§6.1.1μετὰ δὲ τὸ στόμα τοῦ Σιλάριδος Λευκανία καὶ τὸ τῆς Ἥρας ἱερὸν τῆς Ἀργῴας, Ἰάσονος ἵδρυμα, καὶ πλησίον ἐν πεντήκοντα σταδίοις ἡ Ποσειδωνία.
シラリス川の河口ののちには、ルカニア、そしてイアソンの創建によるアルゴスのヘラ神殿があり、その近く五十スタディオンのところにポセイドニアがある。
Συβαρῖται μὲν οὖν ἐπὶ θαλάττῃ τεῖχος ἔθεντο, οἱ δʼ οἰκισθέντες ἀνωτέρω μετέστησαν, ὕστερον δὲ Λευκανοὶ μὲν ἐκείνους, Ῥωμαῖοι δὲ Λευκανοὺς ἀφείλοντο τὴν πόλιν.
さて、スバリス人たちは海沿いに城壁を築いたが、入植した人々はより高い場所へと移り、のちにルカニア人が彼らから、ローマ人がルカニア人から、その都市を奪った。
ποιεῖ δʼ αὐτὴν ἐπίνοσον ποταμὸς πλησίον εἰς ἕλη ἀναχεόμενος.
近くの川が湿地に流れ込むことで、その都市を不健康な場所にしている。
ἐντεῦθεν δʼ ἐκπλέοντι τὸν κόλπον νῆσος Λευκωσία, μικρὸν ἔχουσα πρὸς τὴν ἤπειρον διάπλουν, ἐπώνυμος μιᾶς τῶν Σειρήνων, ἐκπεσούσης δεῦρο μετὰ τὴν μυθευομένην ῥῖψιν αὐτῶν εἰς τὸν βυθόν.
そこから湾を船で進むと、レウコシア島があり、大陸への短い海路を持っている。 この島は、セイレーンたちの一人にちなんで名付けられており、彼女は、彼女たちが深海へ身を投げたという神話ののち、ここに漂着したのである。
τῆς δὲ νήσου πρόκειται τὸ ἀντακρωτήριον ταῖς Σειρηνούσσαις ποιοῦν τὸν Ποσειδωνιάτην κόλπον.
この島の前に突き出ている岬は、セイレーヌッサイに向かい合ってポセイドニア湾を形成している。
κάμψαντι δʼ ἄλλος συνεχὴς κόλπος, ἐν ᾧ πόλις ἣν οἱ μὲν κτίσαντες Φωκαιεῖς Ὑέλην οἱ δὲ Ἔλην ἀπὸ κρήνης τινὸς οἱ δὲ νῦν Ἐλέαν ὀνομάζουσιν, ἐξ ἧς Παρμενίδης καὶ Ζήνων ἐγένοντο ἄνδρες Πυθαγόρειοι.
これを回ると、別の連続する湾があり、その中に都市がある。 創設者であるフォカイア人たちはこれをヒュエレ、ある人々はある泉にちなんでエレ、そして現代の人々はエレアと呼んでいる。 そこから、ピタゴラス派の徒であるパルメニデスとゼノンが出た。
δοκεῖ δέ μοι καὶ διʼ ἐκείνους καὶ ἔτι πρότερον εὐνομηθῆναι·
彼らのゆえに、またそれより以前からも、この都市はよく治められていたように私には思われる。
διὸ καὶ πρὸς Λευκανοὺς ἀντέσχον καὶ πρὸς Ποσειδωνιάτας καὶ κρείττους ἀπῄεσαν καίπερ ἐνδεέστεροι καὶ χώρᾳ καὶ πλήθει σωμάτων ὄντες.
そのため、彼らはルカニア人に対してもポセイドニア人に対しても抵抗し、土地においても人口においても劣っていたにもかかわらず、優位に立った。
ἀναγκάζονται γοῦν διὰ τὴν λυπρότητα τῆς γῆς τὰ πολλὰ θαλαττουργεῖν καὶ ταριχείας συνίστασθαι καὶ ἄλλας τοιαύτας ἐργασίας.
実際、彼らは土地の貧しさのために、大抵は海で働き、魚の塩蔵やその他のそのような仕事を営むことを余儀なくされている。
φησὶ δʼ Ἀντίοχος Φωκαίας ἁλούσης ὑφʼ Ἁρπάγου τοῦ Κύρου στρατηγοῦ, τοὺς δυναμένους ἐμβάντας εἰς τὰ σκάφη πανοικίους πλεῦσαι πρῶτον εἰς Κύρνον καὶ Μασσαλίαν μετὰ Κρεοντιάδου, ἀποκρουσθέντας δὲ τὴν Ἐλέαν κτίσαι·
アンティオコスが言うには、キュロスの将軍ハルパゴスによってフォカイアが陥落したとき、力のある者たちが船に乗り込み、家族もすべて連れて、最初はクレオンティアデスとともにキュルノスとマッサリアへ航海したが、そこから退けられたのちに、エレアを創建した。
διέχει δὲ τῆς Ποσειδωνίας ὅσον διακοσίους σταδίους ἡ πόλις.
