§6.2.9ἀνταίρει δὲ τῇ Αἴτνῃ τὰ Νεβρώδη ὄρη ταπεινότερα μὲν πλάτει δὲ πολὺ παραλλάττοντα.
エトナ山に対峙してネブロデス山脈がそびえているが、これはより低いものの、幅においてはるかに広く広がっている。
ἅπασα δʼ ἡ νῆσος κοίλη κατὰ γῆς ἐστι, ποταμῶν καὶ πυρὸς μεστή, καθάπερ τὸ Τυρρηνικὸν πέλαγος, ὡς εἰρήκαμεν, μέχρι τῆς Κυμαίας.
島全体が地下で空洞になっており、我々がすでに述べたようにクマエの領域に至るまでのティレニア海と同様に、川と火で満ちている。
θερμῶν γοῦν ὑδάτων ἀναβολὰς κατὰ πολλοὺς ἔχει τόπους ἡ νῆσος, ὧν τὰ μὲν Σελινούντια καὶ τὰ Ἱμεραῖα ἁλμυρά ἐστι, τὰ δὲ Αἰγεσταῖα πότιμα περὶ Ἀκράγαντα δὲ λίμναι τὴν μὲν γεῦσιν ἔχουσαι θαλάττης, τὴν δὲ φύσιν διάφορον· οὐδὲ γὰρ τοῖς ἀκολύμβοις βαπτίζεσθαι συμβαίνει ξύλων τρόπον ἐπιπολάζουσιν.
とにかくこの島は多くの場所に温泉の湧出口を有しており、そのうちセリヌスとヒメラの温泉は塩分を含んでおり、アイゲスタの温泉は飲用できる。 またアクラガスの近くには、味は海のようであるが、性質の異なる複数の池があり、そこでは泳げない人々でさえ沈むことがなく、木材のように浮くのである。
οἱ Παλικοὶ δὲ κρατῆρας ἔχουσιν ἀναβάλλοντας ὕδωρ εἰς θολοειδὲς ἀναφύσημα καὶ πάλιν εἰς τὸν αὐτὸν δεχομένους μυχόν.
パリコイには、ドーム状の噴出へと水を吹き上げ、再び同じ深みへとそれを受け入れる複数の火口がある。
τὸ δὲ περὶ Μάταυρον σπήλαιον ἐντὸς ἔχει σύριγγα εὐμεγέθη καὶ ποταμὸν διʼ αὐτῆς ῥέοντα ἀφανῆ μέχρι πολλοῦ διαστήματος, εἶτʼ ἀνακύπτοντα πρὸς τὴν ἐπιφάνειαν, καθάπερ Ὀρόντης ἐν τῇ Συρίᾳ καταδὺς εἰς τὸ μεταξὺ χάσμα Ἀπαμείας καὶ Ἀντιοχείας, ὃ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τετταράκοντα σταδίοις·
マタウロス近辺の洞窟はその内部に巨大な水路を有しており、その中を流れる川は、長い距離にわたって地下で見えなくなっているが、のちに地表へと再び現れる。 これはシリアのオロンテス川が、アパメイアとアンティオキアの間の「カリュブディス」と呼ばれる裂け目に沈み込み、40スタディオン先で再び湧き出るのと同様である。
τὰ δὲ παραπλήσια καὶ ὁ Τίγρις ἐν τῇ Μεσοποταμίᾳ καὶ ὁ Νεῖλος ἐν τῇ Λιβύῃ μικρὸν πρὸ τῶν πηγῶν.
