§6.1.5ἀπὸ δὲ Λάου πρώτη πόλις ἐστὶ τῆς Βρεττίας Τεμέση (Τέμψαν δʼ οἱ νῦν καλοῦσιν) Αὐσόνων κτίσμα, ὕστερον δὲ καὶ Αἰτωλῶν τῶν μετὰ Θόαντος, οὓς ἐξέβαλον Βρέττιοι, Βρεττίους δὲ ἐπέτριψαν Ἀννίβας τε καὶ Ῥωμαῖοι.
ラオスから(南へ向かって)ブレッティアの最初の都市はテメセ(現代の人々はテンプサと呼んでいる)であり、アウソネス人の創建、のちにはトアースに伴われたアイトリア人たちの創建であるが、彼らをブレッティ人が追い払い、そしてブレッティ人をハンニバルとローマ人が滅ぼした。
ἔστι δὲ πλησίον τῆς Τεμέσης ἡρῷον ἀγριελαίοις συνηρεφὲς Πολίτου τῶν Ὀδυσσέως ἑταίρων, ὃν δολοφονηθέντα ὑπὸ τῶν βαρβάρων γενέσθαι βαρύμηνιν, ὥστε τοὺς περιοίκους δασμολογεῖν αὐτῷ κατά τι λόγιον καὶ παροιμίαν εἶναι πρὸς τοὺς ἀηδεῖς, τὸν ἥρωα τὸν ἐν Τεμέσῃ λεγόντων ἐπικεῖσθαι αὐτοῖς.
テメセの近くには、野生のオリーブの木々で覆われた、オデュッセウスの仲間の一人であるポリトスの祠堂がある。 彼は未開人によって謀殺され、激しく怒る怨霊となったため、周辺の住民がある神託に従って彼に貢納を支払わねばならず、不快な者たちに対しては、「テメセの英雄が彼らにのしかかっている」と人々が言うのが諺になったほどである。
Λοκρῶν δὲ τῶν Ἐπιζεφυρίων ἑλόντων τὴν πόλιν, Εὔθυμον μυθεύουσι τὸν πύκτην καταβάντα ἐπʼ αὐτὸν κρατῆσαι τῇ μάχῃ, καὶ βιάσασθαι παραλῦσαι τοῦ δασμοῦ τοὺς ἐπιχωρίους.
エピゼピュリオイのロクリ人がその都市を占領したとき、拳闘士エウテュモスが彼と対決するために下っていって、戦いで彼に打ち勝ち、地元住民をその貢納から免除させた、と人々は伝説で語っている。
ταύτης δὲ τῆς Τεμέσης φασὶ μεμνῆσθαι τὸν ποιητήν, οὐ τῆς ἐν Κύπρῳ Ταμασσοῦ·
そして、詩人が言及しているのは、キプロスのタマソスではなく、このテメセであると言われている。
λέγεται γὰρ ἀμφοτέρως.
というのも、両方の名で呼ばれるからである。
καὶ δείκνυται χαλκουργεῖα πλησίον, ἃ νῦν ἐκλέλειπται.
また、その近くには銅山が示されているが、現在は放棄されている。
ταύτης δὲ συνεχὴς Τερῖνα, ἣν Ἀννίβας καθεῖλεν οὐ δυνάμενος φυλάττειν, ὅτε δὴ εἰς αὐτὴν καταπεφεύγει τὴν Βρεττίαν.
これに連続するのがテリナであり、ハンニバルがこれを維持することができず、彼がこのブレッティア地方に退却していたときに破壊した。
εἶτα Κωσεντία μητρόπολις Βρεττίων·
次にブレッティ人の母都市であるコセンティアがある。
μικρὸν δʼ ὑπὲρ ταύτης Πανδοσία φρούριον ἐρυμνόν, περὶ ἣν Ἀλέξανδρος ὁ Μολοττὸς διεφθάρη.
その少し上方には、強固な砦であるパンドシアがあり、その周辺でモロッソス人のアレクサンドロスが戦死した。
ἐξηπάτησε δὲ καὶ τοῦτον ὁ ἐκ Δωδώνης χρησμὸς φυλάττεσθαι κελεύων τὸν Ἀχέροντα καὶ τὴν Πανδοσίαν δεικνυμένων γὰρ ἐν τῇ Θεσπρωτίᾳ ὁμωνύμων τούτοις, ἐνταῦθα κατέστρεψε τὸν βίον.