この都市はポセイドニアから二百スタディオンほど離れている。
μετὰ δὲ ταύτην ἀκρωτήριον Παλίνουρος.
これに続いて、パリヌロス岬がある。
πρὸ δὲ τῆς Ἐλεάτιδος αἱ Οἰνωτρίδες νῆσοι δύο ὑφόρμους ἔχουσαι.
エレアの領土の前には、二つのオイノトリデス島があり、停泊地を持っている。
μετὰ δὲ Παλίνουρον Πυξοῦς ἄκρα καὶ λιμὴν καὶ ποταμός·
パリヌロスののちには、ピュクススの岬、港、そして川がある。
ἓν γὰρ τῶν τριῶν ὄνομα·
これら三つに対して一つの名前があるからである。
ᾤκισε δὲ Μίκυθος ὁ Μεσσήνης ἄρχων τῆς ἐν Σικελίᾳ, πάλιν δʼ ἀπῆραν οἱ ἱδρυθέντες πλὴν ὀλίγων.
シケリアのメッセネの支配者であったミキュトスがこれを創建したが、入植した人々はわずかな者たちを残して再び去って行った。
μετὰ δὲ Πυξοῦντα Λᾶος κόλπος καὶ ποταμὸς καὶ πόλις, ἐσχάτη τῶν Λευκανίδων, μικρὸν ὑπὲρ τῆς θαλάττης, ἄποικος Συβαριτῶν, εἰς ἣν ἀπὸ Ἔλης στάδιοι τετρακόσιοι·
ピュクススののちには、ラオス湾、川、そして都市があり、これはルカニアの最後の都市で、海から少し上がったところにあり、スバリス人の植民都市である。 エレアからそこまでは四百スタディオンである。
ὁ δὲ πᾶς τῆς Λευκανίας παράπλους ἑξακοσίων πεντήκοντα.
ルカニア沿岸の航路はすべてで六百五十スタディオンである。
πλησίον δὲ τὸ τοῦ Δράκοντος ἡρῷον ἑνὸς τῶν Ὀδυσσέως ἑταίρων, ἐφʼ οὗ ὁ χρησμὸς τοῖς Ἰταλιώταις ἐγένετο
"
Λάιον ἀμφὶ Δράκοντα πολύν ποτε λαὸν ὀλεῖσθαι.
近くにはオデュッセウスの仲間の一人であるドラコンの英雄廟があり、それについてイタリアのギリシア人たちに次のような神託が下された。 "ラオス川のドラコンの周りで、いつの日か多くの民が滅びるであろう。
"
ἐπὶ γὰρ ταύτην Λᾶον στρατεύσαντες οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπὸ Λευκανῶν ἠτύχησαν ἐξαπατηθέντες τῷ χρησμῷ.
"というのも、イタリアのギリシア人たちはこのラオスに対して遠征した際、神託に騙されて、ルカニア人によって敗北させられたからである。
§6.1.2κατὰ μὲν δὴ τὴν Τυρρηνικὴν παραλίαν ταῦτʼ ἐστὶ τὰ τῶν Λευκανῶν χωρία, τῆς δʼ ἑτέρας οὐχ ἥπτοντο θαλάττης πρότερον, ἀλλʼ οἱ Ἕλληνες ἐπεκράτουν οἱ τὸν Ταραντῖνον ἔχοντες κόλπον.
さて、ティレニア海の海岸沿いにあるルカニア人の土地はこれらである。 しかし彼らは以前はもう一方の海には接していなかった。 むしろタレントゥム湾を領有するギリシア人たちが支配していたからである。
πρὶν δὲ τοὺς Ἕλληνας ἐλθεῖν οὐδʼ ἦσάν πω Λευκανοί, Χῶνες δὲ καὶ Οἰνωτροὶ τοὺς τόπους ἐνέμοντο.
ギリシア人たちが来る前には、まだルカニア人は存在すらしておらず、コーネス人とオイノトリ人がこれらの地を領有していた。
τῶν δὲ Σαυνιτῶν αὐξηθέντων ἐπὶ πολὺ καὶ τοὺς Χῶνας καὶ τοὺς Οἰνωτροὺς ἐκβαλόντων, Λευκανοὺς δʼ εἰς τὴν μερίδα ταύτην ἀποικισάντων, ἅμα δὲ καὶ τῶν Ἑλλήνων τὴν ἑκατέρωθεν παραλίαν μέχρι πορθμοῦ κατεχόντων, πολὺν χρόνον ἐπολέμουν οἵ τε Ἕλληνες καὶ οἱ βάρβαροι πρὸς ἀλλήλους.
