§6.3.9ἐκ δὲ Βαρίου πρὸς τὸν ποταμὸν Αὔφιδον, ἐφʼ ᾧ τὸ ἐμπόριον τῶν Κανυσιτῶν, τετρακόσιοι· ὁ δʼ ἀνάπλους ἐπὶ τὸ ἐμπόριον ἐνενήκοντα.
バリオンから、その川沿いにカニュシオン市民の交易港があるアウフィドス川までは400スタディオンであり、交易港までの川の遡行は90スタディオンである。
πλησίον δὲ καὶ Σαλαπία τὸ τῶν Ἀργυριππίνων ἐπίνειον.
またその近くには、アルギュリッパの人々の補助港であるサラピアがある。
οὐ πολὺ γὰρ δὴ τῆς θαλάττης ὑπέρκεινται δύο πόλεις ἔν γε τῷ πεδίῳ, μέγισται τῶν Ἰταλιωτίδων γεγονυῖαι πρότερον, ὡς ἐκ τῶν περιβόλων δῆλον, τό τε Κανύσιον καὶ ἡ Ἀργυρίππα, ἀλλὰ νῦν ἐλάττων ἐστίν.
というのも、海からさほど遠くない平野のなかに、かつてはイタリアの都市のなかで最大であった二つの都市、カニュシオンとアルギュリッパが位置しているが(これはその城壁の周囲から明らかである)、現在は規模が縮小しているからである。
ἐκαλεῖτο δʼ ἐξ ἀρχῆς Ἄργος ἵππιον, εἶτʼ Ἀργυρίππα, εἶτα νῦν Ἄρποι.
この都市は最初アルゴス・ヒッピオンと呼ばれ、次にアルギュリッパ、そして現在はアルポイと呼ばれている。
λέγονται δʼ ἀμφότεραι Διομήδους κτίσματα·
これら両都市はディオメデスの創建と言われている。
καὶ τὸ πεδίον καὶ ἄλλα πολλὰ δείκνυται τῆς Διομήδους ἐν τούτοις τοῖς τόποις δυναστείας σημεῖα, ἐν μὲν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τῆς ἐν Λουκερίᾳ παλαιὰ ἀναθήματα (καὶ αὕτη δʼ ὑπῆρξε πόλις ἀρχαία Δαυνίων, νῦν δὲ τεταπείνωται), ἐν δὲ τῇ πλησίον θαλάττῃ δύο νῆσοι Διομήδειαι προσαγορευόμεναι, ὧν ἡ μὲν οἰκεῖται, τὴν δʼ ἐρήμην φασὶν εἶναι·
この平野やその他多くのものが、これらの地域におけるディオメデスの支配の印として示されている。 たとえば、ルケリアにあるアテナの神殿には古い奉納物があり(この都市もまたダウニオイ人の古代の都市であったが、現在は衰退している)、また近くの海にはディオメデスの諸島と呼ばれる二つの島があり、その一方は人が住んでおり、他方は無人であると言われている。
ἐν ᾗ καὶ τὸν Διομήδη μυθεύουσιν ἀφανισθῆναί τινες καὶ τοὺς ἑταίρους ἀπορνιθωθῆναι, καὶ δὴ καὶ νῦν διαμένειν ἡμέρους καὶ βίον τινὰ ζῆν ἀνθρώπινον τάξει τε διαίτης καὶ τῇ πρὸς ἀνθρώπους ἡμερότητι τοὺς ἐπιεικεῖς, ἀπὸ δὲ τῶν κακούργων καὶ μιαρῶν φυγῇ.
その無人島において、ディオメデスが姿を消し、彼の連れたちが鳥に変えられたとある人々は物語っている。 そして実に、彼らは今でも人懐こいまま留まっており、生活様式の規則正しさや、まともな人々に対する人懐こさ、そして悪人や不浄な人々から逃げ去ることにおいて、一種の人間的な生活を送っている。
εἴρηται δὲ καὶ τὰ παρὰ τοῖς Ἑνετοῖς διατεθρυλημένα περὶ τοῦ ἥρωος τούτου καὶ αἱ νομισθεῖσαι τιμαί.
また、ヘネトイ人の間でこの英雄について広く語られていることや、彼に捧げられているとされる名誉についてもすでに述べた。
δοκεῖ δὲ καὶ ὁ Σιποῦς Διομήδους εἶναι κτίσμα διέχων τῆς Σαλαπίας ὅσον τετταράκοντα καὶ ἑκατὸν σταδίους, καὶ ὠνομάζετό γε Σηπιοῦς Ἑλληνικῶς ἀπὸ τῶν ἐκκυματιζομένων σηπιῶν.