ドドナからの神託が、アケロン川とパンドシアを警戒するように命じて、彼をも欺いた。 というのも、テスプロティア地方にこれらと同名の場所が存在していたのに、彼はここ(イタリアのパンドシア)で生涯を終えたからである。
τρικόρυφον δʼ ἐστὶ τὸ φρούριον, καὶ παραρρεῖ ποταμὸς Ἀχέρων.
その砦は三つの山頂からなり、アケロン川がその傍らを流れている。
προσηπάτησε δὲ καὶ ἄλλο λόγιον
"
Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις.
また別の神託も彼を欺いた。 「三つの丘のパンドシアよ、汝はかつて多くの民を滅ぼすであろう。
"
ἔδοξε γὰρ πολεμίων φθοράν, οὐκ οἰκείων δηλοῦσθαι.
」というのも、これは敵の破滅を意味するのであって、味方の破滅ではないと思われたからである。
φασὶ δὲ καὶ βασίλειόν ποτε γενέσθαι τῶν Οἰνωτρικῶν βασιλέων τὴν Πανδοσίαν.
また、パンドシアはかつてオイノトリアの王たちの王宮であったとも言われている。
μετὰ δὲ τὴν Κωσεντίαν Ἱππώνιον Λοκρῶν κτίσμα·
コセンティアに次ぐのは、ロクリ人の創建であるヒッポニオンである。
Βρεττίους δὲ κατέχοντας ἀφείλοντο Ῥωμαῖοι καὶ μετωνόμασαν Ὀυιβῶνα Ὀυαλεντίαν.
これを占有していたブレッティ人からローマ人が奪い取り、ウィボ・ワレンティアと改名した。
διὰ δὲ τὸ εὐλείμονα εἶναι τὰ περικείμενα χωρία καὶ ἀνθηρὰ τὴν Κόρην ἐκ Σικελίας πεπιστεύκασιν ἀφικνεῖσθαι δεῦρο ἀνθολογήσουσαν·
周辺の土地が美しい牧草地であり、花が咲き乱れているため、コレーが花を摘むためにシケリアからここに来たと人々は信じている。
ἐκ δὲ τούτου ταῖς γυναιξὶν ἐν ἔθει γέγονεν ἀνθολογεῖν τε καὶ στεφανηπλοκεῖν, ὥστε ταῖς ἑορταῖς αἰσχρὸν εἶναι στεφάνους ὠνητοὺς φορεῖν.
このことから、女性たちの間で花を摘み、花冠を編むことが習慣となり、祝祭において購入した花冠を身につけることは恥ずべきこととされるほどになった。
ἔχει δʼ ἐπίνειον, ὃ κατεσκεύασέ ποτε Ἀγαθοκλῆς ὁ τύραννος τῶν Σικελιωτῶν κρατήσας τῆς πόλεως.
そこには港があり、かつてシケリアの僭主アガトクレスがその都市を支配したときにこれを建設した。
ἐντεῦθεν δʼ ἐπὶ τὸν Ἡρακλέους λιμένα πλεύσασιν ἄρχεται ἐπιστρέφειν τὰ ἄκρα τῆς Ἰταλίας τὰ πρὸς τῷ πορθμῷ πρὸς τὴν ἑσπέραν.
そこからヘラクレスの港へと航行する者にとって、海峡の近くにあるイタリアの突端は、西へと曲がり始める。
ἐν δὲ τῷ παράπλῳ τούτῳ Μέδμα πόλις Λοκρῶν τῶν αὐτῶν, ὁμώνυμος κρήνῃ μεγάλῃ, πλησίον ἔχουσα ἐπίνειον καλούμενον Ἐμπόριον·
この沿岸航路の途中に、同じロクリ人の都市メドマがあり、これは大きな泉と同名であって、近くにはエンポリオンと呼ばれる港を持っている。
ἐγγὺς δὲ καὶ Μέταυρος ποταμὸς καὶ ὕφορμος ὁμώνυμος.
またその近くには、メタウロス川と同名の錨地もある。
πρόκεινται δὲ τῆς ᾐόνος ταύτης αἱ τῶν Λιπαραίων νῆσοι διέχουσαι τοῦ πορθμοῦ σταδίους διακοσίους.
