Humanitext Reader

ストラボン · 地理誌 §6.4.2#2

帝政ローマの属州統治と単独支配による平和

199 / 577 箇所 · ギリシア語

要旨

ローマ帝国におけるリビュア、アジア、アルメニアなどの統治状況と、パルティアとの関係、そしてアウグストゥスからティベリウスに至る単独支配がもたらした平和と安定について述べる。

§6.4.2#2νυνὶ δὲ Γερμανοῖς προσπολεμοῦσιν ἀπὸ τούτων ὁρμώμενοι τῶν τόπων ὡς οἰκειοτάτων, καί τισιν ἤδη θριάμβοις κεκοσμήκασιν ἀπʼ αὐτῶν τὴν πατρίδα.
そして現在、彼らはこれらの地域を最も適した本拠地としてそこから出撃し、ゲルマン人と戦争を行っており、すでにそこでの勝利から得た幾つかの凱旋式によって祖国を飾っている。
τῆς δὲ Λιβύης ὅση μὴ Καρχηδονίων βασιλεῦσιν ἐπετέτραπτο ὑπηκόοις οὖσιν, ἀφιστάμενοι δὲ κατελύοντο·
リビュアのうち、臣属する王たちに委ねられていた、カルタゴ人のものでなかった部分は、彼らが反乱を起こしては滅ぼされていった。
νυνὶ δʼ εἰς Ἰούβαν περιέστηκεν ἥ τε Μαυρουσία καὶ πολλὰ μέρη τῆς ἄλλης Λιβύης διὰ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν.
しかし現在では、マウルシア(マウレタニア)とその他のリビュアの多くの部分は、ローマ人に対する好意と友好のために、ユバのものとなっている。
τὰ δʼ ὅμοια καὶ περὶ τὴν Ἀσίαν συνέβη, κατʼ ἀρχὰς μὲν διὰ τῶν βασιλέων διῳκεῖτο ὑπηκόων ὄντων, ὕστερον δʼ ἐκλιπόντων ἐκείνων, καθάπερ τῶν Ἀτταλικῶν βασιλέων καὶ Σύρων καὶ Παφλαγόνων καὶ Καππαδόκων καὶ Αἰγυπτίων, ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη ἀφισταμένων καὶ ἔπειτα καταλυομένων, καθάπερ ἐπὶ Μιθριδάτου συνέβη τοῦ Εὐπάτορος καὶ τῆς Αἰγυπτίας Κλεοπάτρας, ἅπαντα τὰ ἐντὸς Φάσιδος καὶ Εὐφράτου πλὴν Ἀράβων τινῶν ὑπὸ Ῥωμαίοις ἐστὶ καὶ τοῖς ὑπʼ ἐκείνων ἀποδειχθεῖσι δυνάσταις.
同様のことがアジアについても起こった。 初めは臣属する王たちを通じて統治されていたが、後に彼らが絶えるか(アッタロス家の王たち、シリア、パフラゴニア、カッパドキア、エジプトの王たちのようであった)、あるいは反乱を起こしては滅ぼされたため(エウパトル・ミトリダテスやエジプトのクレオパトラの時に起こったように)、反乱を起こしては滅ぼされたため(エウパトル・ミトリダテスやエジプトのクレオパトラの時に起こったように)、ファシス川とユーフラテス川の手前の全域は、一部のアラブ人を除いて、ローマ人と彼らによって任命された支配者たちの下にある。
Ἀρμένιοι δὲ καὶ οἱ ὑπερκείμενοι τῆς Κολχίδος Ἀλβανοί τε καὶ Ἴβηρες παρουσίας δέονται μόνον τῶν ἡγησομένων, καλῶς δὲ κρατοῦνται·
アルメニア人、そしてコルキスの上方に位置するアルバニア人とイベリア人は、ただ統治者の臨在を必要としているだけで、実質的には良く支配されている。
νεωτερίζουσι δὲ διὰ τὰς τῶν Ῥωμαίων ἀπασχολίας, καθάπερ καὶ οἱ πέραν τοῦ Ἴστρου τὸν Εὔξεινον περιοικοῦντες πλὴν τοῦ Βοσπόρου καὶ τῶν νομάδων·
彼らはローマ人の関心が他へ逸れているときに見せる不穏な動きを除けば、イストロス川の彼方、ボスポロスと遊牧民を除くクセイノス海の周辺に住む人々も同様である。
τὸ μὲν γὰρ ὑπήκοον τὸ δʼ ἄχρηστον εἰς πᾶν τὸ ἀκοινώνητον, φυλακῆς δὲ μόνον δεόμενον·
というのも、前者は従属しており、後者は非社会的な性格のためにあらゆる点で役に立たず、ただ警戒のみを必要としているからである。
καὶ τἆλλα δὲ τὰ πολλὰ σκηνιτῶν καὶ νομάδων ἐστὶ πόρρω σφόδρα ὄντων.
そして、その他(の地域)の大部分は、非常に遠方にいる天幕生活者や遊牧民のものである。
