Humanitext Reader

ストラボン · 地理誌 §6.2.2-6.2.3

シケリア島東岸の諸都市とエトナ山

184 / 577 箇所 · ギリシア語

要旨

シケリアの海峡に沿った東海岸の主要都市(メッセネ、カタネなど)の歴史と起源、およびエトナ山の噴火が周辺地域にもたらす自然の驚異や農業への影響が記述される。

§6.2.2πόλεις δʼ εἰσὶ κατὰ μὲν τὸ πλευρὸν τὸ ποιοῦν τὸν πορθμὸν Μεσσήνη πρῶτον, ἔπειτα Ταυρομένιον καὶ Κατάνη καὶ Συρακοῦσσαι·
海峡を形成する辺に沿った都市には、まずメッセネがあり、次にタウロメニオン、カタネ、シュラクサイがある。
αἱ δὲ μεταξὺ Κατάνης καὶ Συρακουσσῶν ἐκλελοίπασι, Νάξος καὶ Μέγαρα, ὅπου καὶ αἱ τῶν ποταμῶν ἐκβολαὶ Συμαίθου καὶ πάντων καταρρεόντων ἐκ τῆς Αἴτνης εἰς εὐλίμενα στόματα· ἐνταῦθα δὲ καὶ τὸ τῆς Ξιφωνίας ἀκρωτήριον.
カタネとシュラクサイの間の都市、すなわちナクソスとメガラは消滅したが、そこはシュマイトス川、およびエトナ山から流れ落ちるすべての川が、良い港を備えた河口へと流れ込む場所であり、そこにはキポニア岬もある。
φησὶ δὲ ταύτας Ἔφορος πρώτας κτισθῆναι πόλεις Ἑλληνίδας ἐν Σικελίᾳ δεκάτῃ γενεᾷ μετὰ τὰ Τρωικά·
エポロスによれば、これらの都市はトロイア戦争から十世代目にシケリアに建設された最初のギリシア都市である。
τοὺς γὰρ πρότερον δεδιέναι τὰ λῃστήρια τῶν Τυρρηνῶν καὶ τὴν ὠμότητα τῶν ταύτῃ βαρβάρων, ὥστε μηδὲ κατʼ ἐμπορίαν πλεῖν.
なぜなら、それ以前の人々はテュレニア人の海賊行為やこの地方の野蛮人の残虐さを恐れており、交易のためであっても航海しなかったからである。
Θεοκλέα δʼ Ἀθηναῖον παρενεχθέντα ἀνέμοις εἰς τὴν Σικελίαν κατανοῆσαι τήν τε οὐδένειαν τῶν ἀνθρώπων καὶ τὴν ἀρετὴν τῆς γῆς, ἐπανελθόντα δὲ Ἀθηναίους μὲν μὴ πεῖσαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ συχνοὺς παραλαβόντα καὶ τῶν Ἰώνων τινάς, ἔτι δὲ Δωριέων, οἱ πλείους ἦσαν Μεγαρεῖς, πλεῦσαι·
しかし、アテナイ人のテオクレスが風によってシケリアへと流された際、現地の人々の無力さと土地の肥沃さに気づき、帰国後にアテナイ人を説得することはできなかったものの、エウボイアのカルキス人多数と一部のイオニア人、さらにはその大半がメガラ人であったドリス人を引き連れて航海した。
τοὺς μὲν οὖν Χαλκιδέας κτίσαι Νάξον τοὺς δὲ Δωριέας Μέγαρα τὴν Ὕβλαν πρότερον καλουμένην.
そして、カルキス人たちはナクソスを建設し、ドリス人たちは以前はヒュブラと呼ばれていたメガラを建設した。
αἱ μὲν οὖν πόλεις οὐκέτʼ εἰσί, τὸ δὲ τῆς Ὕβλης ὄνομα συμμένει διὰ τὴν ἀρετὴν τοῦ Ὑβλαίου μέλιτος.
今やこれらの都市は存在しないが、ヒュブラの名は、ヒュブラの蜂蜜の素晴らしさのために今も残っている。
§6.2.3τῶν δὲ συμμενουσῶν κατὰ τὸ λεχθὲν πλευρὸν πόλεων ἡ μὲν Μεσσήνη τῆς Πελωριάδος ἐν κόλπῳ κεῖται, καμπτομένης ἐπὶ πολὺ πρὸς ἕω καὶ μασχάλην τινὰ ποιούσης·
前述の辺に沿って残っている都市のうち、メッセネはペロリアス岬の湾内に位置しており、この湾は東に向かって大きく湾曲して一種の脇の下を形成している。
ἀπέχει δὲ τοῦ μὲν Ῥηγίου δίαρμα ἑξηκονταστάδιον, τῆς δὲ στυλίδος πολὺ ἔλαττον.
レギオンからは海路で六十スタディオンの距離にあり、円柱からはそれよりもはるかに近い。
κτίσμα δʼ ἐστὶ Μεσσηνίων τῶν ἐν Πελοποννήσῳ, παρʼ ὧν τοὔνομα μετήλλαξε καλουμένη Ζάγκλη πρότερον διὰ τὴν σκολιότητα τῶν τόπων (ζάγκλον γὰρ ἐκαλεῖτο τὸ σκολιόν), Ναξίων οὖσα πρότερον κτίσμα τῶν πρὸς Κατάνην·
