§6.3.6τὰ μὲν οὖν ἐν τῷ παράπλῳ πολίχνια εἴρηται.
さて、沿岸航路沿いの小都市についてはすでに述べた。
ἐν δὲ τῇ μεσογαίᾳ Ῥοδίαι τέ εἰσι καὶ Λουπίαι καὶ μικρὸν ὑπὲρ τῆς θαλάττης Ἀλητία·
内陸にはロディアイとルーピアがあり、海から少し入ったところにアレティアがある。
ἐπὶ δὲ τῷ ἰσθμῷ μέσῳ Οὐρία, ἐν ᾗ βασίλειον ἔτι δείκνυται τῶν δυναστῶν τινος.
また地峡の中間にはウリアがあり、そこには支配者の一人の宮殿が今も示されている。
εἰρηκότος δʼ Ἡροδότου Ὑρίαν εἶναι ἐν τῇ Ἰαπυγίᾳ κτίσμα Κρητῶν τῶν πλανηθέντων ἐκ τοῦ Μίνω στόλου τοῦ εἰς Σικελίαν, ἤτοι ταύτην δεῖ δέχεσθαι ἢ τὸ Ὀυερητόν.
ヘロドトスが、ヒュリアはシケリアへと向かったミノスの遠征船団からはぐれて彷徨ったクレタ人によって建設されたヤピュギアの都市であると述べているので、このウリアをそれと見なすか、あるいはウェレトンと見なすべきである。
Βρεντέσιον δʼ ἐποικῆσαι μὲν λέγονται Κρῆτες οἱ μετὰ Θησέως ἐπελθόντες ἐκ Κνωσσοῦ, εἴθʼ οἱ ἐκ τῆς Σικελίας ἀπηρκότες μετὰ τοῦ Ἰάπυγος (λέγεται γὰρ ἀμφοτέρως)·
ブレンテシオンについては、テセウスとともにクノッソスからやって来たクレタ人が入植したとも、あるいはヤピュクスとともにシケリアから出発した者たちが(入植した)とも言われている(どちらの説も語られているからである)。
οὐ συμμεῖναι δέ φασιν αὐτούς, ἀλλʼ ἀπελθεῖν εἰς τὴν Βοττιαίαν.
しかし、彼らはそこにとどまらず、ボッティアイアへと去ったと言われている。
ὕστερον δὲ ἡ πόλις βασιλευομένη πολλὴν ἀπέβαλε τῆς χώρας ὑπὸ τῶν μετὰ Φαλάνθου Λακεδαιμονίων, ὅμως δʼ ἐκπεσόντα αὐτὸν ἐκ τοῦ Τάραντος ἐδέξαντο οἱ Βρεντεσῖνοι, καὶ τελευτήσαντα ἠξίωσαν λαμπρᾶς ταφῆς.
後に、王政下にあったこの都市はパラントス率いるラケダイモン人によって領土の多くを奪われたが、それでもブレンテシオンの人々は、タラスから追放されたパラントスを受け入れ、彼が死んだときには盛大な葬儀をもって遇した。
χώραν δʼ ἔχουσι βελτίω τῆς Ταραντίνων·
彼らはタラスの人々の土地よりも優れた土地を所有している。
λεπτόγεως γὰρ ἐκείνη, χρηστόκαρπος δέ, μέλι δὲ καὶ ἔρια τῶν σφόδρα ἐπαινουμένων ἐστί.
あちらの土地は土が薄いが実り豊かであり、蜜と羊毛は極めて称賛されているものに属する。
καὶ εὐλίμενον δὲ μᾶλλον τὸ Βρεντέσιον·
またブレンテシオンは(タラスよりも)港としてより優れている。
ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντός, ὥστʼ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφʼ οὗ καὶ τοὔνομα·
なぜなら、一つの入り口によって、波の立たない多くの港が閉ざされており、内側に入り江が取り込まれているため、その形状は鹿の角に似ている。
σὺν γὰρ τῇ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος, τῇ δὲ Μεσσαπίᾳ γλώττῃ βρέντιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται.
