§6.3.1ἐπεληλυθόσι δʼ ἡμῖν τὰ περὶ τὴν ἀρχαίαν Ἰταλίαν μέχρι Μεταποντίου τὰ συνεχῆ λεκτέον.
我々がメタポンティオンまでの古代イタリアに関する事柄を巡り終えたので、それに続く事柄を語らねばならない。
συνεχὴς δʼ ἐστὶν ἡ Ἰαπυγία·
それに続いているのはイアピュギアである。
ταύτην δὲ καὶ Μεσσαπίαν καλοῦσιν οἱ Ἕλληνες, οἱ δʼ ἐπιχώριοι κατὰ μέρη τὸ μέν τι Σαλεντίνους καλοῦσι τὸ περὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν, τὸ δὲ Καλαβρούς.
ギリシア人はこれをメッサピアとも呼び、地元の住民は部分ごとに、イアピュギアの岬の周辺の人々をサレンティノイ、他方をカラブロイと呼んでいる。
ὑπὲρ τούτους πρόσβορροι Πευκέτιοί τέ εἰσι καὶ Δαύνιοι κατὰ τὴν Ἑλλάδα διάλεκτον προσαγορευόμενοι, οἱ δʼ ἐπιχώριοι πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν καλοῦσι·
これらの上、北側にはギリシア語でペウケティオイおよびダウニオイと呼ばれる人々が住んでおり、地元の住民はカラブロイの後の全地域をアプリアと呼んでいる。
τινὲς δʼ αὐτῶν καὶ Ποίδικλοι λέγονται, καὶ μάλιστα οἱ Πευκέτιοι.
彼らの一部はポイディクロイとも呼ばれ、特にペウケティオイがそうである。
ἔστι δέ τι ἐπιχερρονησιάζουσα ἡ Μεσσαπία τῷ ἀπὸ Βρεντεσίου μέχρι Τάραντος ἰσθμῷ κλειομένη σταδίων δέκα καὶ τριακοσίων.
メッサピアはある程度半島状をなしており、ブレンテシオンからタラスに至る310スタディオンの地峡によって閉ざされている。
ὅ τε περίπλους ἐστὶ περὶ τὴν ἄκραν Ἰαπυγίαν σταδίων ὁμοῦ τι τετρακοσίων.
そしてイアピュギア岬の周航は、ほぼ400スタディオンである。
τοῦ δὲ Μεταποντίου μὲν διέχει σταδίους περὶ διακοσίους καὶ, ὁ δὲ πλοῦς ἐπʼ αὐτὸν πρὸς τὰς ἀνατολάς.
タラスはメタポンティオンからおよそ200と[いくつかの]スタディオン離れており、そこへの航路は東方向である。
τοῦ δὲ κόλπου παντὸς τοῦ Ταραντίνου τὸ πλέον ἀλιμένου ὄντος, ἐνταῦθα ἐστι μέγιστος καὶ κάλλιστος γεφύρᾳ κλειόμενος μεγάλῃ, σταδίων δʼ ἐστὶν ἑκατὸν τὴν περίμετρον.
タランティノス湾全体がその大部分において港を持たない中で、ここに最大の、かつ最も美しい港があり、大きな橋で閉ざされており、周囲は100スタディオンである。
ἐκ δὲ τοῦ πρὸς τὸν μυχὸν μέρους ἰσθμὸν ποιεῖ πρὸς τὴν ἔξω θάλατταν, ὥστʼ ἐπὶ χερρονήσῳ κεῖσθαι τὴν πόλιν καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν ταπεινοῦ ὄντος τοῦ αὐχένος.
湾の奥の方に向かう部分からは外海に対して地峡を形成しており、そのため都市は半島の上に位置し、首部が低平であるため、船は両側から容易に陸引きして越えることができる。
ταπεινὸν δὲ καὶ τὸ τῆς πόλεως ἔδαφος, μικρὸν δʼ ὅμως ἐπῆρται κατὰ τὴν ἀκρόπολιν.
