Humanitext Reader

ストラボン · 地理誌 §6.1.3-6.1.4

ルカニア内陸部諸都市とブレッティ人の領域

176 / 577 箇所 · ギリシア語

要旨

ルカニア内陸部の都市ペテリアなどの神話的起源、および隣接するブレッティ人の歴史や地理的境界、そして「イタリア」という地名の範囲をめぐるアンティオコスの学説を記述する。

§6.1.3ἐροῦμεν δὲ κοινῶς ἃ παρειλήφαμεν, οὐδὲν παρὰ τοῦτο ποιούμενοι τοὺς τὴν μεσόγαιαν οἰκοῦντας, Λευκανούς τε καὶ τοὺς προσεχεῖς αὐτοῖς Σαυνίτας.
私たちは、受け継いだことを一括して述べることとし、内陸に住む人々、すなわちルカニア人と彼らに隣接するサムニウム人についても、これに関して区別をせず(除外せず)に扱う。
Πετηλία μὲν οὖν μητρόπολις νομίζεται τῶν Λευκανῶν καὶ συνοικεῖται μέχρι νῦν ἱκανῶς.
さて、ペテリアはルカニア人の母都市と見なされており、現在まで十分に人が住み続けている。
κτίσμα δʼ ἐστὶ Φιλοκτήτου φυγόντος τὴν Μελίβοιαν κατὰ στάσιν.
これは、内紛の際にメリボイアから逃亡したフィロクテテスによる創建である。
ἐρυμνὴ δʼ ἐστίν, ὥστε καὶ Σαυνῖταί ποτε Θουρίοις ἐπετείχισαν αὐτήν.
そこは堅固な場所であるため、かつてサムニウム人がトゥリオイ人に対抗してそこに城壁を築いたほどである。
Φιλοκτήτου δʼ ἐστὶ καὶ ἡ παλαιὰ Κρίμισσα περὶ τοὺς αὐτοὺς τόπους.
同じ地方には、フィロクテテスに属する古いクリミッサもある。
Ἀπολλόδωρος δʼ ἐν τοῖς περὶ νεῶν τοῦ Φιλοκτήτου μνησθεὶς λέγειν τινάς φησιν, ὡς εἰς τὴν Κροτωνιᾶτιν ἀφικόμενος Κρίμισσαν ἄκραν οἰκίσαι καὶ Χώνην πόλιν ὑπὲρ αὐτῆς, ἀφʼ ἧς οἱ ταύτῃ Χῶνες ἐκλήθησαν, παρʼ αὐτοῦ δέ τινες σταλέντες εἰς Σικελίαν περὶ Ἔρυκα μετὰ Αἰγέστου τοῦ Τρωὸς Αἴγεσταν τειχίσαιεν.
アポロドロスは『船団について』の中でフィロクテテスに言及し、ある人々が言うには、彼がクロトン領に到着してクリミッサ岬を創建し、またその上方にコーネ市を創建し、それからこの地方のコーネス人が名付けられた、と言っている。 また彼からシケリアのエリュクス周辺へと送られた人々が、トロイア人アイゲストスとともにアイゲスタに城壁を築いたという。
καὶ Γρουμεντὸν δὲ καὶ Ὀυερτῖναι τῆς μεσογαίας εἰσὶ καὶ Καλάσαρνα καὶ ἄλλαι μικραὶ κατοικίαι μέχρι Ὀυενουσίας πόλεως ἀξιολόγου·
また、グルメントゥムやウェルティナイも内陸にあり、カラサルナや、その他の小規模な居住地が、著名な都市ウェヌシアに至るまで存在する。
ταύτην δʼ οἶμαι καὶ τὰς ἐφεξῆς ἐπὶ Καμπανίαν ἰόντι Σαυνίτιδας εἶναι.
私はこの都市や、これに続いてカンパニアへと行く途中にあるサムニウム人の土地にある都市が、サムニウム人のものであると思う。
ὑπὲρ δὲ τῶν Θουρίων καὶ ἡ Ταυριανὴ χώρα λεγομένη ἵδρυται.
トゥリオイの上方には、いわゆるタウリアナ地方も位置している。
οἱ δὲ Λευκανοὶ τὸ μὲν γένος εἰσὶ Σαυνῖται, Ποσειδωνιατῶν δὲ καὶ τῶν συμμάχων κρατήσαντες πολέμῳ κατέσχον τὰς πόλεις αὐτῶν.
ルカニア人は人種的にはサムニウム人であるが、ポセイドニア人とその同盟者たちに戦争で勝利し、彼らの都市を占有した。
τὸν μὲν οὖν ἄλλον χρόνον ἐδημοκρατοῦντο, ἐν δὲ τοῖς πολέμοις ᾑρεῖτο βασιλεὺς ἀπὸ τῶν νεμομένων ἀρχάς·
それゆえ、かつては民主制を行っていたが、戦争においては、官職を経験した人々の中から王を選んでいた。
νῦν δʼ εἰσὶ Ῥωμαῖοι.
しかし現在はローマ人(の支配下)である。
§6.1.4τὴν δʼ ἑξῆς παραλίαν Βρέττιοι μέχρι τοῦ Σικελικοῦ κατέχουσι πορθμοῦ σταδίων πεντήκοντα καὶ τριακοσίων ἐπὶ τοῖς χιλίοις.
それに続く海岸は、ブレッティ人がシケリア海峡に至るまで千三百五十スタディオンにわたって占有している。
φησὶ δʼ Ἀντίοχος ἐν τῷ περὶ τῆς Ἰταλίας συγγράμματι ταύτην Ἰταλίαν κληθῆναι καὶ περὶ ταύτης συγγράφειν, πρότερον δʼ Οἰνωτρίαν προσαγορεύεσθαι.
アンティオコスは『イタリアについて』の著作の中で、この地がイタリアと呼ばれ、自身はこの地について著述していると述べており、以前はオイノトリアと呼ばれていたと言っている。
