Humanitext Reader

斯特拉波 · 地理学 §6.3.3-6.3.4

帕特尼亚人建立塔拉斯与其盛衰史

第 192 段,共 577 段 · 希腊语

内容简介

根据埃福罗斯的记述,叙述了斯巴达帕特尼亚人的诞生及其建立塔拉斯的经过。随后概述了塔拉斯的历史:该城曾在民主政体下极盛一时,后因繁荣带来的奢靡而衰落,并因依赖外邦将领而陷入混乱。

§6.3.3ἔφορος δʼ οὕτω λέγει περὶ τῆς κτίσεως· ἐπολέμουν Λακεδαιμόνιοι Μεσσηνίοις ἀποκτείνασι τὸν βασιλέα Τήλεκλον εἰς Μεσσήνην ἀφικόμενον ἐπὶ θυσίαν, ὀμόσαντες μὴ πρότερον ἐπανήξειν οἴκαδε πρὶν ἢ Μεσσήνην ἀνελεῖν ἢ πάντας ἀποθανεῖν·
埃福罗斯关于建城这样说:拉刻代蒙人与美塞尼亚人作战,因为后者杀害了前来美塞尼进行祭祀的国王帖勒克洛斯。 他们曾立誓,在毁灭美塞尼或全体战死之前,绝不返回家园。
φύλακας δὲ τῆς πόλεως κατέλιπον στρατεύοντες τούς τε νεωτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν.
他们在出征时,留下公民中最年轻和最年老的人作为城市的守卫。
δεκάτῳ δʼ ὕστερον τοῦ πολέμου τὰς γυναῖκας τῶν Λακεδαιμονίων συνελθούσας ἐξ ἑαυτῶν πέμψαι τινὰς παρὰ τοὺς ἄνδρας τὰς μεμψομένας, ὡς οὐκ ἐπʼ ἴσοις πολεμοῖεν πρὸς τοὺς Μεσσηνίους (οἱ μὲν γὰρ μένοντες τεκνοποιοῦνται, οἱ δὲ χήρας ἀφέντες τὰς γυναῖκας ἐν τῇ πολεμίᾳ ἐστρατοπέδευον), καὶ κίνδυνος εἴη λιπανδρῆσαι τὴν πατρίδα.
战争开始后的第十年,拉刻代蒙人的妻子们自发聚集起来,派了一些人到丈夫那里去抱怨,抱怨他们与美塞尼亚人的战争并不在平等的条件下进行(因为对方留在家里繁衍后代,而他们却抛下妻子守寡,在敌国领土上安营扎寨),并且有祖国人口凋零的危险。
οἱ δʼ ἅμα καὶ τὸν ὅρκον φυλάττοντες καὶ τὸν τῶν γυναικῶν λόγον ἐν νῷ θέμενοι πέμπουσι τῆς στρατιᾶς τοὺς εὐρωστοτάτους ἅμα καὶ νεωτάτους, οὓς ᾔδεσαν οὐ μετασχόντας τῶν ὅρκων διὰ τὸ παῖδας ἔτι ὄντας συνεξελθεῖν τοῖς ἐν ἡλικίᾳ· προσέταξαν δὲ συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαντας, ἡγούμενοι πολυτεκνήσειν μᾶλλον·
丈夫们既要坚守誓言,又将妻子们的话放在心上,派遣了军队中最强壮且最年轻的人,他们知道这些人没有参与立誓,因为在出发时他们还是孩子,只是随同成年男子一起出征;并命令他们所有人与所有的处女交合,认为这样会繁衍出更多的后代。
γενομένων δὲ τούτων οἱ μὲν παῖδες ὠνομάσθησαν Παρθενίαι.
事情成办后,生下的孩子就被称为帕特尼亚人。
Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν " ἀμφʼ αὐτὴν δʼ ἐμάχοντʼ ἐννεακαίδεκʼ ἔτη, νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες.
美塞尼在进行了十九年的战争后被攻陷,正如提尔泰奥斯所说: “围绕着它,他们战斗了十九个年头,始终不懈,怀着坚忍不拔的心志,我们父辈之父辈的枪矛勇士们。
εἰκοστῷ δʼ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.
到了第二十年,他们撇下肥沃的田园,从伊托梅的巍巍群山中逃遁。
" τὴν μὲν οὖν Μεσσηνίαν κατενείμαντο, ἐπανελθόντες δʼ οἴκαδε τοὺς Παρθενίας οὐχ ὁμοίως τοῖς ἄλλοις ἐτίμων ὡς οὐκ ἐκ γάμου γεγονότας·
” 于是,他们瓜分了美塞尼亚的土地,但回到家乡后,他们并没有像对待其他人那样尊重帕特尼亚人,认为他们并非婚生。
οἳ συνιστάμενοι μετὰ τῶν Εἱλώτων ἐπεβούλευσαν τοῖς Λακεδαιμονίοις καὶ συνέθεντο ἆραι σύσσημον ἐν τῇ ἀγορᾷ πῖλον Λακωνικόν, ἐπειδὰν ἐγχειρῶσι.
于是这些人与黑劳士联合起来,图谋反对拉刻代蒙人,并约定在动手时,在广场上举起一顶拉科尼亚式的帽子作为信号。
τῶν δὲ Εἱλώτων τινὲς ἐξαγγείλαντες, τὸ μὲν ἀντεπιτίθεσθαι χαλεπὸν ἔγνωσαν· καὶ γὰρ πολλοὺς εἶναι καὶ πάντας ὁμόφρονας, ὡς ἂν ἀλλήλων ἀδελφοὺς νομιζομένους·
但由于一些黑劳士泄露了秘密,拉刻代蒙人认识到进行反击会很困难;因为他们人数众多,而且全体同心同德,彼此视同手足。
