Humanitext Reader

ストラボン · 地理誌 §6.2.4#1

アルキアスによるシュラクサイの創建と繁栄

185 / 577 箇所 · ギリシア語

要旨

コリントス人アルキアスによるシュラクサイの創建の経緯と、その富の起源、シケリアの内陸異民族の歴史、そしてローマ支配下での再建と都市の地理的状況について述べる。

§6.2.4#1τὰς δὲ Συρακούσσας Ἀρχίας μὲν ἔκτισεν ἐκ Κορίνθου πλεύσας περὶ τοὺς αὐτοὺς χρόνους οἷς ᾠκίσθησαν ἥ τε Νάξος καὶ τὰ Μέγαρα.
一方、シュラクサイは、ナクソスとメガラが建設されたのとほぼ同時期に、コリントスから航海してきたアルキアスが建設した。
ἅμα δὲ Μύσκελλόν τέ φασιν εἰς Δελφοὺς ἐλθεῖν καὶ τὸν Ἀρχίαν· χρηστηριαζομένων δʼ ἐρέσθαι τὸν θεόν, πότερον αἱροῦνται πλοῦτον ἢ ὑγίειαν·
彼らによれば、ミュスケロスとアルキアスは同時にデルポイに行き、神託を求めた際、神に富と健康のどちらを望むかを尋ねた。
τὸν μὲν οὖν Ἀρχίαν ἑλέσθαι τὸν πλοῦτον, Μύσκελλον δὲ τὴν ὑγίειαν·
そして、アルキアスは富を選び、ミュスケロスは健康を選んだ。
τῷ μὲν δὴ Συρακούσσας δοῦναι κτίζειν τῷ δὲ Κρότωνα.
そこで神は、一方にシュラクサイを、他方にクロトンを建設するために与えたという。
καὶ δὴ συμβῆναι Κροτωνιάτας μὲν οὕτως ὑγιεινὴν οἰκῆσαι πόλιν ὥσπερ εἰρήκαμεν, Συρακούσσας δὲ ἐπὶ τοσοῦτον ἐκπεσεῖν πλοῦτον ὥστε καὶ αὐτοὺς ἐν παροιμίᾳ διαδοθῆναι, λεγόντων πρὸς τοὺς ἄγαν πολυτελεῖς ὡς οὐκ ἂν ἑξικνοῖτο αὐτοῖς ἡ Συρακουσσίων δεκάτη.
そして実際に、クロトン人たちは我々が述べたように非常に健康に良い都市に居住することになり、一方シュラクサイはこれほど多大な富に達したため、彼ら自身のことわざが広まり、極めて贅沢な人々に対して「シュラクサイの10分の1の富であっても彼らには十分ではないだろう」と言われるようになったという。
πλέοντα δὲ τὸν Ἀρχίαν εἰς τὴν Σικελίαν καταλιπεῖν μετὰ μέρους τῆς στρατιᾶς τοῦ τῶν Ἡρακλειδῶν γένους Χερσικράτη συνοικιοῦντα τὴν νῦν Κέρκυραν καλουμένην, πρότερον δὲ Σχερίαν.
アルキアスはシケリアへと航海する途中で、ヘラクレスの家系に属するヘルシクラテスを軍勢の一部とともに残し、現在ケルキュラと呼ばれ、以前はスケリアと呼ばれていた地を共同で建設させようとした。
ἐκεῖνον μὲν οὖν ἐκβαλόντα Λιβυρνοὺς κατέχοντας οἰκίσαι τὴν νῆσον, τὸν δʼ Ἀρχίαν κατασχόντα πρὸς τὸ Ζεφύριον τῶν Δωριέων εὑρόντα τινὰς δεῦρο ἀφιγμένους ἐκ τῆς Σικελίας παρὰ τῶν τὰ Μέγαρα κτισάντων ἀναλαβεῖν αὐτούς, καὶ κοινῇ μετʼ αὐτῶν κτίσαι τὰς Συρακούσσας.
そこで彼は、その島を占拠していたリビュルニア人を追い払ってそこに入植し、一方アルキアスはゼピュリオン岬に上陸した際、メガラを建設した人々のもとから離れてシケリアからこの地にやって来ていたドリス人の一部を見つけて彼らを同行させ、彼らと共同でシュラクサイを建設した。
ηὐξήθη δὲ καὶ διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἡ πόλις καὶ διὰ τὴν τῶν λιμένων εὐφυΐαν.
この都市は、土地の豊かさと港の地形的な恵みの双方によって発展した。
οἵ τε ἄνδρες ἡγεμονικοὶ κατέστησαν, καὶ συνέβη Συρακουσσίοις τυραννουμένοις τε δεσπόζειν τῶν ἄλλων καὶ ἐλευθερωθεῖσιν ἐλευθεροῦν τοὺς ὑπὸ τῶν βαρβάρων καταδυναστευομένους.
その人々は支配的な気質を持つようになり、シュラクサイ人には、僭主に支配されているときには他者を支配し、解放されたときには異民族に虐げられている人々を解放するということが起こった。
