Humanitext Reader

ストラボン · 地理誌 §6.2.11

リパラ諸島の島々と海底火山の噴火

190 / 577 箇所 · ギリシア語

要旨

リパラ諸島(エオルス諸島)の残りの島々の名称の由来と特徴を述べ、かつて海上で起きた海底火山の噴火現象に関するポセイドニオスの証言、および近隣の島々の位置関係を記す。

§6.2.11τὴν μὲν δὴ Λιπάραν καὶ τὴν Θέρμεσσαν εἰρήκαμεν.
我々はリパラとテルメッサについてはすでに述べた。
ἡ δὲ Στρογγύλη καλεῖται μὲν ἀπὸ τοῦ σχήματος, ἔστι δὲ καὶ αὕτη διάπυρος, βίᾳ μὲν φλογὸς λειπομένη τῷ δὲ φέγγει πλεονεκτοῦσα·
ストロンギュレはその形状からそう呼ばれているが、この島もまた熱を帯びており、炎の勢いにおいては劣るものの、その輝きにおいては勝っている。
ἐνταῦθα δὲ τὸν Αἰόλον οἰκῆσαί φασι.
そして、ここにはアイオロスが住んでいたと言われている。
τετάρτη δʼ ἐστὶ Διδύμη, καὶ αὕτη δʼ ἀπὸ τοῦ σχήματος ὠνόμασται.
四番目はディデュメであり、この島もまたその形状から名付けられた。
τῶν δὲ λοιπῶν Ἐρικοῦσσα μὲν καὶ Φοινικοῦσσα ἀπὸ τῶν φυτῶν κέκληνται, ἀνεῖνται δὲ εἰς νομάς.
残りの島々のうち、エリクッサとポイニクッサは植物にちなんで名付けられており、放牧地としてあてられている。
ἑβδόμη δʼ ἐστὶν Εὐώνυμος, πελαγία μάλιστα καὶ ἔρημος·
七番目はエウオニュモスであり、最も外海にあり不毛である。
ὠνόμασται δʼ ὅτι μάλιστα τοῖς εἰς Λιπάρας ἐκ Σικελίας πλέουσιν εὐώνυμός ἐστι.
これが名付けられたのは、シチリアからリパラへと航海する人々にとって、特に左手(エウオニュモス)に見えるからである。
πολλάκις δὲ καὶ φλόγες εἰς τὴν ἐπιφάνειαν τοῦ πελάγους τοῦ περὶ τὰς νήσους ὤφθησαν ἐπιδραμοῦσαι, τῶν κατὰ βάθους κοιλιῶν ἀναστομωθέντος πόρου τινὸς καὶ τοῦ πυρὸς βιασαμένου πρὸς τὸ ἐκτός.
しばしば、これらの諸島の周囲の海面に炎が走り抜けるのが目撃されたが、これは深部の空洞からある通路が開通し、火が外部へと噴出したためである。
Ποσειδώνιος δὲ κατὰ τὴν ἑαυτοῦ μνήμην φησὶ περὶ τροπὰς θερινὰς ἅμα τῇ ἕῳ μεταξὺ τῆς Ἱέρας καὶ τῆς Εὐωνύμου πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι, καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι·
ポセイドニオスは自らの記憶によれば、夏至のころの夜明けに、ヒエラとエウオニュモスの間で、海が異常な高さまで持ち上がるのが目撃され、しばらくの間、絶え間なく吹き上げられたまま留まり、そののち治まったという。
τοὺς δὲ τολμήσαντας προσπλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ καὶ θέρμῃ καὶ δυσωδίᾳ πληγέντας φυγεῖν, ἓν δὲ τῶν πλοιαρίων τὸ μᾶλλον πλησιάσαν τοὺς μὲν τῶν ἐνόντων ἀποβαλεῖν τοὺς δʼ εἰς Λιπάραν μόλις σῶσαι, τοτὲ μὲν ἔκφρονας γινομένους ὁμοίως τοῖς ἐπιληπτικοῖς τοτὲ δὲ ἀνατρέχοντας εἰς τοὺς οἰκείους λογισμούς·
近づく勇気を持った人々は、潮流によって流される魚の死骸を目撃し、熱気と悪臭に襲われて逃げ去ったが、より近づいた小舟の一隻は、乗組員のうちの何人かを失い、他の人々をかろうじてリパラへと救出したが、彼らはあるときは癲癇患者のように我を失い、またあるときは本来の正気に戻ったりした。
πολλαῖς δʼ ἡμέραις ὕστερον ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῇ θαλάττῃ, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπιπτούσας καὶ καπνοὺς καὶ λιγνύας, ὕστερον δὲ παγῆναι καὶ γενέσθαι τοῖς μυλίταις λίθοις ἐοικότα τὸν πάγον·
多くの日が経ったのち、泥が海面に浮き上がって漂っているのが見られ、多くの場所で炎や煙、黒煙が噴出し、のちにそれが固まって、固まったものは磨臼の石に似たものになった。
τὸν δὲ τῆς Σικελίας στρατηγὸν Τίτον Φλαμίνιον δηλῶσαι τῇ συγκλήτῳ, τὴν δὲ πέμψασαν ἐκθύσασθαι ἔν τε τῷ νησιδίῳ καὶ ἐν Λιπάραις τοῖς τε καταχθονίοις θεοῖς καὶ τοῖς θαλαττίοις.
そして、シチリアの総督ティトゥス・フラミニウスがこのことを元老院に報告し、元老院は使節を派遣して、その小島とリパラにおいて、地底の神々と海の神々に生贄を捧げて宥めた。
ἀπὸ μὲν οὖν Ἐρικώδους εἰς Φοινικώδη δέκα μίλιά φησιν ὁ χωρογράφος, ἔνθεν δʼ εἰς Διδύμην τριάκοντα, ἔνθεν δʼ εἰς Λιπάραν πρὸς ἄρκτον ἐννέα καὶ εἴκοσιν, ἔνθεν δʼ εἰς Σικελίαν ἐννεακαίδεκα· ἑκκαίδεκα δʼ ἐκ τῆς Στρογγύλης.
さて、地理学者によれば、エリコデスからポイニコデスまでは10マイルであり、そこからディデュメまでは30マイル、そこから北のリパラまでは29マイル、そこからシチリアまでは19マイル、ストロンギュレからは16マイルである。
πρόκειται δὲ τοῦ Παχύνου Μελίτη, ὅθεν τὰ κυνίδια ἃ καλοῦσι Μελιταῖα, καὶ Γαῦδος, ὀγδοήκοντα καὶ ὀκτὼ μίλια τῆς ἄκρας ἀμφότεραι διέχουσαι·
パキュノスの前方にはメリテがあり、ここからメリタエアンと呼ばれる子犬が産出する。 またガウドスもあり、両方ともその岬から88マイル離れている。
Κόσσουρα δὲ πρὸ τοῦ Λιλυβαίου καὶ πρὸ τῆς Ἀσπίδος Καρχηδονιακῆς πόλεως ἣν Κλυπέαν καλοῦσι, μέση ἀμφοῖν κειμένη καὶ τὸ λεχθὲν διάστημα ἀφʼ ἑκατέρας ἀπέχουσα·
コッスラはリリュバイオンの前方、かつクリペアと呼ばれるカルタゴの都市アスピスの前方にあり、両者の中間に位置して、それぞれの場所から上述の距離だけ離れている。
καὶ ἡ Αἰγίμουρος δὲ πρὸ τῆς Σικελίας καὶ τῆς Λιβύης ἐστὶ καὶ ἄλλα μικρὰ νησίδια.
またアイギムロスもシチリアとリビアの前方にあり、他にもいくつかの小さな島々がある。
ταῦτα μὲν περὶ τῶν νήσων.
諸島については以上である。