ὅριον δʼ αὐτῆς ἀποφαίνει πρὸς μὲν τῷ Τυρρηνικῷ πελάγει τὸ αὐτὸ ὅπερ καὶ τῆς Βρεττανῆς ἔφαμεν, τὸν Λᾶον ποταμόν, πρὸς δὲ τῷ Σικελικῷ τὸ Μεταπόντιον.
そしてその境界として、ティレニア海側には、私たちがブレッティアの境界としても述べたのと同じラオス川を、シケリア海側にはメタポンティオンを提示している。
τὴν δὲ Ταραντίνην, ἣ συνεχὴς τῷ Μεταποντίῳ ἐστίν, ἐκτὸς τῆς Ἰταλίας ὀνομάζει, Ἰάπυγας καλῶν.
メタポンティオンに連続するタレントゥム地方については、彼はこれをイアピュゲスと呼び、イタリアの枠外と名づけている。
ἔτι δʼ ἀνώτερον Οἰνωτρούς τε καὶ Ἰταλοὺς μόνους ἔφη καλεῖσθαι τοὺς ἐντὸς τοῦ ἰσθμοῦ πρὸς τὸν Σικελικὸν κεκλιμένους πορθμόν.
さらにそれより以前には、地峡の内側でシケリア海峡に向けて傾斜している人々だけがオイノトリ人およびイタリア人と呼ばれていた、と彼は述べている。
ἔστι δʼ αὐτὸς ὁ ἰσθμὸς ἑκατὸν καὶ ἑξήκοντα στάδιοι μεταξὺ δυεῖν κόλπων, τοῦ τε Ἱππωνιάτου, ὃν Ἀντίοχος Ναπητῖνον εἴρηκε, καὶ τοῦ Σκυλλητικοῦ.
この地峡自体は、ヒッポニアテス湾(アンティオコスはこれをナペティノス湾と呼んでいる)とスキュレティコス湾の間の百六十スタディオンである。
περίπλους δʼ ἐστὶ τῆς ἀπολαμβανομένης χώρας πρὸς τὸν πορθμὸν ἐντὸς στάδιοι δισχίλιοι.
海峡に向かって切り取られた内側の土地を一周する航路は二千スタディオンである。
μετὰ δὲ ταῦτα ἐπεκτείνεσθαί φησι τοὔνομα καὶ τὸ τῆς Ἰταλίας καὶ τὸ τῶν Οἰνωτρῶν μέχρι τῆς Μεταποντίνης καὶ τῆς Σειρίτιδος·
そののち、イタリアおよびオイノトリ人の名前はメタポンティオン地方やシリティス地方にまで拡張された、と彼は言う。
οἰκῆσαι γὰρ τοὺς τόπους τούτους Χῶνας, Οἰνωτρικὸν ἔθνος κατακοσμούμενον, καὶ τὴν γῆν ὀνομάσαι Χώνην.
というのも、オイノトリア人の一部族で秩序正しく暮らしていたコーネス人がこれらの土地に居住し、その土地をコーネと呼んだからである。
οὗτος μὲν οὖν ἁπλουστέρως εἴρηκε καὶ ἀρχαϊκῶς, οὐδὲν διορίσας περὶ τῶν Λευκανῶν καὶ τῶν Βρεττίων.
さて、この著者は、ルカニア人やブレッティ人について何も区別せず、かなり単純かつ古風に述べている。
ἔστι δʼ ἡ μὲν Λευκανία μεταξὺ τῆς τε παραλίας τῆς Τυρρηνικῆς καὶ τῆς Σικελικῆς, τῆς μὲν ἀπὸ τοῦ Σιλάριδος μέχρι Λάου, τῆς δʼ ἀπὸ τοῦ Μεταποντίου μέχρι Θουρίων·
ルカニアは、ティレニア海沿いとシケリア海沿いの海岸の間にあり、一方はシラリス川からラオスまで、他方はメタポンティオンからトゥリオイまでである。
κατὰ δὲ τὴν ἤπειρον ἀπὸ Σαυνιτῶν μέχρι τοῦ ἰσθμοῦ τοῦ ἀπὸ Θουρίων εἰς Κηρίλλους πλησίον Λάου· στάδιοι δʼ εἰσὶ τοῦ ἰσθμοῦ τριακόσιοι.
内陸については、サムニウム人から、トゥリオイからラオス近郊のケリロイに至る地峡までであり、この地峡は三百スタディオンである。
ὑπὲρ δὲ τούτων Βρέττιοι χερρόνησον οἰκοῦντες·
これらの上方には、半島に居住するブレッティ人がいる。
ἐν ταύτῃ δʼ ἄλλη περιείληπται χερρόνησος ἡ τὸν ἰσθμὸν ἔχουσα τὸν ἀπὸ Σκυλλητίου ἐπὶ τὸν Ἱππωνιάτην κόλπον.
この半島の中には、スキュレティオンからヒッポニアテス湾に至る地峡を持つ別の半島が含まれている。
ὠνόμασται δὲ τὸ ἔθνος ὑπὸ Λευκανῶν·
この部族の名前はルカニア人によって名付けられた。
βρεττίους γὰρ καλοῦσι τοὺς ἀποστάτας·
というのも、彼らは反逆者を「ブレッティオス」と呼ぶからである。
ἀπέστησαν δʼ, ὥς φασι, ποιμαίνοντες αὐτοῖς πρότερον, εἶθʼ ὑπὸ ἀνέσεως ἐλευθεριάσαντες, ἡνίκα ἐπεστράτευσε Δίων Διονυσίῳ καὶ ἐξετάραξεν ἅπαντας πρὸς ἅπαντας.
彼らは、以前はルカニア人のために羊を飼っていたが、のちに(主人の)怠慢に乗じて、ディオンがディオニュシオスに対して遠征し、すべての人々を互いに大混乱に陥れた際に、自由を宣言して離反したと言われている。
τὰ καθόλου μὲν δὴ ταῦτα περὶ Λευκανῶν καὶ Βρεττίων λέγομεν.
ルカニア人とブレッティ人については、全般的にこのように述べることとする。

