Humanitext Reader

斯特拉波 · 地理学 §6.3.6-6.3.8

布伦特西翁的起源与通往罗马的道路

第 194 段,共 577 段 · 希腊语

内容简介

该段描述了内陆城市、布伦特西翁的起源与形如鹿角的港口,通往罗马的主要道路,以及阿普利亚地区各部落边界的模糊性。

§6.3.6τὰ μὲν οὖν ἐν τῷ παράπλῳ πολίχνια εἴρηται.
那么,沿海航程中的小镇已经提到过了。
ἐν δὲ τῇ μεσογαίᾳ Ῥοδίαι τέ εἰσι καὶ Λουπίαι καὶ μικρὸν ὑπὲρ τῆς θαλάττης Ἀλητία· ἐπὶ δὲ τῷ ἰσθμῷ μέσῳ Οὐρία, ἐν ᾗ βασίλειον ἔτι δείκνυται τῶν δυναστῶν τινος.
在内陆有罗底亚和路皮亚,而在离海稍远的高处有阿莱蒂亚;在地峡中部有乌利亚,那里至今还展示着某位统治者的宫殿。
εἰρηκότος δʼ Ἡροδότου Ὑρίαν εἶναι ἐν τῇ Ἰαπυγίᾳ κτίσμα Κρητῶν τῶν πλανηθέντων ἐκ τοῦ Μίνω στόλου τοῦ εἰς Σικελίαν, ἤτοι ταύτην δεῖ δέχεσθαι ἢ τὸ Ὀυερητόν.
既然希罗多德说过,亚皮革斯地区的许德罗斯是那些从去往西西里的米诺斯远征船团中迷失方向的克里特人所建立的,那么人们必须将这座城市或韦雷顿视为那座城市。
Βρεντέσιον δʼ ἐποικῆσαι μὲν λέγονται Κρῆτες οἱ μετὰ Θησέως ἐπελθόντες ἐκ Κνωσσοῦ, εἴθʼ οἱ ἐκ τῆς Σικελίας ἀπηρκότες μετὰ τοῦ Ἰάπυγος (λέγεται γὰρ ἀμφοτέρως)· οὐ συμμεῖναι δέ φασιν αὐτούς, ἀλλʼ ἀπελθεῖν εἰς τὴν Βοττιαίαν.
关于布伦特西翁,据说它要么是由与忒修斯一起从克诺索斯前来的克里特人殖民的,要么是由与亚皮革斯一起从西西里出发的人殖民的(因为两种说法都有人讲);但据说他们并没有在那里留下来,而是离去前往波提埃亚。
ὕστερον δὲ ἡ πόλις βασιλευομένη πολλὴν ἀπέβαλε τῆς χώρας ὑπὸ τῶν μετὰ Φαλάνθου Λακεδαιμονίων, ὅμως δʼ ἐκπεσόντα αὐτὸν ἐκ τοῦ Τάραντος ἐδέξαντο οἱ Βρεντεσῖνοι, καὶ τελευτήσαντα ἠξίωσαν λαμπρᾶς ταφῆς.
后来,这座由国王统治的城市被帕兰托斯率领的拉acedaemonian人夺去了大部分领土,但尽管如此,当帕兰托斯被驱逐出塔拉斯时,布伦特西翁人收留了他,并在他去世时为他举行了盛大的葬礼。
χώραν δʼ ἔχουσι βελτίω τῆς Ταραντίνων· λεπτόγεως γὰρ ἐκείνη, χρηστόκαρπος δέ, μέλι δὲ καὶ ἔρια τῶν σφόδρα ἐπαινουμένων ἐστί.
他们拥有的土地比塔兰托人的土地更好;因为后者的土地土层薄,但果实累累,其蜂蜜和羊毛是极受赞誉的。
καὶ εὐλίμενον δὲ μᾶλλον τὸ Βρεντέσιον· ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντός, ὥστʼ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφʼ οὗ καὶ τοὔνομα· σὺν γὰρ τῇ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος, τῇ δὲ Μεσσαπίᾳ γλώττῃ βρέντιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται.