これはペロポネソスのメッセニア人による植民市であり、以前は土地の屈曲からザンクレと呼ばれていたが(ザンクロンとは屈曲したものを意味したため)、彼らにちなんで名前が変更された。 それ以前は、カタネの近くのナクソス人による植民市であった。
ἐπῴκησαν δʼ ὕστερον Μαμερτῖνοι Καμπανῶν τι φῦλον.
後にカンパニア人の一派であるマメルティニ人が入植した。
ἐχρήσαντο δʼ ὁρμητηρίῳ Ῥωμαῖοι πρὸς τὸν Σικελικὸν πόλεμον τὸν πρὸς Καρχηδονίους, καὶ μετὰ ταῦτα Πομπήιος ὁ Σέξτος ἐνταῦθα συνεῖχε τὸ ναυτικὸν πολεμῶν πρὸς τὸν Σεβαστὸν Καίσαρα·
ローマ人はカルタゴとのシケリア戦争においてここを拠点として使用し、その後、セクストス・ポンペイウスはアウグストゥス・カイザルと戦う際に、ここに海軍を集結させた。
ἐντεῦθεν δὲ καὶ τὴν φυγὴν ἐποιήσατο ἐκπεσὼν ἐκ τῆς νήσου.
そして、島から追放された際にもここから逃亡した。
δείκνυται δὲ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς πόλεως ἐν τῷ πόρῳ, βάθος ἐξαίσιον, εἰς ὃ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσι φυσικῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης·
また、カリュブディスも都市のすぐ手前の海峡内に示されており、それは恐るべき深淵であって、海峡の引き潮が自然に船を、回転と大きな渦とともに引きずり込んで転覆させる。
καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ᾐόνα τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν.
船が飲み込まれ破壊されると、その難破船の破片はタウロメニアの海岸へと流され、人々はその出来事にちなんでそこをコプリアと呼んでいる。
τοσοῦτον δʼ ἐπεκράτησαν οἱ Μαμερτῖνοι παρὰ τοῖς Μεσσηνίοις ὥστʼ ἐπʼ ἐκείνοις ὑπῆρξεν ἡ πόλις, καλοῦσί τε Μαμερτίνους μᾶλλον ἅπαντες αὐτοὺς ἢ Μεσσηνίους, εὐοίνου τε σφόδρα τῆς χώρας οὔσης οὐ Μεσσήνιον καλοῦσι τὸν οἶνον ἀλλὰ Μαμερτῖνον, τοῖς ἀρίστοις ἐνάμιλλον ὄντα τῶν Ἰταλικῶν.
マメルティニ人はメッセネ人の間で非常に大きな優位を得たため、都市は彼らの支配下に入り、誰もが彼らをメッセネ人ではなくマメルティニ人と呼ぶようになった。 また、その土地は極めて優れたワインを産出するため、そのワインをメッセネワインではなくマメルティニワインと呼び、これはイタリアの最高級ワインに匹敵する。
οἰκεῖται δʼ ἱκανῶς ἡ πόλις, μᾶλλον δὲ Κατάνη·
この都市は十分に人口が稠密であるが、カタネはそれ以上である。
καὶ γὰρ οἰκήτορας δέδεκται Ῥωμαίους·
というのも、ローマ人の植民者を受け入れたからである。
ἧττον δʼ ἀμφοῖν τὸ Ταυρομένιον.
タウロメニオンは両者より人口が少ない。
καὶ Κατάνη δʼ ἐστὶ Ναξίων τῶν αὐτῶν κτίσμα, Ταυρομένιον δὲ τῶν ἐν Ὕβλῃ Ζαγκλαίων·
カタネも同じナクソス人の植民市であるが、タウロメニオンはヒュブラにいたザンクレ人のものである。
ἀπέβαλε δὲ τοὺς οἰκήτορας τοὺς ἐξ ἀρχῆς ἡ Κατάνη, κατοικίσαντος ἑτέρους Ἱέρωνος τοῦ Συρακουσσίων τυράννου καὶ προσαγορεύσαντος αὐτὴν Αἴτνην ἀντὶ Κατάνης.
カタネは最初の住民を失った。 シュラクサイの僭主ヒエロンが他の住民を入植させ、カタネの代わりにエトナと名付けたからである。
ταύτης δὲ καὶ Πίνδαρος κτίστορα λέγει αὐτὸν ὅταν φῇ " ξύνες ὅ τοι λέγω, ζαθέων ἱερῶν ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας.
ピンダロスも、彼をこの都市の建設者と呼んで次のように歌っている。 "私があなたに言うことを聞きなさい、尊い聖なる祭儀の同名の父よ、エトナの創建者よ。
" μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἱέρωνος κατελθόντες οἱ Καταναῖοι τούς τε ἐνοίκους ἐξέβαλον καὶ τὸν τάφον ἀνέσκαψαν τοῦ τυράννου.
"しかし、ヒエロンの死後、カタネの人々は戻ってきて、入植者たちを追い出し、僭主の墓を暴いた。
οἱ δὲ Αἰτναῖοι παραχωρήσαντες τὴν Ἴννησαν καλουμένην τῆς Αἴτνης ὀρεινὴν ᾤκησαν καὶ προσηγόρευσαν τὸ χωρίον Αἴτνην διέχον τῆς Κατάνης σταδίους ὀγδοήκοντα, καὶ τὸν Ἱέρωνα οἰκιστὴν ἀπέφηναν.
エトナの入植者たちは退去して、インネサと呼ばれるエトナ山の山地に入植し、その場所をエトナと呼んだ。 そこはカタネから八十スタディオン離れており、彼らはヒエロンを創設者と宣言した。
ὑπέρκειται δὲ μάλιστα τῆς Κατάνης ἡ Αἴτνη καὶ τῶν περὶ τοὺς κρατῆρας παθῶν πλεῖστον κοινωνεῖ·
エトナ山はまさにカタネの上にそびえ立ち、噴火口に関する活動を最も多く共有している。
καὶ γὰρ οἱ ῥύακες εἰς τὴν Καταναίαν ἐγγυτάτω καταφέρονται, καὶ τὰ περὶ τοὺς εὐσεβεῖς ἐκεῖ τεθρύληται τὸν Ἀμφίνομον καὶ τὸν Ἀναπίαν, οἳ τοὺς γονέας ἐπὶ τῶν ὤμων ἀράμενοι διέσωσαν ἐπιφερομένου τοῦ κακοῦ.
というのも、溶岩流はカタネの領地に最も近く流れ落ちるからであり、そこでは孝行な若者たち、アムピノモスとアナピアスについての伝説が広く語られている。 彼らは、災厄が迫る中、両親を肩に担いで救い出したのである。
ὅταν δʼ, ὁ Ποσειδώνι φ, γίνηται τὰ περὶ τὸ ὄρος, κατατεφροῦται πολλῷ βάθει τὰ Καταναίων χωρία·
ポセイドニオスが言うには、火山に活動が起こるとき、カタネの人々の耕地は深い火山灰で覆われる。
ἡ μὲν οὖν σποδὸς λυπήσασα πρὸς καιρὸν εὐεργετεῖ τὴν χώραν χρόνοις ὕστερον·
火山灰は一時的には被害をもたらすが、後には土地に利益を与える。
εὐάμπελον γὰρ παρέχεται καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου·
なぜなら、そこはブドウ栽培に適し、良い実を結ぶようになるからである。 他の地域は同様には優れたワインを産出しない。
τάς τε ῥίζας, ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν ὥστε πνίγεσθαι·
火山灰に覆われた耕地が生み出す根は、羊たちを窒息させるほど太らせると言われている。
διόπερ ἐκ τῶν ὤτων ἀφαιροῦσιν αἷμα διʼ ἡμερῶν τεττάρων ἢ πέντε, καθάπερ τοῦτο καὶ κατὰ τὴν Ἐρύθειαν συμβαῖνον εἰρήκαμεν.
そのため、エリテイアで起こることについて我々が語ったのと同様に、四、五日おきに耳から血を抜くのである。
ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφʼ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν.
溶岩流は凝固すると、十分な深さまで地表を石化させるため、元の地表を露出させたいと望む人々にとっては採石作業が必要になる。
τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, εἶτʼ ἀναβληθείσης, τὸ ὑπερχυθὲν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας ῥέων κατὰ τῆς ὀρεινῆς·
火口の中で石が溶け、その後噴き出されると、山頂から溢れ出た液体は黒い泥となって山肌を流れ落ちる。
εἶτα πῆξιν λαβὼν γίνεται λίθος μυλίας τὴν αὐτὴν φυλάττων χρόαν ἣν ῥέων εἶχε.
その後、凝固して、流れていた時の色をそのまま保った塊石となる。
καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται·
また、石が燃えることで生じる灰は、木から生じる灰のようである。
καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν.
それゆえ、ヘンルーダが木灰によって育つように、エトナの灰もブドウの木に対して同様の親和性を持っていると思われる。