都市の土地もまた低平であるが、アクロポリスのあたりでは、わずかに高くなっている。
τὸ μὲν οὖν παλαιὸν τεῖχος κύκλον ἔχει μέγαν, νυνὶ δʼ ἐκλέλειπται τὸ πλέον τὸ πρὸς τῷ ἰσθμῷ, τὸ δὲ πρὸς τῷ στόματι τοῦ λιμένος, καθʼ ὃ καὶ ἡ ἀκρόπολις, συμμένει μέγεθος ἀξιολόγου πόλεως ἐκπληροῦν.
かつての古い城壁は大きな全周を持っていたが、現在では地峡に面した大部分が放棄されており、港の入り口に面した部分、すなわちアクロポリスもある部分は今も残っており、注目に値する都市の規模を満たしている。
ἔχει δὲ γυμνάσιόν τε κάλλιστον καὶ ἀγορὰν εὐμεγέθη, ἐν ᾗ καὶ ὁ τοῦ Διὸς ἵδρυται κολοσσὸς χαλκοῦς, μέγιστος μετὰ τὸν Ῥοδίων.
ここには非常に美しいギムナシオンと、かなり大きなアゴラがあり、そこには青銅製のゼウスの巨像が設置されている。 これはロドス島の巨像に次いで最大のものである。
μεταξὺ δὲ τῆς ἀγορᾶς καὶ τοῦ στόματος ἡ ἀκρόπολις μικρὰ λείψανα ἔχουσα τοῦ παλαιοῦ κόσμου τῶν ἀναθημάτων·
アゴラと港口の間にはアクロポリスがあり、かつての奉納品の装飾のわずかな遺物だけを残している。
τὰ γὰρ πολλὰ τὰ μὲν κατέφθειραν Καρχηδόνιοι λαβόντες τὴν πόλιν, τὰ δʼ ἐλαφυραγώγησαν Ῥωμαῖοι κρατήσαντες βιαίως·
というのも、その多くはカルタゴ人が都市を占領した際に破壊し、残りはローマ人が力ずくで征服した際に戦利品として持ち去ったからである。
ὧν ἐστι καὶ ὁ Ἡρακλῆς ἐν τῷ Καπετωλίῳ χαλκοῦς κολοσσικός, Λυσίππου ἔργον, ἀνάθημα Μαξίμου Φαβίου τοῦ ἑλόντος τὴν πόλιν.
これらの中には、カピトリウムにある青銅製の巨大なヘラクレス像もあり、これはリュシッポスの作で、都市を占領したマクシムス・ファビウスが奉納したものである。
§6.3.2περὶ δὲ τῆς κτίσεως Ἀντίοχος λέγων φησὶν ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενηθέντος οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Εἵλωτες, ὅσοις δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν καὶ ἀτίμους ἔκριναν·
建国についてアンティオコスは次のように語っている。 メッセニア戦争が起こった際、ラケダイモン人のうち遠征に参加しなかった者たちは奴隷と判定されてヘイロテスと名付けられ、遠征中に子供が生まれた者たちについてはパルテニアスと呼び、市民権のない者と判定した。
οἱ δʼ οὐκ ἀνασχόμενοι (πολλοὶ δʼ ἦσαν) ἐπεβούλευσαν τοῖς τοῦ δήμου.
彼らはこれに耐えられず(彼らは多数であった)、市民に対して陰謀を企てた。
αἰσθόμενοι δʼ ὑπέπεμψάν τινας, οἳ προσποιήσει φιλίας ἔμελλον ἐξαγγέλλειν τὸν τρόπον τῆς ἐπιβουλῆς.
市民たちはこれに気づき、何人かを密かに送り込み、彼らは友情を装って陰謀のやり方を報告することになっていた。
τούτων δʼ ἦν καὶ Φάλανθος, ὅσπερ ἐδόκει προστάτης ὑπάρχειν αὐτῶν, οὐκ ἠρέσκετο δʼ ἁπλῶς τοῖς περὶ τῆς βουλῆς ὀνομασθεῖσι.
