§6.3.3ἔφορος δʼ οὕτω λέγει περὶ τῆς κτίσεως·
エポロスは建国について次のように語っている。
ἐπολέμουν Λακεδαιμόνιοι Μεσσηνίοις ἀποκτείνασι τὸν βασιλέα Τήλεκλον εἰς Μεσσήνην ἀφικόμενον ἐπὶ θυσίαν, ὀμόσαντες μὴ πρότερον ἐπανήξειν οἴκαδε πρὶν ἢ Μεσσήνην ἀνελεῖν ἢ πάντας ἀποθανεῖν·
ラケダイモン人は、犠牲式のためにメッセネにやって来た王テュレクロスを殺害したメッセニア人に対して戦争を行っていたが、メッセネを滅ぼすか、あるいは全員が死ぬまでは、決して家に戻らないと誓っていた。
φύλακας δὲ τῆς πόλεως κατέλιπον στρατεύοντες τούς τε νεωτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν.
彼らは遠征に出発するにあたり、市民のうち最も若い者たちと最も年老いた者たちを都市の守備隊として残した。
δεκάτῳ δʼ ὕστερον τοῦ πολέμου τὰς γυναῖκας τῶν Λακεδαιμονίων συνελθούσας ἐξ ἑαυτῶν πέμψαι τινὰς παρὰ τοὺς ἄνδρας τὰς μεμψομένας, ὡς οὐκ ἐπʼ ἴσοις πολεμοῖεν πρὸς τοὺς Μεσσηνίους (οἱ μὲν γὰρ μένοντες τεκνοποιοῦνται, οἱ δὲ χήρας ἀφέντες τὰς γυναῖκας ἐν τῇ πολεμίᾳ ἐστρατοπέδευον), καὶ κίνδυνος εἴη λιπανδρῆσαι τὴν πατρίδα.
戦争の10年後に、ラケダイモン人の妻たちが自発的に集まり、夫たちのもとに不満を訴えるための使者を送った。 その内容は、自分たちがメッセニア人に対して対等な条件で戦っていないというものであった(なぜなら、敵は留まって子供を作っているのに対し、夫たちは妻たちを寡婦のように残して敵地で陣営を張っているからである)。 そして、祖国が男手不足になる危険がある、と。
οἱ δʼ ἅμα καὶ τὸν ὅρκον φυλάττοντες καὶ τὸν τῶν γυναικῶν λόγον ἐν νῷ θέμενοι πέμπουσι τῆς στρατιᾶς τοὺς εὐρωστοτάτους ἅμα καὶ νεωτάτους, οὓς ᾔδεσαν οὐ μετασχόντας τῶν ὅρκων διὰ τὸ παῖδας ἔτι ὄντας συνεξελθεῖν τοῖς ἐν ἡλικίᾳ·
夫たちは誓いを守りつつも、妻たちの言葉を心に留め、軍勢の中から最も頑健でかつ最も若い者たちを送った。 彼らは、まだ子供であったために徴兵年齢に達した者たちと共に遠征に加わっただけで、誓いには加わっていないと知られていた。
προσέταξαν δὲ συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαντας, ἡγούμενοι πολυτεκνήσειν μᾶλλον·
そして、その方がより多くの子供が生まれると考えて、彼ら全員がすべての処女たちと交わるように命じた。
γενομένων δὲ τούτων οἱ μὲν παῖδες ὠνομάσθησαν Παρθενίαι.
こうして生まれた子供たちはパルテニアスと呼ばれた。
Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν
"
ἀμφʼ αὐτὴν δʼ ἐμάχοντʼ ἐννεακαίδεκʼ ἔτη,
νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες.
メッセネは19年間戦われた末に陥落した。 ティルタイオスが次のように言っている通りである。 「それを巡って19年間戦った、たゆむことなく、常に不屈の心を持って、我らの父たちの父なる槍兵たちが。
εἰκοστῷ δʼ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.