語釈・文法注

  1. 6.2.2Θεοκλέα — 歴史家エポロスの説を引用する「〜と言う(φησί)」に支配される、長大な対格不定詞構文(A.C.I.)である。対格名詞 `Θεοκλέα` を意味上の主語として、一連の出来事を記述する3つの不定詞 `κατανοῆσαι`、`πεῖσαι`、`πλεῦσαι` が並列して係る。文中の `παρενεχθέντα` や `ἐπανελθόντα` はこの `Θεοκλέα` に一致する対格分詞である。
  2. 6.2.3τάς τε ῥίζας, ἐκφέρει — 伝承されたテキストでは動詞 `ἐκφέρει` が直説法能動態となっているが、文脈上、先行詞 `τάς τε ῥίζας` に対する関係代名詞 `ἃς` が省略(または脱落)した `τάς τε ῥίζας [ἃς] ἐκφέρει...`「〜がもたらす根(草)」という関係節として理解される。この `τάς τε ῥίζας` 全体が、後続の動詞 `φασίν`(彼らは言う)に続く不定詞 `πιαίνειν`(太らせる)の対格主語となっている。
  3. 6.2.3ὥστε λατομίας εἶναι χρείαν — 結果の `ὥστε` 節。非人称表現 `χρεία ἐστί`(〜が必要である)が不定詞化されて `χρείαν εἶναι` となっており、必要とされる対象が属格の `λατομίας`(採石作業)で、それを必要とする当事者が与格分詞の `τοῖς βουλομένοις`(〜を望む人々にとって)で表されている。

この箇所を引用する

ストラボン, 地理誌 §6.2.2-6.2.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.2-6.2.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。