Humanitext Reader

斯特拉波 · 地理学 §6.3.9

从奥菲杜斯河到加尔加农的诸城与狄奥墨得斯传说

第 195 段,共 577 段 · 希腊语

内容简介

描述了从奥菲杜斯河到加尔加农岬角的地区地理,包括卡努西翁、阿尔格里帕和西普斯等城市,以及与之相关的狄奥墨得斯传说和英雄庙。

§6.3.9ἐκ δὲ Βαρίου πρὸς τὸν ποταμὸν Αὔφιδον, ἐφʼ ᾧ τὸ ἐμπόριον τῶν Κανυσιτῶν, τετρακόσιοι· ὁ δʼ ἀνάπλους ἐπὶ τὸ ἐμπόριον ἐνενήκοντα.
从巴里翁到奥菲杜斯河是四百斯塔德,河上有卡努西翁人的交易港;而溯河而上到达交易港的航程是九十斯塔德。
πλησίον δὲ καὶ Σαλαπία τὸ τῶν Ἀργυριππίνων ἐπίνειον.
附近还有萨拉皮亚,这是阿尔格里帕人的辅助港。
οὐ πολὺ γὰρ δὴ τῆς θαλάττης ὑπέρκεινται δύο πόλεις ἔν γε τῷ πεδίῳ, μέγισται τῶν Ἰταλιωτίδων γεγονυῖαι πρότερον, ὡς ἐκ τῶν περιβόλων δῆλον, τό τε Κανύσιον καὶ ἡ Ἀργυρίππα, ἀλλὰ νῦν ἐλάττων ἐστίν.
因为在离海不远的平原上,坐落着两座城市,它们以前曾是意大利城市中最大的,这从它们的城墙周长就可以看出来,即卡努西翁和阿尔格里帕,尽管现在它们的规模变小了。
ἐκαλεῖτο δʼ ἐξ ἀρχῆς Ἄργος ἵππιον, εἶτʼ Ἀργυρίππα, εἶτα νῦν Ἄρποι.
这座城市起初被称为阿耳戈斯·希皮乌姆,然后被称为阿尔格里帕,现在被称为阿尔皮。
λέγονται δʼ ἀμφότεραι Διομήδους κτίσματα· καὶ τὸ πεδίον καὶ ἄλλα πολλὰ δείκνυται τῆς Διομήδους ἐν τούτοις τοῖς τόποις δυναστείας σημεῖα, ἐν μὲν τῷ τῆς Ἀθηνᾶς ἱερῷ τῆς ἐν Λουκερίᾳ παλαιὰ ἀναθήματα (καὶ αὕτη δʼ ὑπῆρξε πόλις ἀρχαία Δαυνίων, νῦν δὲ τεταπείνωται), ἐν δὲ τῇ πλησίον θαλάττῃ δύο νῆσοι Διομήδειαι προσαγορευόμεναι, ὧν ἡ μὲν οἰκεῖται, τὴν δʼ ἐρήμην φασὶν εἶναι· ἐν ᾗ καὶ τὸν Διομήδη μυθεύουσιν ἀφανισθῆναί τινες καὶ τοὺς ἑταίρους ἀπορνιθωθῆναι, καὶ δὴ καὶ νῦν διαμένειν ἡμέρους καὶ βίον τινὰ ζῆν ἀνθρώπινον τάξει τε διαίτης καὶ τῇ πρὸς ἀνθρώπους ἡμερότητι τοὺς ἐπιεικεῖς, ἀπὸ δὲ τῶν κακούργων καὶ μιαρῶν φυγῇ.
据说这两座城市都是狄奥墨得斯所建;在这些地方,平原和许多其他东西都被展示为狄奥墨得斯统治的标志,例如在卢凯里亚的雅典娜神庙里的古老奉纳物(这曾经也是达乌尼人的古老城市,但现在已经衰落),以及在邻近海域中的两座被称为狄奥墨得斯的岛屿,据说其中一座有人居住,而另一座则是荒凉的;在后一座荒岛上,有些人神话般地传说狄奥墨得斯失踪了,他的伙伴们变成了鸟类,而且确实直到现在它们依然驯服,并在生活习惯的规整性以及对体面人的驯服中过着一种人一样的生活,但对于恶人和不洁之人则会飞走。
εἴρηται δὲ καὶ τὰ παρὰ τοῖς Ἑνετοῖς διατεθρυλημένα περὶ τοῦ ἥρωος τούτου καὶ αἱ νομισθεῖσαι τιμαί.
关于这位英雄在赫内托伊人中广为流传的传说以及人们对他的崇敬,也已经提到过了。
δοκεῖ δὲ καὶ ὁ Σιποῦς Διομήδους εἶναι κτίσμα διέχων τῆς Σαλαπίας ὅσον τετταράκοντα καὶ ἑκατὸν σταδίους, καὶ ὠνομάζετό γε Σηπιοῦς Ἑλληνικῶς ἀπὸ τῶν ἐκκυματιζομένων σηπιῶν.
西普斯也被认为是狄奥墨得斯所建,距离萨拉皮亚大约一百四十斯塔德,而且它在希腊语中确实因被海浪冲上岸的乌贼而被称为塞皮乌斯。
μεταξὺ δὲ τῆς Σαλαπίας καὶ τοῦ Σιποῦντος ποταμός τε πλωτὸς καὶ στομαλίμνη μεγάλη· διʼ ἀμφοῖν δὲ τὰ ἐκ Σιποῦντος κατάγεται καὶ μάλιστα ὁ σῖτος.
在萨拉皮亚和西普斯之间有一条可通航的河流和一个大潟湖;通过这两者,来自西普斯的物资被运送下来,尤其是谷物。
δείκνυται δὲ τῆς Δαυνίας περὶ λόφον ᾧ ὄνομα Δρίον ἡρῷα, τὸ μὲν Κάλχαντος ἐπʼ ἄκρᾳ τῇ κορυφῇ (ἐναγίζουσι δʼ αὐτῷ μέλανα κριὸν οἱ μαντευόμενοι, ἐγκοιμώμενοι ἐν τῷ δέρματι), τὸ δὲ Ποδαλειρίου κάτω πρὸς τῇ ῥίζῃ διέχον τῆς θαλάττης ὅσον σταδίους ἑκατόν· ῥεῖ δʼ ἐξ αὐτοῦ ποτάμιον πάνακες πρὸς τὰς τῶν θρεμμάτων νόσους.
在达乌尼亚的一个名为德里翁的山丘周围,展示着英雄庙,其中卡尔卡斯的神庙在最顶峰(寻求神谕的人会向他祭献一只黑公羊,并在皮上入睡),而波达莱里乌斯的神庙在山脚下,距离海边大约一百斯塔德;从那里流出一股小溪,是治疗牲畜疾病的万灵药。
πρόκειται δὲ τοῦ κόλπου τούτου πελάγιον ἀκρωτήριον ἐπὶ τριακοσίους ἀνατεῖνον σταδίους πρὸς τὰς ἀνατολὰς τὸ Γάργανον, κάμπτοντι δὲ τὴν ἄκραν πολισμάτιον Οὔριον καὶ πρὸ τῆς ἄκρας αἱ Διομήδειαι νῆσοι.
在这个湾的前面,有一个向东延伸三百斯塔德、突入海中的半岛,即加尔加农,对于绕过岬角的人来说,有一座小城乌里翁,而在岬角前面是狄奥墨得斯岛屿。
ἔστι δὲ πᾶσα ἡ χώρα αὕτη πάμφορός τε καὶ πολυφόρος, ἵπποις δὲ καὶ προβάτοις ἀρίστη· ἡ δʼ ἐρέα μαλακωτέρα μὲν τῆς Ταραντίνης ἐστί, λαμπρὰ δὲ ἧττον.
这整片土地物产丰富且非常肥沃,极适宜养马和养羊;羊毛比塔拉斯的更柔软,但光泽度较差。
ἡ δὲ χώρα εὐδινὴ διὰ τὴν κοιλότητα τῶν πεδίων.
由于平原的低洼,这个地区气候温和。
οἱ δὲ καὶ διώρυγα τεμεῖν ἐπιχειρῆσαί φασι τὸν Διομήδη μέχρι τῆς θαλάττης, καταλιπεῖν δʼ ἡμιτελῆ καὶ ταύτην καὶ τὰς ἄλλας πράξεις μετάπεμπτον οἴκαδε γενόμενον, κἀκεῖ καταστρέψαι τὸν βίον.
有些人说狄奥墨得斯还企图开凿一条直达海边的运河,但因为被召回本国,他将这一工程和其他事业都半途而废留下了,并在那里结束了生命。
εἷς μὲν οὗτος ὁ λόγος περὶ αὐτοῦ, δεύτερος δʼ ὡς αὐτόθι μείνειε μέχρι καταστροφῆς τοῦ βίου, τρίτος δʼ ὁ μυθώδης ὃν προεῖπον τὸν ἐν τῇ νήσῳ λέγων ἀφανισμόν, τέταρτον δὲ θείη τις ἂν τὸν τῶν Ἑνετῶν· καὶ γὰρ ἐκεῖνοι παρὰ σφίσι πως τὴν καταστροφὴν αὐτοῦ μυθεύουσιν, ἣν ἀποθέωσιν καλοῦσι.
这是关于他的第一种说法,第二种是他留在这里直到生命结束,第三种是我之前提到的关于他在岛上失踪的神话说法,第四种人们可以列出赫内托伊人的说法;因为他们也以某种方式在他们的土地上神话了狄奥墨得斯的结局,并称之为神格化。

