§6.2.1ἔστι δʼ ἡ Σικελία τρίγωνος τῷ σχήματι, καὶ διὰ τοῦτο Τρινακρία μὲν πρότερον, Θρινακία δʼ ὕστερον προσηγορεύθη μετονομασθεῖσα εὐφωνότερον.
シケリアはその形状が三角形であり、このため以前はトリナクリアと呼ばれ、後に語調を良くするために改名されてスリナキアと呼ばれるようになった。
τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν ἡ πρὸς τὴν Καῖνυν καὶ τὴν στυλίδα τὴν Ῥηγίνων ποιοῦσα τὸν πορθμόν, Πάχυνος δὲ ἡ ἐκκειμένη πρὸς ἕω καὶ τῷ Σικελικῷ κλυζομένη πελάγει, βλέπουσα πρὸς τὴν Πελοπόννησον καὶ τὸν ἐπὶ Κρήτης πόρον·
その形状を画定するのは三つの岬(端)であり、ペロリアスはカイニュスおよびレギオン人の円柱の方向に向かい合って海峡を形成する岬であり、パキュノスは東に突き出してシケリア海に洗われ、ペロポネソスとクレータへの航路を臨む岬である。
τρίτη δʼ ἐστὶν ἡ προσεχὴς τῇ Λιβύῃ βλέπουσα πρὸς ταύτην ἅμα καὶ τὴν χειμερινὴν δύσιν, Λιλύβαιον.
第三の岬はリビュアに隣接し、これと冬の入りの方向(西南西)を同時に臨むリルバイオンである。
τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως, ἡ δὲ τρίτη κυρτή, ἡ ἀπὸ τοῦ Λιλυβαίου καθήκουσα πρὸς τὴν Πελωριάδα, ἥπερ μεγίστη ἐστί, σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι.
これら三つの岬によって区切られる辺のうち、二つの辺は適度に凹んでおり、第三の辺は凸状で、リルバイオンからペロリアスへと下る辺であり、これが最大で、ポセイドニオスが言うには、さらに20を加えて1720スタディオンである。
τῶν δʼ ἄλλων ἡ ἐπὶ Πάχυνον ἀπὸ τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας·
他の辺のうち、リルバイオンからパキュノスへの辺はもう一方の辺よりも大きい。
ἐλαχίστη δὲ ἡ τῷ πορθμῷ καὶ τῇ Ἰταλίᾳ προσεχής, ἡ ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριάκοντα.
そして最小なのは、海峡とイタリアに隣接する辺、すなわちペロリアスからパキュノスへの辺で、約1130スタディオンである。
τὸν δὲ περίπλουν ὁ Ποσειδώνιος σταδίων τετταρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαίνει.
ポセイドニオスは周航距離を4400スタディオンと示している。
ἐν δὲ τῇ χωρογραφίᾳ μείζω λέγεται τὰ διαστήματα κατὰ μέρος διῃρημένα μιλιασμῷ·
しかし『地理誌』においては、マイル数で個別に分割された距離は、より大きく言われている。
ἐκ μὲν Πελωριάδος εἰς Μύλας εἴκοσι πέντε· τοσαῦτα δὲ καὶ ἐκ Μυλῶν εἰς Τυνδαρίδα· εἶτα εἰς Ἀγάθυρνον τριάκοντα καὶ τὰ ἴσα εἰς Ἄλαισαν καὶ πάλιν ἴσα εἰς Κεφαλοίδιον· ταῦτα μὲν πολίχνια·
すなわち、ペロリアスからミュライまで25マイル、ミュライからテュンダリスまで同マイル、次にアガテュルノスまで30マイル、アライサまで同マイル、さらにケファロイディオンまで同マイルであり、これらは小さな町である。
εἰς δʼ Ἱμέραν ποταμὸν δεκαοκτὼ διὰ μέσης ῥέοντα τῆς Σικελίας· εἶτʼ εἰς Πάνορμον τριάκοντα πέντε· δύο δὲ καὶ τριάκοντα εἰς τὸ τῶν Αἰγεσταίων ἐμπόριον· λοιπὰ δὲ εἰς Λιλύβαιον τριάκοντα ὀκτώ.