而且布伦特西翁作为一个港口也更好;因为通过一个单一的入口,许多不受波浪侵袭的港口被封闭在内,内有海湾被包围,因此其形状像鹿角,其名称也由此而来;因为该地与城市相连,非常像鹿头,而在麦萨皮亚语中,“布伦蒂翁”意为鹿头。
ὁ δὲ Ταραντῖνος οὐ παντελῶς ἐστιν ἄκλυστος διὰ τὸ ἀναπεπτάσθαι, καί τινα καὶ προσβραχῆ ἔχει τὰ περὶ τὸν μυχόν.
但塔兰托港由于敞开,并不完全免受波浪侵袭,且在最深处有一些浅滩。
§6.3.7ἔτι δὲ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τῆς Ἀσίας διαίρουσιν εὐθύπλοια μᾶλλόν ἐστιν ἐπὶ τὸ Βρεντέσιον, καὶ δὴ καὶ δεῦρο πάντες καταίρουσιν οἷς εἰς τὴν Ῥώμην πρόκειται ὁδός.
此外,对于从希腊和亚洲渡海而来的人来说,直航前往布伦特西翁更为便利,实际上,所有意图前往罗马的人都会在此登陆。
δύο δέ εἰσι, μία μὲν ἡμιονικὴ διὰ Πευκετίων, οὓς Ποιδίκλους καλοῦσι, καὶ Δαυνίων καὶ Σαυνιτῶν μέχρι Βενεουεντοῦ, ἐφʼ ᾗ ὁδῷ Ἐγνατία πόλις, εἶτα Καιλία καὶ Νήτιον καὶ Κανύσιον καὶ Ἑρδωνία· ἡ δὲ διὰ Τάραντος μικρὸν ἐν ἀριστερᾷ ὅσον δὴ μιᾶς ἡμέρας περίοδον κυκλεύσαντι, ἡ Ἀππία λεγομένη, ἁμαξήλατος μᾶλλον·
有两条路:一条是穿过被称为波伊迪克利的佩乌克蒂人、达乌尼人和萨乌尼特人领土直达贝内温图姆的骡马道,这条路旁有埃格纳蒂亚城,接着是凯利亚、内蒂翁、卡努西翁和赫尔多尼亚;另一条路经过塔拉斯,对于绕行大约一日路程的人来说稍偏左侧,被称为阿庇亚大道,更适合车辆通行。
ἐν ταύτῃ δὲ πόλις Οὐρία τε καὶ Ὀυενουσία, ἡ μὲν μεταξὺ Τάραντος καὶ Βρεντεσίου, ἡ δʼ ἐν μεθορίοις Σαυνιτῶν καὶ Λευκανῶν.
在这条路上有乌利亚和维努西亚城,前者位于塔拉斯和布伦特西翁之间,后者在萨乌尼特人和卢卡尼亚人的边界上。
συμβάλλουσι δὲ ἄμφω κατὰ Βενεουεντὸν καὶ τὴν Καμπανίαν ἐκ τοῦ Βρεντεσίου.
两条路都在贝内温图姆和坎帕尼亚附近与来自布伦特西翁的路会合。
τοὐντεῦθεν δʼ ἤδη μέχρι τῆς Ῥώμης Ἀππία καλεῖται, διὰ Καυδίου καὶ Καλατίας καὶ Καπύης καὶ Κασιλίνου μέχρι Σινοέσσης· τὰ δʼ ἐνθένδε εἴρηται.
从那里开始直到罗马都被称为阿庇亚大道,经过考迪乌姆、卡拉蒂亚、卡普亚和卡西里努姆直至西努埃萨;从此往后的地方已经提到过了。
ἡ δὲ πᾶσά ἐστιν ἐκ Ῥώμης εἰς Βρεντέσιον μίλια τριακόσια ἑξήκοντα.
从罗马到布伦特西翁的全程为三百六十英里。
τρίτη δʼ ἐστὶν ἐκ Ῥηγίου διὰ Βρεττίων καὶ Λευκανῶν καὶ τῆς Σαυνίτιδος εἰς τὴν Καμπανίαν, συνάπτουσα εἰς τὴν Ἀππίαν, μακροτέρα τῆς ἐκ Βρεντεσίου τρισὶν ἢ τέτταρσιν ἡμέραις διὰ τῶν Ἀπεννίνων ὀρῶν.
第三条路是从雷吉翁穿过布雷蒂人、卢卡尼亚人和萨乌尼特地区到达坎帕尼亚,与阿庇亚大道相接,由于穿越阿彭宁山脉,这条路比从布伦特西翁出发的路要长三到四天的路程。