そして20年目に、敵は豊かな耕作地を捨てて、イトメの大きな山々から逃げ去った。
"
τὴν μὲν οὖν Μεσσηνίαν κατενείμαντο, ἐπανελθόντες δʼ οἴκαδε τοὺς Παρθενίας οὐχ ὁμοίως τοῖς ἄλλοις ἐτίμων ὡς οὐκ ἐκ γάμου γεγονότας·
」さて、彼らはメッセニアの地を分割した。 しかし家に戻ると、パルテニアスたちを結婚によらずに生まれた者として、他の市民と同様には重んじなかった。
οἳ συνιστάμενοι μετὰ τῶν Εἱλώτων ἐπεβούλευσαν τοῖς Λακεδαιμονίοις καὶ συνέθεντο ἆραι σύσσημον ἐν τῇ ἀγορᾷ πῖλον Λακωνικόν, ἐπειδὰν ἐγχειρῶσι.
彼らはヘイロテスたちと結託してラケダイモン人に対する陰謀を企て、襲撃を開始する時にアゴラでラコニア風の帽子を合図として掲げることを合意した。
τῶν δὲ Εἱλώτων τινὲς ἐξαγγείλαντες, τὸ μὲν ἀντεπιτίθεσθαι χαλεπὸν ἔγνωσαν·
しかし、ヘイロテスの何人かがこれを密告したため、逆襲することは困難であると判断した。
καὶ γὰρ πολλοὺς εἶναι καὶ πάντας ὁμόφρονας, ὡς ἂν ἀλλήλων ἀδελφοὺς νομιζομένους·
なぜなら、彼らは数も多く、お互いを兄弟とみなし合っているかのように、全員が一心同体であったからである。
τοὺς μέλλοντας δʼ αἴρειν τὸ σύσσημον ἐκ τῆς ἀγορᾶς ἀπιέναι προσέταξαν.
そこで彼らは、合図を掲げることになっている者たちに、アゴラから立ち去るように命じた。
οἱ μὲν δὴ μεμηνυμένην αἰσθόμενοι τὴν πρᾶξιν ἐπέσχον, οἱ δὲ διὰ τῶν πατέρων ἔπεισαν αὐτοὺς εἰς ἀποικίαν ἐξελθεῖν·
彼らは企てが暴露されたことを察知して行動を思いとどまった。 一方、父親たちを通じて彼らを植民へと出発するように説得した。
κἂν μὲν κατάσχωσιν ἀρκοῦντα τὸν τόπον, μένειν, εἰ δὲ μή, τῆς Μεσσηνίας τὸ πέμπτον κατανείμασθαι μέρος ἐπανιόντας.
そして、もし十分な土地を確保できたならそこに留まり、そうでなければ、戻ってきてメッセニアの5分の1の地域を分配されること、とした。
οἱ δὲ σταλέντες κατελάβοντο τοὺς Ἀχαιοὺς πολεμοῦντας τοῖς βαρβάροις, μετασχόντες δὲ τῶν κινδύνων κτίζουσι τὴν Τάραντα.
出発した彼らは、アカイア人が異民族と戦争をしているところに到着し、その危険を共にした上でタラスを建設した。
§6.3.4ἴσχυσαν δέ ποτε οἱ Ταραντῖνοι καθʼ ὑπερβολὴν πολιτευόμενοι δημοκρατικῶς·
かつてタラス人は、極めて民主主義的に国を治め、大いに強盛を誇った。
καὶ γὰρ ναυτικὸν ἐκέκτηντο μέγιστον τῶν ταύτῃ καὶ πεζοὺς ἔστελλον τρισμυρίους, ἱππέας δὲ τρισχιλίους, ἱππάρχους δὲ χιλίους.
なぜなら彼らは、この地域で最大の海軍を保有し、歩兵3万、騎兵3千、騎兵隊長1千を送り出すことができたからである。
ἀπεδέξαντο δὲ καὶ τὴν Πυθαγόρειον φιλοσοφίαν, διαφερόντως δʼ Ἀρχύτας, ὃς καὶ προέστη τῆς πόλεως πολὺν χρόνον.
