§6.2.11τὴν μὲν δὴ Λιπάραν καὶ τὴν Θέρμεσσαν εἰρήκαμεν.
We have indeed spoken of Lipara and Thermessa.
ἡ δὲ Στρογγύλη καλεῖται μὲν ἀπὸ τοῦ σχήματος, ἔστι δὲ καὶ αὕτη διάπυρος, βίᾳ μὲν φλογὸς λειπομένη τῷ δὲ φέγγει πλεονεκτοῦσα· ἐνταῦθα δὲ τὸν Αἰόλον οἰκῆσαί φασι.
And Strongyle is so called from its shape, and this one too is fiery, falling short in the violence of its flame but excelling in its brightness; and here they say Aeolus dwelt.
τετάρτη δʼ ἐστὶ Διδύμη, καὶ αὕτη δʼ ἀπὸ τοῦ σχήματος ὠνόμασται.
And the fourth is Didyme, and this too is named from its shape.
τῶν δὲ λοιπῶν Ἐρικοῦσσα μὲν καὶ Φοινικοῦσσα ἀπὸ τῶν φυτῶν κέκληνται, ἀνεῖνται δὲ εἰς νομάς.
Of the remaining ones, Ericussa and Phoenicussa are named from their plants, and are given over to pastures.
ἑβδόμη δʼ ἐστὶν Εὐώνυμος, πελαγία μάλιστα καὶ ἔρημος· ὠνόμασται δʼ ὅτι μάλιστα τοῖς εἰς Λιπάρας ἐκ Σικελίας πλέουσιν εὐώνυμός ἐστι.
And the seventh is Euonymus, the most out at sea and desert; and it is named because it is particularly on the left hand to those sailing to Lipara from Sicily.
πολλάκις δὲ καὶ φλόγες εἰς τὴν ἐπιφάνειαν τοῦ πελάγους τοῦ περὶ τὰς νήσους ὤφθησαν ἐπιδραμοῦσαι, τῶν κατὰ βάθους κοιλιῶν ἀναστομωθέντος πόρου τινὸς καὶ τοῦ πυρὸς βιασαμένου πρὸς τὸ ἐκτός.
And often too flames have been seen rushing over the surface of the sea around the islands, some passage having opened from the deep cavities and the fire having forced its way to the outside.
Ποσειδώνιος δὲ κατὰ τὴν ἑαυτοῦ μνήμην φησὶ περὶ τροπὰς θερινὰς ἅμα τῇ ἕῳ μεταξὺ τῆς Ἱέρας καὶ τῆς Εὐωνύμου πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι, καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι· τοὺς δὲ τολμήσαντας προσπλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ καὶ θέρμῃ καὶ δυσωδίᾳ πληγέντας φυγεῖν, ἓν δὲ τῶν πλοιαρίων τὸ μᾶλλον πλησιάσαν τοὺς μὲν τῶν ἐνόντων ἀποβαλεῖν τοὺς δʼ εἰς Λιπάραν μόλις σῶσαι, τοτὲ μὲν ἔκφρονας γινομένους ὁμοίως τοῖς ἐπιληπτικοῖς τοτὲ δὲ ἀνατρέχοντας εἰς τοὺς οἰκείους λογισμούς· πολλαῖς δʼ ἡμέραις ὕστερον ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῇ θαλάττῃ, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπιπτούσας καὶ καπνοὺς καὶ λιγνύας, ὕστερον δὲ παγῆναι καὶ γενέσθαι τοῖς μυλίταις λίθοις ἐοικότα τὸν πάγον· τὸν δὲ τῆς Σικελίας στρατηγὸν Τίτον Φλαμίνιον δηλῶσαι τῇ συγκλήτῳ, τὴν δὲ πέμψασαν ἐκθύσασθαι ἔν τε τῷ νησιδίῳ καὶ ἐν Λιπάραις τοῖς τε καταχθονίοις θεοῖς καὶ τοῖς θαλαττίοις.
And Poseidonius says that within his own memory, about the summer solstice at dawn, between Hiera and Euonymus, the sea was seen raised to an extraordinary height, and remained so for some time, continuously blowing up, and then ceased; and those who dared to sail near, having seen dead fish driven by the current and being struck by the heat and foul smell, fled, and one of the small boats which approached closer lost some of those on board, while others they barely saved to Lipara, being at one time out of their minds like epileptics, and at another returning to their proper senses; and many days later mud was seen efflorescing on the sea, and in many places flames also breaking out, and smoke and thick soot, and later it solidified and the crust became like millstones; and the governor of Sicily, Titus Flamininus, reported this to the senate, which sent commissioners and offered sacrifices both on the islet and in Lipara to the gods of the underworld and of the sea.
ἀπὸ μὲν οὖν Ἐρικώδους εἰς Φοινικώδη δέκα μίλιά φησιν ὁ χωρογράφος, ἔνθεν δʼ εἰς Διδύμην τριάκοντα, ἔνθεν δʼ εἰς Λιπάραν πρὸς ἄρκτον ἐννέα καὶ εἴκοσιν, ἔνθεν δʼ εἰς Σικελίαν ἐννεακαίδεκα· ἑκκαίδεκα δʼ ἐκ τῆς Στρογγύλης.
So from Ericodes to Phoenicodes, says the chorographer, is ten miles, and thence to Didyme thirty, and thence to Lipara towards the north twenty-nine, and thence to Sicily nineteen; and sixteen from Strongyle.
πρόκειται δὲ τοῦ Παχύνου Μελίτη, ὅθεν τὰ κυνίδια ἃ καλοῦσι Μελιταῖα, καὶ Γαῦδος, ὀγδοήκοντα καὶ ὀκτὼ μίλια τῆς ἄκρας ἀμφότεραι διέχουσαι· Κόσσουρα δὲ πρὸ τοῦ Λιλυβαίου καὶ πρὸ τῆς Ἀσπίδος Καρχηδονιακῆς πόλεως ἣν Κλυπέαν καλοῦσι, μέση ἀμφοῖν κειμένη καὶ τὸ λεχθὲν διάστημα ἀφʼ ἑκατέρας ἀπέχουσα· καὶ ἡ Αἰγίμουρος δὲ πρὸ τῆς Σικελίας καὶ τῆς Λιβύης ἐστὶ καὶ ἄλλα μικρὰ νησίδια.
And off Pachynus lies Melite, whence come the lapdogs which they call Melitean, and Gaudos, both being eighty-eight miles distant from the promontory; and Cossoura is off Lilybaeum and off the Carthaginian city of Aspis, which they call Clypea, lying midway between both and being at the said distance from each; and Aegimurus also is off Sicily and Libya, and other small islets.
ταῦτα μὲν περὶ τῶν νήσων.
So much for the islands.