このことからその名前も来ている。 都市とともにこの場所は特に鹿の頭に似ており、メッサピア語で「ブレンティオン」は鹿の頭を意味するからである。
ὁ δὲ Ταραντῖνος οὐ παντελῶς ἐστιν ἄκλυστος διὰ τὸ ἀναπεπτάσθαι, καί τινα καὶ προσβραχῆ ἔχει τὰ περὶ τὸν μυχόν.
これに対して、タラスの港は開けているため完全に波がないわけではなく、その奥のあたりにはいくつかの浅瀬もある。
§6.3.7ἔτι δὲ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας διαίρουσιν εὐθύπλοια μᾶλλόν ἐστιν ἐπὶ τὸ Βρεντέσιον, καὶ δὴ καὶ δεῦρο πάντες καταίρουσιν οἷς εἰς τὴν Ῥώμην πρόκειται ὁδός.
さらに、ギリシアやアジアから渡ってくる人々にとっては、ブレンテシオンへの直航路の方がより容易であり、実にローマへの旅を目的とするすべての人がここに入港する。
δύο δέ εἰσι, μία μὲν ἡμιονικὴ διὰ Πευκετίων, οὓς Ποιδίκλους καλοῦσι, καὶ Δαυνίων καὶ Σαυνιτῶν μέχρι Βενεουεντοῦ, ἐφʼ ᾗ ὁδῷ Ἐγνατία πόλις, εἶτα Καιλία καὶ Νήτιον καὶ Κανύσιον καὶ Ἑρδωνία·
道は二つあり、一つは、ポイディクロイとも呼ばれるペウケティオイ、ダウニオイ、サウニテス人の土地を通ってベネウェントゥムへと至る、騾馬の通る道であり、この道沿いにはエグナティア、次いでカイリア、ネティオン、カニュシオン、ヘルドニアの都市がある。
ἡ δὲ διὰ Τάραντος μικρὸν ἐν ἀριστερᾷ ὅσον δὴ μιᾶς ἡμέρας περίοδον κυκλεύσαντι, ἡ Ἀππία λεγομένη, ἁμαξήλατος μᾶλλον·
もう一方は、タラスを経由して、左手にちょうど1日の行程の迂回をするほど少し回り道をすることになるが、アッピア街道と呼ばれる道であり、より車馬の通行に適している。
ἐν ταύτῃ δὲ πόλις Οὐρία τε καὶ Ὀυενουσία, ἡ μὲν μεταξὺ Τάραντος καὶ Βρεντεσίου, ἡ δʼ ἐν μεθορίοις Σαυνιτῶν καὶ Λευκανῶν.
この道沿いにはウリアとウェヌシアがあり、前者はタラスとブレンテシオンの間にあり、後者はサウニテス人とルカニア人の境界にある。
συμβάλλουσι δὲ ἄμφω κατὰ Βενεουεντὸν καὶ τὴν Καμπανίαν ἐκ τοῦ Βρεντεσίου.
両方の道はベネウェントゥムとカンパニアのあたりでブレンテシオンからの道として合流する。
τοὐντεῦθεν δʼ ἤδη μέχρι τῆς Ῥώμης Ἀππία καλεῖται, διὰ Καυδίου καὶ Καλατίας καὶ Καπύης καὶ Κασιλίνου μέχρι Σινοέσσης·
そこから先はローマに至るまでアッピア街道と呼ばれ、カウディウム、カラティア、カプア、カシリヌムを経てシヌエッサに至る。
τὰ δʼ ἐνθένδε εἴρηται.
ここから先の箇所についてはすでに述べた。
ἡ δὲ πᾶσά ἐστιν ἐκ Ῥώμης εἰς Βρεντέσιον μίλια τριακόσια ἑξήκοντα.
ローマからブレンテシオンまでの全行程は360マイルである。
τρίτη δʼ ἐστὶν ἐκ Ῥηγίου διὰ Βρεττίων καὶ Λευκανῶν καὶ τῆς Σαυνίτιδος εἰς τὴν Καμπανίαν, συνάπτουσα εἰς τὴν Ἀππίαν, μακροτέρα τῆς ἐκ Βρεντεσίου τρισὶν ἢ τέτταρσιν ἡμέραις διὰ τῶν Ἀπεννίνων ὀρῶν.