この海岸の前方には、海峡から二百スタディオン離れて、リパラ人の島々が横たわっている。
οἱ δʼ Αἰόλου φασίν, οὗ καὶ τὸν ποιητὴν μεμνῆσθαι κατὰ τὴν Ὀδύσσειαν·
人々は、これらがアイオロスの島々であり、詩人も『オデュッセイア』においてこれに言及していると言う。
εἰσὶ δʼ ἑπτὰ τὸν ἀριθμὸν ἐν ἀπόψει πᾶσαι καὶ τοῖς ἐκ τῆς Σικελίας καὶ τοῖς ἐκ τῆς ἠπείρου τοῖς κατὰ τὴν Μέδμαν ἀφορῶσι·
これらは数において七つあり、シケリアからの人々にとっても、メドマのあたりから大陸から眺める人々にとっても、すべて見渡せる場所にある。
περὶ ὧν ἐροῦμεν, ὅταν περὶ τῆς Σικελίας λέγωμεν.
これらについては、シケリアについて語る時に述べることとする。
ἀπὸ δὲ τοῦ Μεταύρου ποταμοῦ ἕτερος·
メタウロス川の次には別の川がある。
ἐκδέχεται δʼ ἐντεῦθεν τὸ Σκύλλαιον, πέτρα χερρονησίζουσα ὑψηλή, τὸν ἰσθμὸν ἀμφίδυμον καὶ ταπεινὸν ἔχουσα, ὃν Ἀναξίλαος ὁ τύραννος τῶν Ῥηγίνων ἐπετείχισε τοῖς Τυρρηνοῖς κατασκευάσας ναύσταθμον, καὶ ἀφείλετο τοὺς λῃστὰς τὸν διὰ τοῦ πορθμοῦ διάπλουν.
そこから引き続いてスキュライオンがあり、それは半島のようになっている高い岩であって、両側に入り口のある低い地峡を有している。 レギオン人の僭主アナキシラオスは、テュレニア人に備えて、そこに海軍基地を建設して城壁を築き、海峡を通り抜ける海賊たちの航行を防いだ。
πλησίον γάρ ἐστι καὶ ἡ Καῖνυς διέχουσα τῆς Μέδμης σταδίους πεντήκοντα καὶ διακοσίους, ἡ τελευταία ποιοῦσα ἄκρα τὰ στενὰ τοῦ πορθμοῦ πρὸς τὴν ἐκ τῆς Σικελίας ἄκραν τὴν Πελωριάδα·
なぜなら、近くにはカイニュス岬もあり、これはメドマから二百五十スタディオン離れており、シケリアからの岬であるペロリアスに向かって、海峡の最も狭い部分を形成する最後の突端だからである。
ἔστι δʼ αὕτη μία τῶν τριῶν τῶν ποιουσῶν τρίγωνον τὴν νῆσον, νεύει δὲ ἐπὶ θερινὰς ἀνατολάς, καθάπερ ἡ Καῖνυς πρὸς τὴν ἑσπέραν, ἀνταποστροφήν τινα ἀπʼ ἀλλήλων ποιουμένων αὐτῶν.
このペロリアス岬は島を三角形に形作っている三つの岬の一つであり、カイニュス岬が西へと向いているのと同様に、それは夏至の日の出の方向を向いており、それらはお互いからそれるように曲がっている。
ἀπὸ δὲ Καίνυος μέχρι τοῦ Ποσειδωνίου, τῆς Ῥηγίνων στυλίδος, τοῦ πορθμοῦ διήκει στενωπὸς ὅσον ἑξαστάδιος, μικρῷ δὲ πλέον τὸ ἐλάχιστον διαπέραμα·
カイニュスからポセイドニオン、すなわちレギオン人の小柱に至るまで、海峡の狭い通路はおよそ六スタディオンにわたって続いており、最も狭い横断距離はそれよりわずかに広い。
ἀπὸ δὲ στυλίδος ἑκατὸν εἰς Ῥήγιον, ἤδη τοῦ πορθμοῦ πλατυνομένου, προϊοῦσι πρὸς τὴν ἔξω καὶ πρὸς ἕω θάλατταν τὴν τοῦ Σικελικοῦ καλουμένου πελάγους.
その小柱からレギオンまでは百スタディオンであり、そこでは海峡はすでに広がり、いわゆるシケリア海と呼ばれる外海かつ東の海へと向かって進んでいく者にとって広がっている。