§6.2.2πόλεις δʼ εἰσὶ κατὰ μὲν τὸ πλευρὸν τὸ ποιοῦν τὸν πορθμὸν Μεσσήνη πρῶτον, ἔπειτα Ταυρομένιον καὶ Κατάνη καὶ Συρακοῦσσαι·
在形成海峡的这一边,第一个城市是梅塞内,然后是陶罗梅尼翁、卡塔奈和叙拉古。
αἱ δὲ μεταξὺ Κατάνης καὶ Συρακουσσῶν ἐκλελοίπασι, Νάξος καὶ Μέγαρα, ὅπου καὶ αἱ τῶν ποταμῶν ἐκβολαὶ Συμαίθου καὶ πάντων καταρρεόντων ἐκ τῆς Αἴτνης εἰς εὐλίμενα στόματα· ἐνταῦθα δὲ καὶ τὸ τῆς Ξιφωνίας ἀκρωτήριον.
卡塔奈和叙拉古之间的城市,即纳克索斯和麦加拉,已经消失了;那里是塞麦索斯河以及所有从埃特纳山流出的河流注入港口条件良好的河口的所在地;这里也是克西丰尼亚海角所在之处。
φησὶ δὲ ταύτας Ἔφορος πρώτας κτισθῆναι πόλεις Ἑλληνίδας ἐν Σικελίᾳ δεκάτῃ γενεᾷ μετὰ τὰ Τρωικά· τοὺς γὰρ πρότερον δεδιέναι τὰ λῃστήρια τῶν Τυρρηνῶν καὶ τὴν ὠμότητα τῶν ταύτῃ βαρβάρων, ὥστε μηδὲ κατʼ ἐμπορίαν πλεῖν.
埃福罗斯说,这些是特洛伊战争后第十代在西西里建立的第一批希腊城市;因为在此之前的人们害怕第勒尼安人的海盗行为以及该地区野蛮人的残暴,以至于他们甚至不为了贸易而航行。
Θεοκλέα δʼ Ἀθηναῖον παρενεχθέντα ἀνέμοις εἰς τὴν Σικελίαν κατανοῆσαι τήν τε οὐδένειαν τῶν ἀνθρώπων καὶ τὴν ἀρετὴν τῆς γῆς, ἐπανελθόντα δὲ Ἀθηναίους μὲν μὴ πεῖσαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίᾳ συχνοὺς παραλαβόντα καὶ τῶν Ἰώνων τινάς, ἔτι δὲ Δωριέων, οἱ πλείους ἦσαν Μεγαρεῖς, πλεῦσαι·
但是雅典人特奥克莱斯被风吹到西西里,注意到了当地人的无能和土地的肥沃;他回去后虽然未能说服雅典人,但他带领了大量优卑亚的卡尔基斯人、一些伊奥尼亚人以及一些多利斯人(其中大多数是麦加拉人)航行。
τοὺς μὲν οὖν Χαλκιδέας κτίσαι Νάξον τοὺς δὲ Δωριέας Μέγαρα τὴν Ὕβλαν πρότερον καλουμένην.
于是,卡尔基斯人建立了纳克索斯,多利斯人建立了麦加拉(以前被称为希布拉)。
αἱ μὲν οὖν πόλεις οὐκέτʼ εἰσί, τὸ δὲ τῆς Ὕβλης ὄνομα συμμένει διὰ τὴν ἀρετὴν τοῦ Ὑβλαίου μέλιτος.
这些城市现在已经不复存在,但希布拉的名字因希布拉蜂蜜的绝佳品质而流传至今。
§6.2.3τῶν δὲ συμμενουσῶν κατὰ τὸ λεχθὲν πλευρὸν πόλεων ἡ μὲν Μεσσήνη τῆς Πελωριάδος ἐν κόλπῳ κεῖται, καμπτομένης ἐπὶ πολὺ πρὸς ἕω καὶ μασχάλην τινὰ ποιούσης·
在上述边上保留下来的城市中,梅塞内位于佩洛里亚斯的海湾内,该海湾向东弯曲得很厉害,形成了一种“腋窝”一样的形状。
ἀπέχει δὲ τοῦ μὲν Ῥηγίου δίαρμα ἑξηκονταστάδιον, τῆς δὲ στυλίδος πολὺ ἔλαττον.