語釈・文法注

  1. §6.2.11τῶν κατὰ βάθους κοιλιῶν ἀναστομωθέντος πόρου τινὸς — 属格独立構文において、πόρου τινός(ある通路が)が主語、ἀναστομωθέντος(開通したことによって)が分詞であり、τῶν κατὰ βάθους κοιλιῶν(深部の空洞の)は属格の名詞句として πόρου を修飾している。一見すると κοιλιῶν が独立属格の主語のようにも見えるが、性・数の一致(女性複数の κοιλιῶν に対して、ἀναστομωθέντος は男性/中性単数)から πόρου τινός(男性単数)が真の主語であることが判別できる。
  2. §6.2.11τοὺς μὲν τῶν ἐνόντων ἀποβαλεῖν τοὺς δʼ εἰς Λιπάραν μόλις σῶσαι — 動詞 ἀποβαλεῖν(失う)と σῶσαι(救う)は、ポセイドニオスの語り(φησί)に導かれた対格不定詞構文(間接話法)の不定詞。主語(船の乗組員たち)は文脈上省略されており、τοὺς μὲν(一方の人々を)と τοὺς δʼ(他方の人々を)は、船の乗組員の内訳を示す目的語(対格)である。後続する分詞 γινομένους(〜になる)および ἀνατρέχοντας(〜に戻る)は、目的語である τοὺς δʼ(救出された人々)に係る対格の形容詞的用法である。

この箇所を引用する

ストラボン, 地理誌 §6.2.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.2.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。