§6.3.5ἡ δʼ ἑξῆς τῶν Ἰαπύγων χώρα παραδόξως ἐστὶν ἀστεία·
それに続くヤピュゲス人の土地は、驚くほど見事である。
ἐπιπολῆς γὰρ φαινομένη τραχεῖα εὑρίσκεται βαθύγειος σχιζομένη, ἀνυδροτέρα δʼ οὖσα εὔβοτος οὐδὲν ἧττον καὶ εὔδενδρος ὁρᾶται.
表面的には荒々しく見えるが、耕してみると土が深いことがわかる。 水はかなり不足しているものの、それにもかかわらず放牧に適し、樹木が豊かに生い茂っている。
εὐάνδρησε δέ ποτε καὶ τοῦτο σφόδρα τὸ χωρίον σύμπαν καὶ ἔσχε πόλεις τρισκαίδεκα, ἀλλὰ νῦν πλὴν Τάραντος καὶ Βρεντεσίου τἆλλα πολισμάτιά ἐστιν·
かつてはこの地域全体も極めて人口が多く、13の都市を擁していたが、現在ではタラスとブレンテシオンを除けば、他の都市は小さな町にすぎない。
οὕτως ἐκπεπόνηνται.
それほどまでに荒廃してしまったのである。
τοὺς δὲ Σαλεντίνους Κρητῶν ἀποίκους φασίν·
サレンティノイ人はクレタ人の植民者だと言われている。
ἐνταῦθα δʼ ἐστὶ καὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν πλούσιόν ποτε ὑπάρξαν, καὶ ὁ σκόπελος, ὃν καλοῦσιν ἄκραν Ἰαπυγίαν, πολὺς ἐκκείμενος εἰς τὸ πέλαγος καὶ τὰς χειμερινὰς ἀνατολάς, ἐπιστρέφων δέ πως ἐπὶ τὸ Λακίνιον ἀνταῖρον ἀπὸ τῆς ἑσπέρας αὐτῷ καὶ κλεῖον τὸ στόμα τοῦ Ταραντίνου κόλπου πρὸς αὐτόν.
ここには、かつて富裕であったアテナの神殿があり、また、ヤピュギア岬と呼ばれる岩礁がある。 これは海へと、また冬の日の出の方向へと大きく突き出ており、西側からそれに向かって対峙しているラキニオン岬の方へといくらか湾曲しており、そのラキニオン岬とともにタラス湾の入り口を閉じている。
καὶ τὰ Κεραύνια δʼ ὁμοίως ὄρη κλείει πρὸς αὐτὸν τὸ στόμα τοῦ Ἰονίου κόλπου, καὶ ἔστι τὸ δίαρμα ὅσον ἑπτακοσίων σταδίων ἀπʼ αὐτοῦ πρός τε τὰ Κεραύνια καὶ πρὸς τὸ Λακίνιον.
また、ケラウニア山脈も同様に、それとともにイオニア湾の入り口を閉じており、それからケラウニア山脈、およびラキニオン岬までの海路は、それぞれ約700スタディオンである。
περίπλους δʼ ἐκ Τάραντός ἐστιν εἰς Βρεντέσιον μέχρι μὲν Βάριδος πολίχνης ἑξακόσιοι στάδιοι·
タラスからブレンテシオンまでの沿岸航路は、バリスという小都市までは600スタディオンである。
καλοῦσι δὲ Βᾶριν οἱ νῦν Ὀυερητόν, κεῖται δʼ ἐπὶ τοῖς ἄκροις τῆς Σαλεντίνης, καὶ τὸ πολὺ πεζῇ μᾶλλον ἢ κατὰ πλοῦν εἰς αὐτὴν ἐκ τοῦ Τάραντος εὐμαρὴς ἡ ἄφιξίς ἐστιν.