メソポタミアのチグリス川や、リビアのナイル川もその源流の少し手前で、同様の現象を起こす。
τὸ δὲ περὶ Στύμφαλον ὕδωρ ἐπὶ διακοσίους σταδίους ὑπὸ γῆν ἐνεχθὲν ἐν τῇ Ἀργείᾳ τὸν Ἐρασῖνον ἐκδίδωσι ποταμόν, καὶ πάλιν τὸ πρὸς τὴν Ἀρκαδικὴν Ἀσέαν ὑποβρύχιον ὠσθὲν ὀψέ ποτε τόν τʼ Εὐρώταν καὶ τὸν Ἀλφειὸν ἀναδίδωσιν, ὥστε καὶ πεπιστεῦσθαι μυθῶδές τι, ὅτι τῶν ἐπιφημισθέντων στεφάνων ἑκατέρῳ καὶ ῥιφέντων εἰς τὸ κοινὸν ῥεῦμα ἀναφαίνεται κατὰ τὸν ἐπιφημισμὸν ἑκάτερος ἐν τῷ οἰκείῳ ποταμῷ.
スティムパロス近辺の水は地下を200スタディオンにわたって運ばれたのち、アルゴス地方においてエラシノス川となって流れ出している。 また、アルカディアのアセア近くの水は地下に押し込まれ、やがてエウロタス川とアルフェイオス川の両方を湧き出させる。 そのため、それぞれに捧げられて共通の流れに投げ込まれた花冠が、その捧げられた名に従ってそれぞれのふさわしい川に現れるという、神話めいたことさえ信じられている。
εἴρηται δὲ καὶ τὸ λεγόμενον περὶ τοῦ Τιμαύου.
ティマウオス川について語られていることもまた、述べられた通りである。
§6.2.10συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται.
リパラ諸島およびリパラ島自体に関する現象も、これらやシチリアにおける現象と同類であることが示されている。
εἰσὶ δʼ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δὲ ἡ Λιπάρα Κνιδίων ἄποικος ἐγγυτάτω τῆς Σικελίας κειμένη μετά γε τὴν Θέρμεσσαν·
それらは数において7つあり、クニドス人の植民都市であるリパラ島が最大で、テルメッサ島に次いでシチリアに最も近く位置している。
ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς·
以前はメリグニスと呼ばれていた。
ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους ἃς Αἰόλου τινὲς προσαγορεύουσι.
この島は艦隊を率いてティレニア人の襲撃に対して長い間持ちこたえ、現在リパラ諸島と呼ばれ、ある人々がアイオロスの島々と呼ぶ島々を従属させていた。
καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων·
実際、戦利品の初穂からデルポイのアポロン神殿を何度も飾り立てた。
ἔχει δὲ καὶ τὴν γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον ἐμπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς.
また、その土地は肥沃であり、収益の上がる明礬の鉱山や、温泉、および火の噴気孔を有している。
ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας ἣν νῦν ἱερὰν Ἡφαίστου καλοῦσι, πετρώδης πᾶσα καὶ ἔρημος διάπυρος·
この島とシチリアのほぼ中間に、現在「ヘパイストスの聖なる島」と呼ばれている島があり、全体が岩だらけで不毛であり、熱を帯びている。
ἔχει δὲ ἀναπνοὰς τρεῖς ὡς ἂν ἐκ τριῶν κρατήρων.
そこにはまるで3つの火口からであるかのように、3つの噴気孔がある。
ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου.
そして最大の噴気孔からは、炎が熱い石の塊をも吹き上げており、それらはすでに海峡の大部分を埋めている。
ἐκ δὲ τῆς τηρήσεως πεπίστευται διότι τοῖς ἀνέμοις συμπαροξύνονται καὶ αἱ φλόγες αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην, παυομένων δὲ παύονται καὶ αἱ φλόγες.
観察から、ここの炎もエトナ山の炎も風とともに激しさを増し、風が止むと炎も治まると信じられている。
οὐκ ἄλογον δέ·
これは不合理ではない。
καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ τῆς θαλάττης ἀναθυμιάσεων, ὥστʼ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἀμωσγέπως τὰ τοιάδε.