第三の道は、レギオンからブレッティオイ、ルカニア、サウニティス地方を経てカンパニアに至り、アッピア街道に合流するものであるが、これはアペニン山脈を経由するため、ブレンテシオンからの道よりも3、4日余計にかかる。
§6.3.8ὁ δʼ εἰς τὴν περαίαν ἐκ τοῦ Βρεντεσίου πλοῦς ἐστὶν ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν ἑξῆς παραλίαν τῆς τε Ἠπείρου καὶ τῆς Ἑλλάδος, ὁ δʼ εἰς Ἐπίδαμνον μείζων τοῦ προτέρου·
ブレンテシオンから対岸への航路には、ケラウニア山脈およびそれに続くエペイロスとギリシアの海岸へ向かうものと、エピダムノスへ向かうものがあり、後者の方が前者よりも長い。
χιλίων γάρ ἐστι καὶ ὀκτακοσίων σταδίων·
それは1800スタディオンだからである。
τέτριπται δὲ καὶ οὗτος διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων.
しかし、この都市がイリュリアやマケドニアの諸部族に対して都合の良い位置にあるため、この航路もよく利用されている。
παραπλέοντι δʼ ἐκ τοῦ Βρεντεσίου τὴν Ἀδριατικὴν παραλίαν πόλις ἐστὶν ἡ Ἐγνατία, οὖσα κοινὴ καταγωγὴ πλέοντί τε καὶ πεζεύοντι εἰς Βάριον·
ブレンテシオンからアドリア海沿岸を航行すると、エグナティアという都市があり、ここは船で行く者にとっても徒歩で行く者にとっても、バリオンへと向かう共通の宿駅となっている。
ὁ δὲ πλοῦς νότῳ.
その航路は南風による。
μέχρι δεῦρο μὲν Πευκέτιοι κατὰ θάλατταν, τῇ μεσογαίᾳ δὲ μέχρι Σιλουίου·
海沿いではここまでがペウケティオイの土地であり、内陸ではシルウィウムにまで及ぶ。
πᾶσα δὲ τραχεῖα καὶ ὀρεινή, πολὺ τῶν Ἀπεννίνων ὀρῶν κοινωνοῦσα·
その全域は険しく山がちで、アペニン山脈の大部分を共有している。
ἀποίκους δʼ Ἀρκάδας δέξασθαι δοκεῖ.
またアルカディア人の植民者を受け入れたと考えられている。
εἰσὶ δʼ ἐκ Βρεντεσίου εἰς Βάριον ἑπτακόσιοί που στάδιοι· σχεδὸν δʼ ἴσον ἑκατέρας διέχει·
ブレンテシオンからバリオンまでは約700スタディオンであり、どちらの都市からもほぼ等しい距離にある。
τὴν δὲ συνεχῆ Δαύνιοι νέμονται, εἶτα Ἄπουλοι μέχρι Φρεντανῶν.
これに続く地域はダウニオイ人が居住し、次いでフレンタノイ人に至るまでアプロイ人が居住している。
ἀνάγκη δέ, Πευκετίων καὶ Δαυνίων μηδʼ ὅλως λεγομένων ὑπὸ τῶν ἐπιχωρίων πλὴν εἰ τὸ παλαιόν, ἁπάσης δὲ ταύτης τῆς χώρας Ἀπουλίας λεγομένης νυνί, μηδὲ τοὺς ὅρους ἐπʼ ἀκριβὲς λέγεσθαι τῶν ἐθνῶν τούτων· διόπερ οὐδʼ ἡμῖν διισχυριστέον περὶ αὐτῶν.
しかし、ペウケティオイやダウニオイという名前が、古の時代を除いては、地元の住民によって全く使われておらず、この地域全体が現在アプリアと呼ばれているため、これらの部族の境界を正確に語ることは不可能であり、それゆえ我々もそれらについて断定的に主張すべきではない。