彼らはまたピュタゴラス派の哲学をも受け入れ、特にアルキュタスがそうであり、彼は長きにわたり都市の指導者となった。
ἐξίσχυσε δʼ ἡ ὕστερον τρυφὴ διὰ τὴν εὐδαιμονίαν, ὥστε τὰς πανδήμους ἑορτὰς πλείους ἄγεσθαι κατʼ ἔτος παρʼ αὐτοῖς ἢ τὰς ἡμέρας·
しかしその後、繁栄ゆえに贅沢が蔓延し、年間に催される公の祝祭の数が、年間の日数を上回るほどになった。
ἐκ δὲ τούτου καὶ χεῖρον ἐπολιτεύοντο.
このため、彼らの国政はさらに悪化していった。
ἓν δὲ τῶν φαύλων πολιτευμάτων τεκμήριόν ἐστι τὸ ξενικοῖς στρατηγοῖς χρῆσθαι·
彼らの拙劣な政治の現れの一つは、他国人の将軍を用いたことである。
καὶ γὰρ τὸν Μολοττὸν Ἀλέξανδρον μετεπέμψαντο ἐπὶ Μεσσαπίους καὶ Λευκανούς, καὶ ἔτι πρότερον Ἀρχίδαμον τὸν Ἀγησιλάου καὶ ὕστερον Κλεώνυμον καὶ Ἀγαθοκλέα, εἶτα Πύρρον, ἡνίκα συνέστησαν πρὸς Ῥωμαίους.
すなわち、メッサピア人とレウカニア人に対抗するためにモロッソス人のアレクサンドロスを招き、さらにそれより以前にはアゲシラオスの息子アルキダモスを、のちにはクレオニュモスとアガトクレスを、そしてさらにローマ人と対立した際にはピュロスを招いた。
οὐδʼ ἐκείνοις δʼ εὐπειθεῖν ἠδύναντο οὓς ἐπεκαλοῦντο, ἀλλʼ εἰς ἔχθραν αὐτοὺς καθίστασαν.
しかし彼らは、自ら招き寄せた将軍たちに従うこともできず、彼らと敵対関係に陥った。
ὁ γοῦν Ἀλέξανδρος τὴν κοινὴν Ἑλλήνων τῶν ταύτῃ πανήγυριν, ἣν ἔθος ἦν ἐν Ἡρακλείᾳ συντελεῖν τῆς Ταραντίνης, μετάγειν ἐπειρᾶτο εἰς τὴν Θουρίαν κατὰ ἔχθος, ἐκέλευέ τε κατὰ τὸν Ἀκάλανδρον ποταμὸν τειχίζειν τόπον, ὅπου ἔσοιντο αἱ σύνοδοι·
例えばアレクサンドロスは、この地方のギリシア人の共同の祝祭で、タラス領のヘラクレアで執り行う習慣のあったものを、敵意からスリアへと移そうと試み、アカランドロス川のそばに、集会の場所となるべき場所を築くように命じた。
καὶ δὴ καὶ ἡ συμβᾶσα αὐτῷ κακοπραγία διὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἀπαντῆσαι λέγεται.
そして実に、彼に生じた不幸は、タラス人たちの恩知らずな態度によってもたらされたと言われている。
πρὸς δὲ Μεσσαπίους ἐπολέμησαν περὶ Ἡρακλείας, ἔχοντες συνεργοὺς τόν τε τῶν Δαυνίων καὶ τὸν τῶν Πευκετίων βασιλέα.
また彼らは、ダウニア人の王やペウケティオイ人の王を同盟者として、ヘラクレアを巡ってメッサピア人と戦った。
περί τε τὰ Ἀννίβεια καὶ τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὕστερον δʼ ἀποικίαν Ῥωμαίων δεξάμενοι καθʼ ἡσυχίαν ζῶσι καὶ βέλτιον ἢ πρότερον.
ハンニバルの戦争の時期に彼らは自由を奪われたが、のちにローマの植民都市を受け入れたことで、現在は平穏に、そして以前よりも良好に暮らしている。