なぜなら風もまた、海からの蒸気からその始まりを得て生み出され、養われるからであり、したがって、同類の物質と現象から火もまた点火されるので、そのようなことを見る人々にとって、それが不思議には思われないのである。
Πολύβιος δὲ τῶν τριῶν κρατήρων τὸν μὲν κατερρυηκέναι φησὶν ἐκ μέρους, τοὺς δὲ συμμένειν, τὸν δὲ μέγιστον τὸ χεῖλος ἔχειν περιφερὲς ὂν πέντε σταδίων, κατʼ ὀλίγον δὲ συνάγεσθαι εἰς πεντήκοντα ποδῶν διάμετρον·
ポリビオスが言うには、3つの火口のうち一つは部分的に崩壊したが、他は維持されており、最大のものは周囲5スタディオンの円形の縁を持っているが、次第に狭まって直径50フィートに集束している。
καθʼ οὗ βάθος εἶναι τὸ μέχρι θαλάττης σταδιαῖον, ὥστε καθορᾶν ταῖς νηνεμίαις.
その底から海に達する深さは1スタディオンであり、そのため無風の時には見通すことができる。
ἐὰν μὲν οὖν νότος μέλλῃ πνεῖν, ἀχλὺν ὁμιχλώδη καταχεῖσθαι κύκλῳ φησὶ τῆς νησῖδος ὥστε μηδὲ τὴν Σικελίαν ἄπωθεν φαίνεσθαι·
したがって、もし南風が吹こうとするときには、島の周囲に霧のような霞が立ち込め、そのため遠くにあるシチリアさえ見えなくなると彼は言う。
ὅταν δὲ βορέας, φλόγας καθαρὰς ἀπὸ τοῦ λεχθέντος κρατῆρος εἰς ὕψος ἐξαίρεσθαι καὶ βρόμους ἐκπέμπεσθαι μείζους·
しかし北風のときは、上述の火口から澄んだ炎が空高く立ち上り、より大きな轟音が発せられる。
τὸν δὲ ζέφυρον μέσην τινὰ ἔχειν τάξιν.
西風は、その中間の状態を持つ。
τοὺς δʼ ἄλλους κρατῆρας ὁμοειδεῖς μὲν εἶναι, τῇ δὲ βίᾳ λείπεσθαι τῶν ἀναφυσημάτων·
他の火口も同様の形をしているが、噴出の勢いにおいては劣っている。
ἔκ τε δὴ τῆς διαφορᾶς τῶν βρόμων καὶ ἐκ τοῦ πόθεν ἄρχεται τὰ ἀναφυσήματα καὶ αἱ φλόγες καὶ αἱ λιγνύες προσημαίνεσθαι καὶ τὸν εἰς ἡμέραν τρίτην πάλιν μέλλοντα ἄνεμον πνεῖν·
実際、轟音の違いや、噴出や炎や黒煙がどこから始まるかによって、3日目に再び吹こうとする風までもが前もって知らされる。
τῶν γοῦν ἐν Λιπάραις γενομένης ἀπλοίας προειπεῖν τινάς φησι τὸν ἐσόμενον καὶ μὴ διαψεύσασθαι.
とにかくリパラにおいて、出航不能が生じたときに次に吹く風を予言し、それが外れなかった人々がいたと彼は言う。
ἀφʼ οὗ δὴ τὸ μυθωδέστατον δοκοῦν εἰρῆσθαι τῷ ποιητῇ οὐ μάτην φαίνεσθαι λεχθέν, ἀλλʼ αἰνιξαμένου τὴν ἀλήθειαν, ὅταν φῇ ταμίαν τῶν ἀνέμων τὸν Αἰόλον·
このことから、詩人によって語られた、最も神話的と思われることが根拠なしに語られたのではなく、彼がアイオロスを風の管理者と言ったときに、真実を謎かけて語ったのだということが明らかになる。
περὶ ὧν ἐμνήσθημεν καὶ πρότερον ἱκανῶς.
これらについては以前にも十分に言及した。
ἐπάνιμεν δʼ ἐπὶ τὰ ἑξῆς ἀφʼ ὧν παρεξέβημεν.
それでは、我々がそこから逸脱した、それに続く事柄へと戻ろう。