またシプースもディオメデスの創建であると思われており、サラピアからおよそ140スタディオン離れていて、波で打ち上げられるコウイカに由来して、ギリシア語でセピウースと名付けられていた。
μεταξὺ δὲ τῆς Σαλαπίας καὶ τοῦ Σιποῦντος ποταμός τε πλωτὸς καὶ στομαλίμνη μεγάλη· διʼ ἀμφοῖν δὲ τὰ ἐκ Σιποῦντος κατάγεται καὶ μάλιστα ὁ σῖτος.
サラピアとシプースの間には船の通れる川と大きな潟湖があり、その両者を通じてシプースからの物資、特に穀物が運び下ろされる。
δείκνυται δὲ τῆς Δαυνίας περὶ λόφον ᾧ ὄνομα Δρίον ἡρῷα, τὸ μὲν Κάλχαντος ἐπʼ ἄκρᾳ τῇ κορυφῇ (ἐναγίζουσι δʼ αὐτῷ μέλανα κριὸν οἱ μαντευόμενοι, ἐγκοιμώμενοι ἐν τῷ δέρματι), τὸ δὲ Ποδαλειρίου κάτω πρὸς τῇ ῥίζῃ διέχον τῆς θαλάττης ὅσον σταδίους ἑκατόν·
またダウニア地方の、ドリオンという名のある丘のまわりには英雄廟が示されている。 一つは山の頂上にあるカルカスの廟であり(神託を求める者たちは、その皮の上で眠りながら、彼に黒い牡羊を供犠として捧げる)、もう一つは下方、麓にあるポダレイリオスの廟で、海からおよそ100スタディオン離れている。
ῥεῖ δʼ ἐξ αὐτοῦ ποτάμιον πάνακες πρὸς τὰς τῶν θρεμμάτων νόσους.
そこからは、家畜の病気に対して万病に効く小川が流れ出ている。
πρόκειται δὲ τοῦ κόλπου τούτου πελάγιον ἀκρωτήριον ἐπὶ τριακοσίους ἀνατεῖνον σταδίους πρὸς τὰς ἀνατολὰς τὸ Γάργανον, κάμπτοντι δὲ τὴν ἄκραν πολισμάτιον Οὔριον καὶ πρὸ τῆς ἄκρας αἱ Διομήδειαι νῆσοι.
この湾の前には、東に向かって 300スタディオン伸びる、海に突き出たガルガノンの岬があり、この岬を回ると、ウリオンという小都市があり、岬の前にはディオメデスの諸島がある。
ἔστι δὲ πᾶσα ἡ χώρα αὕτη πάμφορός τε καὶ πολυφόρος, ἵπποις δὲ καὶ προβάτοις ἀρίστη·
この地方全体はあらゆるものを産出し、かつ豊作であり、馬と羊の飼育に最適である。
ἡ δʼ ἐρέα μαλακωτέρα μὲν τῆς Ταραντίνης ἐστί, λαμπρὰ δὲ ἧττον.
羊毛はタラスのものよりも柔らかいが、光沢は劣る。
ἡ δὲ χώρα εὐδινὴ διὰ τὴν κοιλότητα τῶν πεδίων.
この地方は、平野がくぼんでいるため気候が穏やかである。
οἱ δὲ καὶ διώρυγα τεμεῖν ἐπιχειρῆσαί φασι τὸν Διομήδη μέχρι τῆς θαλάττης, καταλιπεῖν δʼ ἡμιτελῆ καὶ ταύτην καὶ τὰς ἄλλας πράξεις μετάπεμπτον οἴκαδε γενόμενον, κἀκεῖ καταστρέψαι τὸν βίον.
また、ある人々はディオメデスが海に達する運河を掘ろうと試みたが、故郷に召喚されたためにこれをも他の事業をも未完成のまま残し、そこで生涯を終えたと言う。
εἷς μὲν οὗτος ὁ λόγος περὶ αὐτοῦ, δεύτερος δʼ ὡς αὐτόθι μείνειε μέχρι καταστροφῆς τοῦ βίου, τρίτος δʼ ὁ μυθώδης ὃν προεῖπον τὸν ἐν τῇ νήσῳ λέγων ἀφανισμόν, τέταρτον δὲ θείη τις ἂν τὸν τῶν Ἑνετῶν·
これが彼に関する第一の説であり、第二の説は彼が死ぬまでこの地にとどまったというものであり、第三の説は私が先ほどその島での失踪について語った神話的なものであり、第四の説としてヘネトイ人のそれを挙げることができるだろう。
καὶ γὰρ ἐκεῖνοι παρὰ σφίσι πως τὴν καταστροφὴν αὐτοῦ μυθεύουσιν, ἣν ἀποθέωσιν καλοῦσι.
なぜなら、彼らもまた、彼らの地で彼の最期について何らかの形で神話化しており、それを神格化と呼んでいるからである。