これらの者たちの中にファラントスもいた。 彼は彼らの指導者であると思われていたが、その謀議に指名された人々に全く満足していなかった。
συνέκειτο μὲν δὴ τοῖς Ὑακινθίοις ἐν τῷ Ἀμυκλαίῳ συντελουμένου τοῦ ἀγῶνος, ἡνίκʼ ἂν τὴν περίθηται ὁ Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν·
合意されていたのは、アミュクライオンでヒアキンテイア祭の競技が執り行われている際、ファラントスが兜を被ったときに、襲撃を開始するということであった。
γνώριμοι δʼ ἦσαν ἀπὸ τῆς κόμης οἱ τοῦ δήμου.
そして市民の側は髪型によって識別可能であった。
ἐξαγγειλάντων δὲ λάθρᾳ τὰ συγκείμενα τῶν περὶ Φάλανθον καὶ τοῦ ἀγῶνος ἐνεστῶτος, προελθὼν ὁ κῆρυξ εἶπε μὴ περιθέσθαι κυνῆν Φάλανθον.
ファラントスの一派が合意された事柄を密かに報告し、競技が始まると、伝令官が進み出て、「ファラントスは兜を被ってはならない」と言った。
οἱ δʼ αἰσθόμενοι ὡς μεμηνύκασι τὴν ἐπιβουλὴν οἱ μὲν διεδίδρασκον οἱ δὲ ἱκέτευον.
彼らは自分たちの陰謀が暴露されたことを察知し、ある者は逃げ惑い、ある者は懇願した。
κελεύσαντες δʼ αὐτοὺς θαρρεῖν φυλακῇ παρέδοσαν, τὸν δὲ Φάλανθον ἔπεμψαν εἰς θεοῦ περὶ ἀποικίας·
市民たちは彼らに安心するように命じた上で監視下に置き、ファラントスを植民について神託を仰ぐために神のもとへと派遣した。
ὁ δʼ ἔχρησε
"
Σατύριόν τοι δῶκα Τάραντά τε πίονα δῆμον
οἰκῆσαι, καὶ πῆμα Ἰαπύγεσσι γενέσθαι.
すると神はこう託宣を下した。 「おまえにサテュリオンと、豊かな土地なるタラスを住まうために与えた。 そしてイアピュクス人たちにとって災いとなるために。
"
ἧκον οὖν σὺν Φαλάνθῳ οἱ Παρθενίαι, καὶ ἐδέξαντο αὐτοὺς οἵ τε βάρβαροι καὶ οἱ Κρῆτες οἱ προκατασχόντες τὸν τόπον.
」こうして、パルテニアスたちはファラントスとともに到着し、先住の異民族や、その地をあらかじめ占拠していたクレタ人たちが彼らを受け入れた。
τούτους δʼ εἶναί φασι τοὺς μετὰ Μίνω πλεύσαντας εἰς Σικελίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τὴν ἐν Καμικοῖς παρὰ Κωκάλῳ συμβᾶσαν ἀπάραντας ἐκ Σικελίας κατὰ δὲ τὸν ἀνάπλουν δεῦρο παρωσθέντας, ὧν τινὰς ὕστερον πεζῇ περιελθόντας τὸν Ἀδρίαν μέχρι Μακεδονίας Βοττιαίους προσαγορευθῆναι.
これらのクレタ人は、ミノスとともにシチリアへと航海し、カミコイにおけるコカロスのもとでのミノスの死の後、シチリアを出発したが、帰路の航海においてこの地へ漂着した者たちであると言われている。 彼らのうち何人かは、のちにアドリア海を徒歩で迂回してマケドニアまで達し、ボッティアイオイと呼ばれるようになったという。
Ἰάπυγας δὲ λεχθῆναι πάντας φασὶ μέχρι τῆς Δαυνίας ἀπὸ Ἰάπυγος, ὃν ἐκ Κρήσσης γυναικὸς Δαιδάλῳ γενέσθαι φασὶ καὶ ἡγήσασθαι τῶν Κρητῶν·
また、ダウニアに至るまでの全員が、ダイダロスがクレタの女性との間にもうけ、クレタ人の指導者となったイアピュクスに由来して、イアピュクス人と呼ばれるようになったと言われている。
Τάραντα δʼ ὠνόμασαν ἀπὸ ἥρωός τινος τὴν πόλιν.
また、都市の名はある英雄にちなんで名付けられた。