τοὺς μέλλοντας δʼ αἴρειν τὸ σύσσημον ἐκ τῆς ἀγορᾶς ἀπιέναι προσέταξαν.
于是他们命令那些准备举起信号的人离开广场。
οἱ μὲν δὴ μεμηνυμένην αἰσθόμενοι τὴν πρᾶξιν ἐπέσχον, οἱ δὲ διὰ τῶν πατέρων ἔπεισαν αὐτοὺς εἰς ἀποικίαν ἐξελθεῖν·
这些人察觉到行动已被泄露,便按兵不动;而拉刻代蒙人则通过他们的父亲,说服他们前去建立殖民地。
κἂν μὲν κατάσχωσιν ἀρκοῦντα τὸν τόπον, μένειν, εἰ δὲ μή, τῆς Μεσσηνίας τὸ πέμπτον κατανείμασθαι μέρος ἐπανιόντας.
如果他们占领了足够的土地,就留在那里;如果不能,就回来瓜分美塞尼亚的五分之一土地。
οἱ δὲ σταλέντες κατελάβοντο τοὺς Ἀχαιοὺς πολεμοῦντας τοῖς βαρβάροις, μετασχόντες δὲ τῶν κινδύνων κτίζουσι τὴν Τάραντα.
派遣出去的人发现阿开亚人正与蛮族作战,在共同历经险阻之后,他们建立了塔拉斯。
§6.3.4ἴσχυσαν δέ ποτε οἱ Ταραντῖνοι καθʼ ὑπερβολὴν πολιτευόμενοι δημοκρατικῶς· καὶ γὰρ ναυτικὸν ἐκέκτηντο μέγιστον τῶν ταύτῃ καὶ πεζοὺς ἔστελλον τρισμυρίους, ἱππέας δὲ τρισχιλίους, ἱππάρχους δὲ χιλίους.
塔兰托人曾因实行极其民主的政治而非常强大;因为他们拥有这一地区最大的海军,并能派出三万步兵、三千骑兵和一千名骑兵指挥官。
ἀπεδέξαντο δὲ καὶ τὴν Πυθαγόρειον φιλοσοφίαν, διαφερόντως δʼ Ἀρχύτας, ὃς καὶ προέστη τῆς πόλεως πολὺν χρόνον.
他们还接受了毕达哥拉斯哲学,尤其是阿尔库塔斯,他还在很长一段时间内担任该城的领袖。
ἐξίσχυσε δʼ ἡ ὕστερον τρυφὴ διὰ τὴν εὐδαιμονίαν, ὥστε τὰς πανδήμους ἑορτὰς πλείους ἄγεσθαι κατʼ ἔτος παρʼ αὐτοῖς ἢ τὰς ἡμέρας· ἐκ δὲ τούτου καὶ χεῖρον ἐπολιτεύοντο.
但后来,由于繁荣昌盛,奢靡之风大盛,以至于他们每年举办的公众节日甚至比全年的天数还要多;由此,他们的政治也变得更加糟糕。
ἓν δὲ τῶν φαύλων πολιτευμάτων τεκμήριόν ἐστι τὸ ξενικοῖς στρατηγοῖς χρῆσθαι· καὶ γὰρ τὸν Μολοττὸν Ἀλέξανδρον μετεπέμψαντο ἐπὶ Μεσσαπίους καὶ Λευκανούς, καὶ ἔτι πρότερον Ἀρχίδαμον τὸν Ἀγησιλάου καὶ ὕστερον Κλεώνυμον καὶ Ἀγαθοκλέα, εἶτα Πύρρον, ἡνίκα συνέστησαν πρὸς Ῥωμαίους.
政治腐败的证据之一就是使用外邦将领;因为他们召来摩罗西亚人亚历山大对抗梅萨皮人和卢卡尼亚人,甚至在此之前还有阿格西劳斯之子阿基达马斯,后来还有克利奥尼穆斯和阿加托克利斯,最后当他们联手对抗罗马人时,又召来了皮洛士。
οὐδʼ ἐκείνοις δʼ εὐπειθεῖν ἠδύναντο οὓς ἐπεκαλοῦντο, ἀλλʼ εἰς ἔχθραν αὐτοὺς καθίστασαν.
他们甚至不能顺从那些自己召请来的人,反而使自己与他们结怨。
ὁ γοῦν Ἀλέξανδρος τὴν κοινὴν Ἑλλήνων τῶν ταύτῃ πανήγυριν, ἣν ἔθος ἦν ἐν Ἡρακλείᾳ συντελεῖν τῆς Ταραντίνης, μετάγειν ἐπειρᾶτο εἰς τὴν Θουρίαν κατὰ ἔχθος, ἐκέλευέ τε κατὰ τὸν Ἀκάλανδρον ποταμὸν τειχίζειν τόπον, ὅπου ἔσοιντο αἱ σύνοδοι· καὶ δὴ καὶ ἡ συμβᾶσα αὐτῷ κακοπραγία διὰ τὴν ἐκείνων ἀγνωμοσύνην ἀπαντῆσαι λέγεται.
无论如何,亚历山大出于怨恨,企图将这带希腊人的共同盛会(按惯例在塔兰托领地的赫拉克利亚举行)迁至苏里亚领地,并命令在阿卡兰德鲁斯河畔筑城,作为集会的场所;事实上,据说他所遭遇的不幸,正是由于那些人的忘恩负义造成的。
πρὸς δὲ Μεσσαπίους ἐπολέμησαν περὶ Ἡρακλείας, ἔχοντες συνεργοὺς τόν τε τῶν Δαυνίων καὶ τὸν τῶν Πευκετίων βασιλέα.
他们还为了赫拉克利亚与梅萨皮人作战,并得到了达乌尼人国王和佩乌凯蒂人国王的协助。
περί τε τὰ Ἀννίβεια καὶ τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὕστερον δʼ ἀποικίαν Ῥωμαίων δεξάμενοι καθʼ ἡσυχίαν ζῶσι καὶ βέλτιον ἢ πρότερον.
在汉尼拔战争时期,他们的自由被剥夺了,但后来通过接受罗马的殖民,他们安宁地生活着,且处境比以前更好。