しかし、サムニウム人が大いに勢力を伸ばし、コーネス人とオイノトリ人を追い出し、ルカニア人をこの地に植民させ、同時にまたギリシア人たちが海峡に至るまでの両側の海沿いを占有していたため、ギリシア人と野蛮人たちは長い間互いに戦争をしていた。
οἱ δὲ τῆς Σικελίας τύραννοι καὶ μετὰ ταῦτα Καρχηδόνιοι, τοτὲ μὲν περὶ τῆς Σικελίας πολεμοῦντες πρὸς Ῥωμαίους τοτὲ δὲ περὶ αὐτῆς τῆς Ἰταλίας, ἅπαντας τοὺς ταύτῃ κακῶς διέθηκαν, μάλιστα δὲ τοὺς Ἕλληνας, πρότερον μέν γε καὶ τῆς μεσογαίας πολλὴν ἀφῄρηντο, ἀπὸ τῶν Τρωικῶν χρόνων ἀρξάμενοι, καὶ δὴ ἐπὶ τοσοῦτον ηὔξηντο ὥστε τὴν μεγάλην Ἑλλάδα ταύτην ἔλεγον καὶ τὴν Σικελίαν·
また、シケリアの僭主たち、そしてのちにはカルタゴ人たちが、あるときはシケリアをめぐってローマ人と戦い、またあるときはイタリア自体をめぐって戦ったため、この地のすべての人々を、特にギリシア人たちを悲惨な状態に陥れた。 ギリシア人たちは、以前には、トロイア戦争の時代から始めて、内陸の多くの土地も奪い取っており、実に、彼らはこの地を「大ギリシア」およびシケリアと呼ぶほどに成長していたのであるが。
νυνὶ δὲ πλὴν Τάραντος καὶ Ῥηγίου καὶ Νεαπόλεως ἐκβεβαρβαρῶσθαι συμβέβηκεν ἅπαντα καὶ τὰ μὲν Λευκανοὺς καὶ Βρεττίους κατέχειν τὰ δὲ Καμπανούς, καὶ τούτους λόγῳ, τὸ δʼ ἀληθὲς Ῥωμαίους·
しかし現在では、タレントゥム、レギオン、ネアポリスを除いて、すべてが野蛮化してしまい、ある場所はルカニア人とブレッティ人が、別の場所はカンパニア人が占有しているが、これも名目上のことで、実質的にはローマ人が占有している。
καὶ γὰρ αὐτοὶ Ῥωμαῖοι γεγόνασιν.
なぜなら彼ら自身もローマ人になったからである。
ὅμως δὲ τῷ πραγματευομένῳ τὴν τῆς γῆς περίοδον καὶ τὰ νῦν ὄντα λέγειν ἀνάγκη καὶ τῶν ὑπαρξάντων ἔνια, καὶ μάλιστα ὅταν ἔνδοξα ᾖ.
それにもかかわらず、地球の巡歴を著述する者にとっては、現在の状態を述べるだけでなく、かつて存在したことの一部、特にそれが有名である場合には、それを語ることも必要である。
τῶν δὲ Λευκανῶν οἱ μὲν ἁπτόμενοι τῆς Τυρρηνικῆς θαλάττης εἴρηνται, οἱ δὲ τὴν μεσόγαιαν ἔχοντες εἰσὶν οἱ ὑπεροικοῦντες τοῦ Ταραντίνου κόλπου.
さて、ルカニア人のうち、ティレニア海に接している者たちについては既に述べられた。 内陸を領有している者たちは、タレントゥム湾の上方に住んでいる者たちである。
οὕτω δʼ εἰσὶ κεκακωμένοι τελέως οὗτοι καὶ Βρέττιοι καὶ αὐτοὶ Σαυνῖται οἱ τούτων ἀρχηγέται, ὥστε καὶ διορίσαι χαλεπὸν τὰς κατοικίας αὐτῶν·
しかし、彼らや、ブレッティ人、そして彼らの先祖であるサムニウム人自身も、完全に没落してしまっているため、彼らの居住地を画定することさえ困難である。
αἴτιον δʼ ὅτι οὐδὲν ἔτι σύστημα κοινὸν τῶν ἐθνῶν ἑκάστου συμμένει, τά τε ἔθη διαλέκτων τε καὶ ὁπλισμοῦ καὶ ἐσθῆτος καὶ τῶν παραπλησίων ἐκλέλοιπεν, ἄλλως τε ἄδοξοι παντάπασίν εἰσιν αἱ καθʼ ἕκαστα καὶ ἐν μέρει κατοικίαι.
その理由は、それぞれの部族のいかなる共同の体制ももはや残っておらず、言語、武装、衣服、その他同様の習慣も廃れてしまい、さらに、個々の具体的な居住地は完全に無名になってしまったからである。