ἦσαν γὰρ τῶν βαρβάρων οἱ μὲν ἔνοικοι, τινὲς δʼ ἐκ τῆς περαίας ἐπῄεσαν, οὐδένα δὲ τῆς παραλίας εἴων οἱ Ἕλληνες ἅπτεσθαι, τῆς δὲ μεσογαίας ἀπείργειν παντάπασιν οὐκ ἴσχυον, ἀλλὰ διετέλεσαν μέχρι δεῦρο Σικελοὶ καὶ Σικανοὶ καὶ Μόργητες καὶ ἄλλοι τινὲς νεμόμενοι τὴν νῆσον, ὧν ἦσαν καὶ Ἴβηρες, οὕσπερ πρώτους φησὶ τῶν βαρβάρων Ἔφορος λέγεσθαι τῆς Σικελίας οἰκιστάς.
というのも、異民族のうちには現地に住んでいた者もいれば、対岸から侵略してきた者もいたからである。 ギリシア人たちは彼らのうち誰一人として沿岸部に触れることを許さなかったが、内陸部から彼らを完全に締め出すことはできず、シケロイ人、シカノイ人、モルゲテス人、およびその他の人々が今日に至るまでこの島に居住し続けてきた。 その中にはイベリア人も含まれており、エポロスによれば、彼らが異民族の中でシケリアの最初の入植者であると言われている。
καὶ τὸ Μοργάντιον δὲ εἰκὸς ὑπὸ τῶν Μοργήτων ᾠκίσθαι·
そして、モルガンティオンもモルゲテス人によって建設されたと考えるのが妥当である。
πόλις δʼ ἦν αὕτη, νῦν δʼ οὐκ ἔστιν.
これは都市であったが、現在は存在しない。
ἐπελθόντες δὲ Καρχηδόνιοι καὶ τούτους οὐκ ἐπαύσαντο κακοῦντες καὶ τοὺς Ἕλληνας, ἀντεῖχον δʼ ὅμως οἱ Συρακούσσιοι.
しかし、カルタゴ人が襲来すると、彼らをもギリシア人をも絶えず苦しめ続けたが、それでもシュラクサイ人は持ちこたえた。
Ῥωμαῖοι δʼ ὕστερον καὶ τοὺς Καρχηδονίους ἐξέβαλον καὶ τὰς Συρακούσσας ἐκ πολιορκίας εἷλον.
後にローマ人がカルタゴ人を追い払い、包囲戦によってシュラクサイを攻略した。
ἐφʼ ἡμῶν δὲ Πομπηίου τάς τε ἄλλας κακώσαντος πόλεις καὶ δὴ καὶ τὰς Συρακούσσας, πέμψας ἀποικίαν ὁ Σεβαστὸς Καῖσαρ πολὺ μέρος τοῦ παλαιοῦ κτίσματος ἀνέλαβε.
我々の時代において、ポンペイウスが他の都市やとりわけシュラクサイを荒廃させたが、アウグストゥス・カイザルが植民者を送って、かつての建設地の大部分を再建した。
πεντάπολις γὰρ ἦν τὸ παλαιὸν ὀγδοήκοντα καὶ ἑκατὸν σταδίων ἔχουσα τὸ τεῖχος.
というのも、かつては百八十スタディオンの城壁を持つ五重の都市であったからである。
ἅπαντα μὲν δὴ τὸν κύκλον τοῦτον ἐκπληροῦν οὐδὲν ἔδει, τὸ δὲ συνοικούμενον τὸ πρὸς τῇ νήσῳ τῇ Ὀρτυγίᾳ μέρος ᾠήθη δεῖν οἰκίσαι βέλτιον, ἀξιολόγου πόλεως ἔχον περίμετρον·
この全周を再び満たす必要は全くなかったが、オルテュギア島に隣接し、現に居住されている部分をより良く再建すべきだと彼は考えた。 その部分は、それ自体で評価に値する都市の外周を備えていたからである。
ἡ δʼ Ὀρτυγία συνάπτει γεφύρᾳ πρὸς τὴν ἤπειρον οῦσα, κρήνην δʼ ἔχει τὴν Ἀρέθουσαν ἐξιεῖσαν ποταμὸν εὐθὺς εἰς τὴν θάλατταν.
オルテュギアは橋によって本土に繋がっており、アレトゥサの泉を擁しているが、この泉はすぐに海へと流れ込む川を送り出している。

語釈・文法注

  1. §6.2.4#1οἷς ᾠκίσθησαν — 関係代名詞 οἷς は与格であり、先行詞である τοὺς αὐτοὺς χρόνους と関係している。これは時を表す与格として「〜と同じ時に」を意味し、前置詞 ἐν なしで機能している。
  2. §6.2.4#1χρηστηριαζομένων — 主節(間接話法内)の論理的な主語である対格の Μύσκελλόν τε καὶ τὸν Ἀρχίαν があるにもかかわらず、独立した絶対属格が用いられている。これは、神託を求める状況を付帯的に記述するための破格(anacoluthon)に近い表現である。
  3. §6.2.4#1λεγόντων — 主語が明示されていない絶対属格分詞であり、一般的な「人々が〜と言うとき」という漠然とした主体を想定している。英語の "people saying" に相当する慣用的な表現である。

この箇所を引用する

ストラボン, 地理誌 §6.2.4#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.4%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。