词汇与语法注释

  1. 6.3.3ἀποκτείνασι — 不定过去时主动分词与格,修饰动词 `ἐπολέμουν`(`πολεμέω`)的与格补足语 `Μεσσηνίοις`。
  2. 6.3.3πέμψαι — 间接引语中的不定式,作为从句的主动词,受到叙述动词(如 `λέγει`)的影响,其逻辑主语为宾格的 `τὰς γυναῖκας`。
  3. 6.3.3ὡς οὐκ ἐπʼ ἴσοις πολεμοῖεν — `ὡς` 引导的从句中,希求法动词 `πολεμοῖεν` 是由于主句处于过去时态语境下的间接引语希求法(斜格希求法),表达妻子们所诉说的抱怨内容。
  4. 6.3.3ὡς ἂν ἀλλήλων ἀδελφοὺς νομιζομένους — `ὡς ἄν` 配合分词 `νομιζομένους` 的句式,表示某种假设性的对比(“仿佛彼此视同兄弟一般”)。宾格的 `νομιζομένους` 与不定式从句中隐含的逻辑主语一致。
  5. 6.3.4καθʼ ὑπερβολὴν πολιτευόμενοι — 介词短语 `καθʼ ὑπερβολήν` 作状语使用(意为“过度地”、“极度地”),修饰分词 `πολιτευόμενοι`,说明塔兰托人获得强大力量的方式或原因。

引用这一段

斯特拉波, 地理学 §6.3.3-6.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.3.3-6.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。