词汇与语法注释

  1. p.390ἀλλὰ νῦν ἐλάττων ἐστίν — 尽管提到了两座城市(卡努西翁和阿尔格里帕)作为主语,但形容词和动词都使用了单数形式(ἐλάττων ἐστίν)。这种句法上的不一致(不协调)可能仅与最近的单数主语(阿尔格里帕)一致,或者将城市中心的衰落视为一个整体现象。
  2. p.391κάμπτοντι δὲ τὴν ἄκραν — 与格现在分词 `κάμπτοντι` 是关系与格或地理基准与格(意为“对于绕过岬角的人”),从绕过岬角航行或旅行者的角度来展示地理位置关系。
  3. p.391ἡ δὲ χώρα εὐδινὴ — 形容词 `εὐδινὴ`(易产生漩涡的,或排水良好的)在理解上存在困难。结合平原低洼的解释,此处将其理解为“温和/避风的”(可能是 `εὔδιος` 的误写),这与该地区肥沃的农业语境最相符。
  4. p.391μετάπεμπτον οἴκαδε γενόμενον — 形容词 `μετάπεμπτος` 具有被动含义(“被召回”)。与分词 `γενόμενον` 结合使用,起到了表示原因的状语分词作用(“因为被召回本国”)。

引用这一段

斯特拉波, 地理学 §6.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。