ヒメラス川(これはシケリアの中央を流れる)まで18マイル、次にパノルモスまで35マイル、アイゲスタ人の通商地まで32マイル、残り、リルバイオンまで38マイルである。
ἐντεῦθεν δὲ κάμψαντι ἐπὶ τὸ συνεχὲς πλευρὸν εἰς μὲν τὸ Ἡράκλειον ἑβδομήκοντα πέντε, ἐπὶ δὲ τὸ Ἀκραγαντίνων ἐμπόριον εἴκοσι, καὶ ἄλλα εἴκοσιν εἰς Καμάριναν· εἶτʼ ἐπὶ Πάχυνον πεντήκοντα.
ここから隣接する辺に曲がると、ヘラクレイオンまで75マイル、アクラガス人の通商地まで20マイル、カマリナまでさらに20マイル、次にパキュノスまで50マイルである。
ἔνθεν πάλιν κατὰ τὸ τρίτον πλευρὸν εἰς μὲν Συρακούσσας τριάκοντα ἕξ, εἰς δὲ Κατάνην ἑξήκοντα· εἶτʼ εἰς Ταυρομένιον τριάκοντα τρία· εἶτʼ εἰς Μεσσήνην τριάκοντα.
そこから再び第三の辺に沿って、シュラクサイまで36マイル、カタネまで60マイル、次にタウロメニオンまで33マイル、次にメッセネまで30マイルである。
πεζῇ δὲ ἐκ μὲν Παχύνου εἰς Πελωριάδα ἑκατὸν ἑξήκοντα ὀκτώ, ἐκ δὲ Μεσσήνης εἰς Λιλύβαιον τῇ Ὀυαλερίᾳ ὁδῷ τριάκοντα πέντε.
陸路では、パキュノスからペロリアスまで168マイル、メッセネからリルバイオンまではウァレリア街道経由で 35マイルである。
ἔνιοι δʼ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τὸν περίπλουν ἡμερῶν καὶ νυκτῶν πέντε.
エポロスのように、もっと単純に、周航は5日5晩であると言う者もいる。
Ποσειδώνιος δὲ τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν.
ポセイドニオスは、方位によって島を画定し、北にペロリアスを、南にリルバイオンを、東にパキュノスを置いている。
ἀνάγκη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι διαστελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα καὶ μάλιστα ὅσα σκαληνὰ καὶ ὧν οὐδεμία πλευρὰ τῶν τοῦ παραλληλογράμμου ἐφαρμόττει, ἀναρμόστως ἔχειν πρὸς τὰ κλίματα διὰ τὴν λόξωσιν.
しかし、方位が平行四辺形の形で区分される以上、その中に描かれる三角形、特に不等辺三角形で、平行四辺形のどの辺とも重なり合わないものは、傾きのために方位とうまく合致しないのは必然である。
ὅμως δʼ οὖν ἐν τοῖς τῆς Σικελίας τῇ Ἰταλίᾳ πρὸς νότον κειμένης ἡ Πελωριὰς ἀρκτικωτάτη λέγοιτʼ ἂν καλῶς τῶν τριῶν γωνιῶν, ὥσθʼ ἡ ἐπιζευγνυμένη ἀπʼ αὐτῆς ἐπὶ τὸν Πάχυνον, ἐκκεῖσθαι πρὸς ἕω ἔφαμεν, ἅμα πρὸς ἄρκτον βλέπουσα ποιήσει τὴν πλευρὰν τὴν πρὸς τὸν πορθμόν.
それにもかかわらず、イタリアの南に位置するシケリアにおいて、ペロリアスは三つの角のうちで最も北にあると正しく言えるだろう。 したがって、そこからパキュノスへと結ばれる線(これは東に突き出していると我々は言ったが)は、同時に北を臨みつつ、海峡に面した辺を形成することになる。
δεῖ δʼ ἐπιστροφὴν μικρὰν λαμβάνειν ἐπὶ χειμερινὰς ἀνατολάς·
ただし、冬の日の出の方向(東南東)へとわずかな曲がりを考慮しなければならない。
οὕτω γὰρ ἡ ᾐὼν παρακλίνει προϊοῦσιν ἀπὸ τῆς Κατάνης ἐπὶ τὰς Συρακούσσας καὶ τὸν Πάχυνον.