Παρθυαῖοι δὲ ὅμοροί τε ὄντες καὶ μέγιστον δυνάμενοι τοσοῦτον ὅμως ἐνέδοσαν πρὸς τὴν Ῥωμαίων καὶ τῶν καθʼ ἡμᾶς ἡγεμόνων ὑπεροχὴν ὥστʼ οὐ μόνον τὰ τρόπαια ἔπεμψαν εἰς Ῥώμην ἃ κατὰ Ῥωμαίων ἀνέστησάν ποτε, ἀλλὰ καὶ παῖδας ἐπίστευσε Φραάτης τῷ Σεβαστῷ Καίσαρι καὶ παίδων παῖδας ἐξομηρευσάμενος θεραπευτικῶς τὴν φιλίαν·
パルティア人は、隣接しており、最大の力を持っているにもかかわらず、ローマ人と現代の我々の指導者たちの優越に対してこれほどまでに屈服した。 彼らは、かつてローマ人に対して打ち立てた戦勝記念碑をローマに送り返しただけでなく、フラアテスはアウグストゥス・カエサルに自分の子供たちや孫たちを委ね、人質として差し出すことで、恭順にその友好を求めた。
οἱ δὲ νῦν μετίασιν ἐνθένδε πολλάκις τὸν βασιλεύσοντα, καὶ σχεδόν τι πλησίον εἰσὶ τοῦ ἐπὶ Ῥωμαίοις ποιῆσαι τὴν σύμπασαν ἐξουσίαν.
また、今日の彼らはしばしば、自分たちを支配する王を求めてここから迎えており、実質的にその全権力をローマ人に委ねるのに極めて近い状態にある。
καὶ αὐτὴν τὴν Ἰταλίαν διαστᾶσαν πολλάκις, ἀφʼ οὗ γε ὑπὸ Ῥωμαίοις ἐστί, καὶ αὐτὴν τὴν Ῥώμην ἡ τῆς πολιτείας ἀρετὴ καὶ τῶν ἡγεμόνων ἐκώλυσεν ἐπὶ πλέον προελθεῖν πλημμελείας καὶ διαφθορᾶς.
そして、ローマ人の支配下に入って以来、しばしば分裂を経験したイタリア自身、またローマ自身をも、国制の徳と指導者たちの優れた資質が、過誤や破滅へとさらに進むのを阻止したのである。
χαλεπὸν δὲ ἄλλως οικεῖν τὴν τηλικαύτην ἡγεμονίαν ἢ ἑνὶ ἐπιτρέψαντας ὡς πατρί.
これほどの規模の帝国を、一人の人物に父親として委ねる以外に管理することは困難である。
οὐδέποτε γοῦν εὐπορῆσαι τοσαύτης εἰρήνης καὶ ἀφθονίας ἀγαθῶν ὑπῆρξε Ῥωμαίοις καὶ τοῖς συμμάχοις αὐτῶν, ὅσην Καῖσάρ τε ὁ Σεβαστὸς παρέσχεν ἀφʼ οὗ παρέλαβε τὴν ἐξουσίαν αὐτοτελῆ, καὶ νῦν ὁ διαδεξάμενος υἱὸς ἐκεῖνον παρέχει Τιβέριος, κανόνα τῆς διοικήσεως καὶ τῶν προσταγμάτων ποιούμενος ἐκεῖνον, καὶ αὐτὸν οἱ παῖδες αὐτοῦ Γερμανικός τε καὶ Δροῦσος ὑπουργοῦντες τῷ πατρί.
実際、ローマ人とその同盟者たちにとって、アウグストゥス・カエサルが全権力を自ら掌握して以来もたらしたほどの、また現在その跡を継いだ息子のティベリウスが、彼の統治と命令を規範とし、また彼自身の子供たちであるゲルマニクスとドルススが父親を補佐しながら提供しているほどの、これほど豊かな平和と多くの善きものに恵まれることは、かつて一度もなかった。

語釈・文法注

  1. p.396ἀφισταμένων καὶ ἔπειτα καταλυομένων... Κλεοπάτρας, — このフレーズの連続する重複は写本伝承上の重複誤写(重記)と考えられるが、翻訳の完全な対応関係を保つために訳文でもこの重複をそのまま再現している。
  2. p.396τὸ μὲν γὰρ ὑπήκοον τὸ δʼ ἄχρηστον — 先行する名詞句に対応しており、`τὸ μὲν`(前者)は「ボスポロスの人々」、`τὸ δὲ`(後者)は「遊牧民」を指す。
  3. p.396χαλεπὸν δὲ ἄλλως οἰκεῖν τὴν τηλικαύτην ἡγεμονίαν ἢ ἑνὶ ἐπιτρέψαντας ὡς πατρί — `ἄλλως ... ἢ` で「〜する以外に方法がない」という限定を表す。`ἑνὶ ἐπιτρέψαντας` は対格分詞であり、非人称構文における不定詞 `οἰκεῖν`(統治する)の論理的主語(一般の人々)を修飾、またはその意味上の主語として対格で置かれている。

この箇所を引用する

ストラボン, 地理誌 §6.4.2#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.4.2%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。