺς καὶ Φίλιππος καὶ Περσεύς.
希腊人、马其顿人,以及哈利斯河和托罗斯山脉以内的亚洲居民也与迦太基人一起企图变革;因此罗马人也顺势一并征服了他们,这些人的国王中有安条克、腓力和珀尔修斯。
καὶ Ἰλλυριῶν δὲ καὶ Θρᾳκῶν οἱ πλησιόχωροι τοῖς τε Ἕλλησι καὶ Μακεδόσιν ἀρχὰς ἔλαβον τοῦ πρὸς Ῥωμαίους πολέμου, καὶ διετέλεσαν πολεμοῦντες μέχρι καταλύσεως ἁπάντων τῶν ἐντὸς Ἴστρου καὶ τῶν ἐντὸς Ἅλυος.
与希腊人和马其顿人相邻的伊利里亚人和色雷斯人也开始了对罗马人的战争,并持续作战,直到伊斯特河以内和哈利斯河以内的所有人全都被消灭。
τὰ δʼ αὐτὰ ἔπαθον καὶ Ἴβηρες καὶ Κελτοὶ καὶ ἅπαντες οἱ λοιποὶ ὅσοι Ῥωμαίων ὑπακούουσι· τήν τε γὰρ Ἰβηρίαν οὐκ ἐπαύσαντο ὑπαγόμενοι τοῖς ὅπλοις ἕως ἅπασαν κατεστρέψαντο, Νομαντίνους τε ἐξελόντες καὶ Οὐρίαθον καὶ Σερτώριον ὕστερον διαφθείραντες, ὑστάτους δὲ Καντάβρους, οὓς ὁ Σεβαστὸς Καῖσαρ· τήν Κελτικὴν ἅπασαν τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς σὺν τῇ Λιγυστικῇ πρότερον μὲν κατὰ μέρος ἀεὶ προσήγοντο, ὕστερον δὲ Καῖσαρ ὁ θεὸς καὶ μετὰ ταῦτα ὁ Σεβαστὸς κοινῷ πολέμῳ καὶ ἀθρόως κατεκτήσαντο.
伊比利亚人、凯尔特人以及其他所有臣服于罗马人的人也遭受了同样的命运;因为罗马人没有停止用武力降伏伊比利亚,直到将其全部征服,他们消灭了努曼西亚人,击败了维里亚图斯,后来毁灭了塞托里乌斯,最后则是被奥古斯都·凯撒所降伏的坎塔布里亚人;至于整个凯尔特地区,包括阿尔卑斯山以内和以外的部分,连同利古里亚,在以前他们总是逐步征服,但后来神圣的凯撒以及其后的奥古斯都通过一场全面战争将其一举彻底征服。