§6.3.10ταῦτα μὲν οὖν κατʼ Ἀρτεμίδωρον κεῖται τὰ διαστήματα.
\nしたがって、これらの距離はアルテミドロスに従って記述されている。
φησὶ δʼ ὁ χωρογράφος τὰ ἀπὸ τοῦ Βρεντεσίου μέχρι Γαργάνου μιλίων ἑκατὸν ἑξήκοντα πέντε, πλεονάζει δὲ αὐτὰ Ἀρτεμίδωρος·
しかし、地誌作家はブレンテシオンからガルガノンまでを165マイルとしており、アルテミドロスはこれより多く見積もっている。
ἐντεῦθεν δʼ εἰς Ἀγκῶνα διακόσια πεντήκοντα τέτταρα μίλιά φησιν ἐκεῖνος, ὁ δʼ Ἀρτεμίδωρος εἰς Αἶσιν πλησίον τα τοῦ Ἀγκῶνος σταδίους εἴρηκε χιλίους διακοσίους πεντήκοντα, πολὺ ἐνδεέστερον ἐκείνου·
そこからアンコンまでは254マイルであるとその地誌作家は言うが、アルテミドロスはアンコンの近くのアイシスまでを1250スタディオンと言っており、彼の数値よりはるかに少ない。
Πολύβιος δʼ ἀπὸ τῆς Ἰαπυγίας μεμιλιᾶσθαί φησι καὶ εἶναι μίλια πεντακόσια ἑξήκοντα δύο εἰς Σήναν πόλιν, ἐντεῦθεν δʼ εἰς Ἀκυληίαν ἑκατὸν ἑβδομήκοντα ὀκτώ.
またポリュビオスは、イアピュギアからマイルが測定されており、セナの町までは562マイル、そこからアクレイアまでは178マイルであると言っている。
οὐχ ὁμολογοῦντες τῷ φερομένῳ διαστήματι τῆς Ἰλλυρικῆς παραλίας ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ τὸν τοῦ Ἀδρίου μυχόν, ὑπὲρ ἑξακισχιλίων τοῦτον τὸν παράπλουν ἀποφαίνοντες καὶ μείζω καθιστάντες ἐκείνου πολὺ ἐλάττονα ὄντα.
彼らは、ケラウニア山脈からアドリア海の最奥部までに至る、広く言われているイリュリア海岸の距離に同意しておらず、この沿岸航路を6000スタディオン以上であると主張し、実際にははるかに短いものであるにもかかわらず、あの距離よりも大きいものとしている。
καὶ πάντες δὲ πρὸς ἅπαντας μάλιστα περὶ τῶν διαστημάτων οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους, ὡς πολλάκις ἐλέγομεν.
そして、私たちがしばしば述べてきたように、およそすべての者が、特に距離に関しては、互いに全く一致しないのである。
ἡμεῖς δʼ ὅπου μὲν ἐπικρίνειν δυνατόν, ἐκφέρομεν τὸ δοκοῦν ἡμῖν, ὅπου δὲ μή, τὰ ἐκείνων εἰς μέσον οἰόμεθα δεῖν τιθέναι.
しかし私たちは、判断が可能な場合には、自分たちが正しいと思う見解を提示し、そうでない場合には、彼らの意見を公に提示すべきであると考えている。
ἐὰν δὲ μηδὲν παρʼ ἐκείνων ἔχωμεν, οὐδὲν θαυμαστὸν οὐδʼ εἰ παρελείψαμέν τι καὶ ἡμεῖς, ἐν τοιαύτῃ καὶ ταῦθʼ ὑποθέσει·
もし彼らから何も得られないならば、このような困難な企てにおいて、私たち自身が何かを見落としたとしても、全く驚くべきことではない。
τῶν μὲν γὰρ μεγάλων οὐδὲν ἂν παραλίποιμεν, τὰ δὲ μικρὰ καὶ γνωρισθέντα μικρὸν ὤνησε καὶ παραπεμφθέντα ἔλαθε καὶ οὐδὲν ἢ πολὺ τοῦ παντελοῦς ἔργου παρέλυσε.
なぜなら、主要な事柄については何も見落とさないであろうし、些細な事柄は、たとえ知られたところでほとんど役に立たず、見過ごされて気づかれなかったとしても、著作全体の完成度を損なうことは全くないか、あるいはほとんどないからである。
§6.3.11μεταξὺ δʼ εὐθὺς ἀπὸ τοῦ Γαργάνου κόλπος ὑποδέχεται βαθύς·
\n\nガルガノンから進むと、すぐに深い湾が広がっている。
οἱ δὲ περιοικοῦντες ἰδίως Ἄπουλοι προσαγορεύονται, εἰσὶ δὲ ὁμόγλωττοι μὲν τοῖς Δαυνίοις καὶ Πευκετίοις·
その周辺に住む人々は特にアプロイと呼ばれ、ダウニオイ人やペウケティオイ人と同じ言語を話す。
οὐδὲ τἆλλα δὲ διαφέρουσιν ἐκείνων τό γε νῦν, τὸ δὲ πάλαι διαφέρειν εἰκός, ὅθενπερ καὶ τὰ ὀνόματα ἐναντία πάντων ἐπικρατεῖν.
また、現在では他の点でも彼らと異なっていないが、昔は異なっていたのが自然であり、それゆえに異なる名前が全体として通用しているのである。
πρότερον μὲν οὖν ηὐτύχει αὕτη πᾶσα ἡ γῆ, Ἀννίβας δὲ καὶ οἱ ὕστερον πόλεμοι ἠρήμωσαν αὐτήν·
かつてはこの土地全体が繁栄していたが、ハンニバルとそれに続く戦争がここを荒廃させた。
ἐνταῦθα δὲ καὶ τὰ περὶ Κάννας συνέβη, ὅπου πλεῖστος ὄλεθρος σωμάτων Ῥωμαίοις καὶ τοῖς συμμάχοις ἐγένετο.
そしてここでカンナエの戦いも起こり、そこではローマ人とその同盟者たちに非常に多くの人命の損失が生じた。
ἐν δὲ τῷ κόλπῳ λίμνη ἐστίν, ὑπὲρ δὲ τῆς λίμνης ἐν μεσογαίᾳ τὸ Ἄπουλον Τέανον, ὁμώνυμον τῷ Σιδικίνῳ·
湾の中には湖があり、その湖の上方の内陸には、シディキノンのテアノンと同名のアプルム・テアノンがある。
καθʼ ὃ δοκεῖ συνάγεσθαι τὸ τῆς Ἰταλίας πλάτος ἐφʼ ἱκανὸν πρὸς τοὺς περὶ Δικαιάρχειαν τόπους, ἐλαττόνων ἢ χιλίων σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἰσθμὸν καταλεῖπον.
その場所において、イタリアの幅がディカイアルケイア周辺の地域に向かって著しく狭まっているように思われ、海から海までの地峡を1000スタディオン未満しか残さない。
μετὰ δὲ τὴν λίμνην ἐπὶ τοὺς Φρεντανοὺς καὶ τὴν Βοῦκαν παράπλους ἐστί·
湖の次には、フレンタノイ人の地とブカに向かう沿岸航路がある。
διακόσιοι δʼ εἰσὶν ἐφʼ ἑκάτερα στάδιοι τῆς λίμνης ἐπί τε τὴν Βοῦκαν καὶ τὸ Γάργανον.
湖からブカまで、およびガルガノンまでの距離は、それぞれ200スタディオンである。
τὰ δʼ ἑξῆς τοῖς περὶ Βοῦκαν εἴρηται πρότερον.
ブカ周辺に続く事柄については、すでに前に述べた。