語釈・文法注

  1. §6.1.3οὐδὲν παρὰ τοῦτο ποιούμενοι — 現在分詞 `ποιούμενοι`(「〜とする」)と前置詞句 `παρὰ τοῦτο`(「これに関して、これを除いて」)の組み合わせ。「内陸の居住者たち(ルカニア人やサムニウム人)を(海岸部の住民から)何ら区別しない」または「除外しない」という意味。後続の対格 `τοὺς τὴν μεσόγαιαν οἰκοῦντας` がその目的語となっている。
  2. ¦p.349¦τειχίσαιεν — 伝聞を表す接続詞 `ὡς`(〜ということ)に導かれる間接話法節の中の従属節(`παρʼ αὐτοῦ δέ τινες...`)において、主節の動詞 `φησιν`(「〜と言っている」)の時制(歴史的現在)に呼応して用いられている斜法希求法(optative of oblique discourse)。アポロドロスの伝える説の中の、従属的な事実を表現している。
  3. §6.1.3ἐπὶ Καμπανίαν ἰόντι — 現在分詞の与格(男性単数)で、「読者の与格」または「視点の与格」として機能している。「カンパニアへ行く(進む)者にとって」という、地理的記述における旅行者の動的な視点移動を示す慣用表現。
  4. §6.1.4βρεττίους γὰρ καλοῦσι τοὺς ἀποστάτας — 動詞 `καλοῦσι`(「呼ぶ」)は二重対格をとる。ここでは `τοὺς ἀποστάτας`(「反逆者たち」)が直接目的語であり、`βρεττίους` が目的格補語。「反逆者」という一般名詞が民族名の語源となったことを説明する構文関係を示す。

この箇所を引用する

ストラボン, 地理誌 §6.1.3-6.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:6.1.3-6.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。