なぜなら、カタネからシュラクサイおよびパキュノスへと進むにつれて、海岸線はそのように傾いているからである。
δίαρμα δʼ ἐστὶν ἀπὸ τοῦ Παχύνου πρὸς τὸ στόμα τοῦ Ἀλφειοῦ στάδιοι τετρακισχίλιοι.
パキュノスからアルペイオス川の河口までの海上の距離は4000スタディオンである。
Ἀρτεμίδωρος δʼ ἀπὸ τοῦ Παχύνου φήσας ἐπὶ Ταίναρον εἶναι τετρακισχιλίους καὶ ἑξακοσίους, ἀπὸ δʼ Ἀλφειοῦ ἐπὶ Παμισὸν χιλίους ἑκατὸν τριάκοντα, παρασχεῖν ἂν δοκεῖ μοι λόγον μὴ οὐχ ὁμολογούμενα λέγῃ τῷ φήσαντι τετρακισχιλίους εἶναι τοὺς ἐπὶ τὸν Ἀλφειὸν ἀπὸ τοῦ Παχύνου.
アルテミドロスは、パキュノスからタイナロンまで4600スタディオン、アルペイオス川からパミソス川まで1130スタディオンであると述べているが、これは、パキュノスからアルペイオス川までが4000スタディオンであると主張する者と一致しない話を語っているように私には思われる。
ἡ δʼ ἀπὸ Παχύνου πρὸς Λιλύβαιον (ἑσπεριώτερον δὲ τῆς Πελωριάδος ἐστὶν) ἱκανῶς ἂν καὐτὴ λοξοῖτο ἀπὸ τοῦ μεσημβρινοῦ σημείου πρὸς τὴν ἑσπέραν, βλέποι δὲ ἂν ἅμα πρός τε τὴν ἕω καὶ πρὸς τὸν νότον, τῇ μὲν ὑπὸ τοῦ Σικελικοῦ πελάγους κλυζομένη, τῇ δʼ ὑπὸ τοῦ Λιβυκοῦ τοῦ πρὸς τὰς Σύρτεις διήκοντος ἀπὸ τῆς Καρχηδονίας.
また、パキュノスからリルバイオン(これはペロリアスよりも西に位置する)への辺も、子午線(南の点)から西へと十分に傾いており、同時に東と南の両方を臨むことになる。 この辺は、一方ではシケリア海に洗われ、他方ではカルタゴからシュルティス湾へと延びるリビュア海に洗われている。
ἔστι δὲ καὶ ἀπὸ Λιλυβαίου τοὐλάχιστον δίαρμα ἐπὶ Λιβύην χίλιοι καὶ πεντακόσιοι περὶ Καρχηδόνα·
リルバイオンからカルタゴ近辺のリビュアまでの最短の海上距離は1500スタディオンである。
καθʼ ὃ δὴ λέγεταί τις τῶν ὀξυδορκούντων ἀπό τινος σκοπῆς ἀπαγγέλλειν τὸν ἀριθμὸν τῶν ἀναγομένων ἐκ Καρχηδόνος σκαφῶν τοῖς ἐν Λιλυβαίῳ.
そこではまさに、千里眼のある者が、ある物見台からカルタゴから出航する船の数をリルバイオンにいる人々に告げていたと言われている。
ἀπὸ δὲ τοῦ Λιλυβαίου τὴν ἐπὶ Πελωριάδα πλευρὰν ἀνάγκη λοξοῦσθαι πρὸς ἕω καὶ βλέπειν πρὸς τὸ μεταξὺ τῆς ἑσπέρας καὶ τῆς ἄρκτου, πρὸς ἄρκτον μὲν ἔχουσαν τὴν Ἰταλίαν πρὸς δύσιν δὲ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Αἰόλου νήσους.
リルバイオンからペロリアスへの辺は、必然的に東へと傾き、西と北の間を臨むことになり、北にはイタリアを、西にはテュレニア海とアイオロスの諸島を持つ。