§6.3.8ὁ δʼ εἰς τὴν περαίαν ἐκ τοῦ Βρεντεσίου πλοῦς ἐστὶν ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν ἑξῆς παραλίαν τῆς τε Ἠπείρου καὶ τῆς Ἑλλάδος, ὁ δʼ εἰς Ἐπίδαμνον μείζων τοῦ προτέρου· χιλίων γάρ ἐστι καὶ ὀκτακοσίων σταδίων· τέτριπται δὲ καὶ οὗτος διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων.
从布伦特西翁到对岸的航线,一条是前往凯劳尼亚山脉以及紧邻的伊庇鲁斯和希腊海岸,另一条是前往埃皮达姆诺斯,后者比前者更长;因为它有一千八百斯塔德;但这条航线也经常被使用,因为该城地理位置优越,便于通往伊利里亚人和马其顿人的各部落。
παραπλέοντι δʼ ἐκ τοῦ Βρεντεσίου τὴν Ἀδριατικὴν παραλίαν πόλις ἐστὶν ἡ Ἐγνατία, οὖσα κοινὴ καταγωγὴ πλέοντί τε καὶ πεζεύοντι εἰς Βάριον· ὁ δὲ πλοῦς νότῳ.
从布伦特西翁沿亚得里亚海海岸航行,有埃格纳蒂亚城,这里是乘船者和步行前往巴里翁者的共同宿营地;航行需乘南风。
μέχρι δεῦρο μὲν Πευκέτιοι κατὰ θάλατταν, τῇ μεσογαίᾳ δὲ μέχρι Σιλουίου· πᾶσα δὲ τραχεῖα καὶ ὀρεινή, πολὺ τῶν Ἀπεννίνων ὀρῶν κοινωνοῦσα· ἀποίκους δʼ Ἀρκάδας δέξασθαι δοκεῖ.
沿着海岸到此为止是佩乌克蒂人的领地,内陆则延伸至西尔维乌姆;这整片土地崎岖多山,很大程度上与阿彭宁山脉相连;人们认为这里接纳了阿卡迪亚殖民者。
εἰσὶ δʼ ἐκ Βρεντεσίου εἰς Βάριον ἑπτακόσιοί που στάδιοι· σχεδὸν δʼ ἴσον ἑκατέρας διέχει·
从布伦特西翁到巴里翁大约有七百斯塔德;两城几乎等距。
τὴν δὲ συνεχῆ Δαύνιοι νέμονται, εἶτα Ἄπουλοι μέχρι Φρεντανῶν.
相邻的地区由达乌尼人居住,然后是阿普洛伊人,直到弗伦塔尼人。
ἀνάγκη δέ, Πευκετίων καὶ Δαυνίων μηδʼ ὅλως λεγομένων ὑπὸ τῶν ἐπιχωρίων πλὴν εἰ τὸ παλαιόν, ἁπάσης δὲ ταύτης τῆς χώρας Ἀπουλίας λεγομένης νυνί, μηδὲ τοὺς ὅρους ἐπʼ ἀκριβὲς λέγεσθαι τῶν ἐθνῶν τούτων· διόπερ οὐδʼ ἡμῖν διισχυριστέον περὶ αὐτῶν.
由于地处该地的人们除古代外根本不使用佩乌克蒂人和达乌尼人的名称,而这整片地区现在被称为阿普利亚,因此这些部落的边界无法被准确陈述是必然的;因此我们也不应对它们做出绝对的断言。

词汇与语法注释

  1. §6.3.6εἰρηκότος δʼ Ἡροδότου — 表示原因或理由的分词绝对属格结构,为整个句子提供逻辑前提。
  2. §6.3.7κυκλεύσαντι — 与格分词,在此用作关系或判断与格(“对于绕行的人来说”),指明评估视角的客体。
  3. §6.3.8ἀνάγκη δέ — 表示“……是必然的”的非人称表达,支配后面的对格带不定式结构(μηδὲ τοὺς ὅρους... λέγεσθαι),并伴随属格绝对独立结构以表背景条件。

引用这一段

斯特拉波, 地理学 §6.3.6-6.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.3.6-6.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。