它距离雷吉翁有六十斯塔德的跨海距离,距离圆柱则近得多。
κτίσμα δʼ ἐστὶ Μεσσηνίων τῶν ἐν Πελοποννήσῳ, παρʼ ὧν τοὔνομα μετήλλαξε καλουμένη Ζάγκλη πρότερον διὰ τὴν σκολιότητα τῶν τόπων (ζάγκλον γὰρ ἐκαλεῖτο τὸ σκολιόν), Ναξίων οὖσα πρότερον κτίσμα τῶν πρὸς Κατάνην·
它是伯罗奔尼撒的梅塞尼亚人的殖民地,城市的名字因他们而改变,以前由于地形的弯曲而被叫做赞克莱(因为“赞克隆”指的是弯曲之物),在此之前它是卡塔奈附近的纳克索斯人的殖民地。
ἐπῴκησαν δʼ ὕστερον Μαμερτῖνοι Καμπανῶν τι φῦλον.
后来,坎帕尼亚人的一支马默廷人在此定居。
ἐχρήσαντο δʼ ὁρμητηρίῳ Ῥωμαῖοι πρὸς τὸν Σικελικὸν πόλεμον τὸν πρὸς Καρχηδονίους, καὶ μετὰ ταῦτα Πομπήιος ὁ Σέξτος ἐνταῦθα συνεῖχε τὸ ναυτικὸν πολεμῶν πρὸς τὸν Σεβαστὸν Καίσαρα· ἐντεῦθεν δὲ καὶ τὴν φυγὴν ἐποιήσατο ἐκπεσὼν ἐκ τῆς νήσου.
罗马人在对迦太基人的西西里战争中将其用作基地,此后,塞克斯图斯·庞培在与奥古斯都·凯撒作战时在此集结海军;当他被逐出该岛时,也是从这里逃走的。
δείκνυται δὲ καὶ ἡ Χάρυβδις μικρὸν πρὸ τῆς πόλεως ἐν τῷ πόρῳ, βάθος ἐξαίσιον, εἰς ὃ αἱ παλίρροιαι τοῦ πορθμοῦ κατάγουσι φυσικῶς τὰ σκάφη τραχηλιζόμενα μετὰ συστροφῆς καὶ δίνης μεγάλης· καταποθέντων δὲ καὶ διαλυθέντων τὰ ναυάγια παρασύρεται πρὸς ᾐόνα τῆς Ταυρομενίας, ἣν καλοῦσιν ἀπὸ τοῦ συμπτώματος τούτου Κοπρίαν.
卡里布迪斯也被指出位于城市前方的海峡中,那是一个极深的深渊,海峡的退潮自然地将船只卷入其中,并伴随着旋转和巨大的漩涡使其翻覆;当船只被吞没并破碎后,残骸会被冲到陶罗梅尼亚的海岸,人们因这一事件而称该地为科普里亚(意为垃圾场)。
τοσοῦτον δʼ ἐπεκράτησαν οἱ Μαμερτῖνοι παρὰ τοῖς Μεσσηνίοις ὥστʼ ἐπʼ ἐκείνοις ὑπῆρξεν ἡ πόλις, καλοῦσί τε Μαμερτίνους μᾶλλον ἅπαντες αὐτοὺς ἢ Μεσσηνίους, εὐοίνου τε σφόδρα τῆς χώρας οὔσης οὐ Μεσσήνιον καλοῦσι τὸν οἶνον ἀλλὰ Μαμερτῖνον, τοῖς ἀρίστοις ἐνάμιλλον ὄντα τῶν Ἰταλικῶν.
马默廷人在梅塞内人中取得了如此绝对的优势,以至于城市归他们控制,所有人更愿意称他们为马默廷人而非梅塞内人;由于该地区盛产美酒,人们不称这种酒为梅塞内酒,而称其为马默廷酒,它可以与意大利最好的葡萄酒相媲美。
οἰκεῖται δʼ ἱκανῶς ἡ πόλις, μᾶλλον δὲ Κατάνη· καὶ γὰρ οἰκήτορας δέδεκται Ῥωμαίους· ἧττον δʼ ἀμφοῖν τὸ Ταυρομένιον.
这个城市人口相当稠密,但卡塔奈更为稠密;因为它也接纳了罗马殖民者;而陶罗梅尼翁的人口比这两者都少。
καὶ Κατάνη δʼ ἐστὶ Ναξίων τῶν αὐτῶν κτίσμα, Ταυρομένιον δὲ τῶν ἐν Ὕβλῃ Ζαγκλαίων·
卡塔奈也是同一批纳克索斯人建立的,而陶罗梅尼翁则是希布拉的赞克莱人建立的。
ἀπέβαλε δὲ τοὺς οἰκήτορας τοὺς ἐξ ἀρχῆς ἡ Κατάνη, κατοικίσαντος ἑτέρους Ἱέρωνος τοῦ Συρακουσσίων τυράννου καὶ προσαγορεύσαντος αὐτὴν Αἴτνην ἀντὶ Κατάνης.