現代の人々はバリスをウェレトンと呼んでおり、これはサレンティナ地方の端に位置している。 そして、タラスからそこへの到達は、航路によるよりもむしろ陸路による方が大部分において容易である。
ἔνθεν εἰς τὰ Λευκὰ στάδιοι ὀγδοήκοντα, πολίχνιον καὶ τοῦτο, ἐν ᾧ δείκνυται πηγὴ δυσώδους ὕδατος·
そこからレウカまでは80スタディオンであり、ここもまた小都市であって、その中には悪臭を放つ水の湧き出る泉が示されている。
μυθεύουσι δʼ ὅτι τοὺς περιλειφθέντας τῶν γιγάντων ἐν τῇ κατὰ Καμπανίαν Φλέγρᾳ Λευτερνίους καλουμένους Ἡρακλῆς ἐξελάσειε, καταφυγόντες δεῦρο ὑπὸ γῆς περισταλεῖεν, ἐκ δὲ ἰχώρων τοιοῦτον ἴσχοι ῥεῦμα ἡ πηγή·
神話では、カンパニアのフレグラにおいて生き残った、レウテルニオイと呼ばれる巨人たちをヘラクレスが追い払い、彼らはここに逃げ込んで地中に覆われ、彼らの体液から泉がこのような流れを持つようになったと語られている。
διὰ τοῦτο δὲ καὶ τὴν παραλίαν ταύτην Λευτερνίαν προσαγορεύουσιν.
そのため、この海岸地方をレウテルニアとも呼ぶ。
ἐκ δὲ τῶν Λευκῶν εἰς Ὑδροῦντα πολίχνην ἑκατὸν πεντήκοντα·
レウカから小都市ヒドロウスまでは150スタディオンである。
ἐντεῦθεν δʼ εἰς Βρεντέσιον τετρακόσιοι·
そこからブレンテシオンまでは400スタディオンである。
οἱ δʼ ἴσοι καὶ εἰς Σάσωνα τὴν νῆσον, ἥτις μέση πως ἵδρυται τοῦ διάρματος τοῦ ἐκ τῆς Ἠπείρου πρὸς τὸ Βρεντέσιον·
また、同じ距離はサソン島までもそうであり、この島はエペイロスからブレンテシオンへと渡る中間のあたりに位置している。
διόπερ οἱ μὴ δυνάμενοι κρατεῖν τῆς εὐθυπλοίας καταίρουσιν ἐν ἀριστερᾷ ἐκ τοῦ Σάσωνος πρὸς τὸν Ὑδροῦντα, ἐντεῦθεν δὲ τηρήσαντες φορὸν πνεῦμα προσέχουσι τοῖς μὲν Βρεντεσίνων λιμέσιν, ἐκβάντες δὲ πεζεύουσι συντομώτερον ἐπὶ Ῥοδιῶν πόλεως Ἑλληνίδος, ἐξ ἧς ἦν ὁ ποιητὴς Ἔννιος.
それゆえ、直航路を維持できない人々は、サソン島から左に折れてヒドロウスへと入港し、そこから追い風を待ってブレンテシオンの港へと向かい、上陸してからは、ギリシアの都市ロディアイへとより近道で陸路を進む。 この都市は詩人エンニウスの出身地であった。
ἔοικεν οὖν χερρονήσῳ τὸ περιπλεόμενον χωρίον ἐκ Τάραντος εἰς Βρεντέσιον·
したがって、タラスからブレンテシオンまで船で迂回する地域は半島に似ている。
ἡ δʼ ἐκ Βρεντεσίου πεζευομένη ὁδὸς εἰς τὸν Τάραντα, εὐζώνῳ μιᾶς οὖσα ἡμέρας, τὸν ἰσθμὸν ποιεῖ τῆς εἰρημένης χερρονήσου, ἣν Μεσσαπίαν τε καὶ Ἰαπυγίαν καὶ Καλαβρίαν καὶ Σαλεντίνην κοινῶς οἱ πολλοὶ προσαγορεύουσι·
ブレンテシオンからタラスへと陸路を行く道は、軽装の徒歩旅行者にとって1日の行程であり、これが前述の半島の地峡を形成している。 この半島を、一般に多くの人々はメッサピア、ヤピュギア、カラブリア、サレンティナと呼んでいる。
τινὲς δὲ διαιροῦσιν, ὡς ἐλέγομεν πρότερον.
しかし、何人かの人々は、我々が以前に述べたように、これらを区分している。