卡塔奈失去了最初的居民,因为叙拉古的僭主希伦安置了其他人,并将其命名为埃特纳以代替卡塔奈。
ταύτης δὲ καὶ Πίνδαρος κτίστορα λέγει αὐτὸν ὅταν φῇ
"
ξύνες ὅ τοι λέγω, ζαθέων ἱερῶν
ὁμώνυμε πάτερ, κτίστορ Αἴτνας.
品达也称他为该城的建立者,他唱道: "听我对你所说的话,与神圣祭仪同名的父亲,埃特纳的建立者。
"
μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἱέρωνος κατελθόντες οἱ Καταναῖοι τούς τε ἐνοίκους ἐξέβαλον καὶ τὸν τάφον ἀνέσκαψαν τοῦ τυράννου.
"但在希伦去世后,卡塔奈人返回,驱逐了居民并挖掘了僭主的坟墓。
οἱ δὲ Αἰτναῖοι παραχωρήσαντες τὴν Ἴννησαν καλουμένην τῆς Αἴτνης ὀρεινὴν ᾤκησαν καὶ προσηγόρευσαν τὸ χωρίον Αἴτνην διέχον τῆς Κατάνης σταδίους ὀγδοήκοντα, καὶ τὸν Ἱέρωνα οἰκιστὴν ἀπέφηναν.
而埃特纳人退让后,居住在被称为因内萨的埃特纳山地,并将该地命名为埃特纳,距离卡塔奈八十斯塔德,并宣布希伦为其建立者。
ὑπέρκειται δὲ μάλιστα τῆς Κατάνης ἡ Αἴτνη καὶ τῶν περὶ τοὺς κρατῆρας παθῶν πλεῖστον κοινωνεῖ· καὶ γὰρ οἱ ῥύακες εἰς τὴν Καταναίαν ἐγγυτάτω καταφέρονται, καὶ τὰ περὶ τοὺς εὐσεβεῖς ἐκεῖ τεθρύληται τὸν Ἀμφίνομον καὶ τὸν Ἀναπίαν, οἳ τοὺς γονέας ἐπὶ τῶν ὤμων ἀράμενοι διέσωσαν ἐπιφερομένου τοῦ κακοῦ.
埃特纳山主要耸立在卡塔奈之上,并在很大程度上共有与火山口相关的活动;因为熔岩流最接近地流向卡塔奈的领地,那里广为流传着孝子阿姆菲诺摩斯和阿纳皮亚斯的故事,他们背着父母在灾难临头时将他们救出。
ὅταν δʼ, ὁ Ποσειδώνι φ, γίνηται τὰ περὶ τὸ ὄρος, κατατεφροῦται πολλῷ βάθει τὰ Καταναίων χωρία·
波塞多尼奥斯说,每当山中发生喷发活动时,卡塔奈人的土地就会被厚厚的火山灰覆盖。
ἡ μὲν οὖν σποδὸς λυπήσασα πρὸς καιρὸν εὐεργετεῖ τὴν χώραν χρόνοις ὕστερον· εὐάμπελον γὰρ παρέχεται καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου·
火山灰虽然暂时带来痛苦,但在以后却对土地有益;因为它使土地适宜种植葡萄并结出好果,而其他地方则没有同样的美酒。
τάς τε ῥίζας, ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν ὥστε πνίγεσθαι· διόπερ ἐκ τῶν ὤτων ἀφαιροῦσιν αἷμα διʼ ἡμερῶν τεττάρων ἢ πέντε, καθάπερ τοῦτο καὶ κατὰ τὴν Ἐρύθειαν συμβαῖνον εἰρήκαμεν.
人们说,被火山灰覆盖的土地所生长的根草使羊群肥胖到窒息的程度;因此他们每隔四五天就要从耳朵里放血,正如我们说过在埃里泰亚发生的情况那样。
ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφʼ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν.
熔岩流变硬后,将地表石化到相当的深度,以至于那些想要显露出原始地表的人需要进行采石。
τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, εἶτʼ ἀναβληθείσης, τὸ ὑπερχυθὲν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας ῥέων κατὰ τῆς ὀρεινῆς· εἶτα πῆξιν λαβὼν γίνεται λίθος μυλίας τὴν αὐτὴν φυλάττων χρόαν ἣν ῥέων εἶχε.
当岩石在火山口融化然后被喷出时,从山顶溢出的液体是黑色的泥浆,顺着山坡流下;然后凝固,成为保留着流动时颜色的磨石。
καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται· καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν.
而且石块燃烧产生的灰烬就像木灰一样;因此,正如芸香靠木灰滋养一样,埃特纳的火山灰对葡萄树似乎也有某种天然的亲和力。