§5.4.6̔ο δὲ Λοκρῖνος κόλπος πλατύνεται μέχρι Βαιῶν, χώματι εἰργόμενος ἀπὸ τῆς ἔξω θαλάττης ὀκτασταδίῳ τὸ μῆκος, πλάτος δὲ ἁμαξιτοῦ πλατείας, ὅ φασιν Ἡρακλέα διαχῶσαι τὰς βοῦς ἐλαύνοντα τὰς Γηρυόνου·
一方、ロクリノス湾はバイアエまで広がっており、外海から長さ八スタディオン、幅は広い車道ほどの堤防によって仕切られている。 この堤防は、ヘラクレスがゲリュオネスの牛たちを追っていた時に築いたものと言われている。
δεχόμενον δʼ ἐπιπολῆς τὸ κῦμα τοῖς χειμῶσιν ὥστε μὴ πεζεύεσθαι ῥᾳδίως Ἀγρίππας ἐπεσκεύασεν.
冬には波がその上を越えて打ち寄せ、容易に徒歩で通れなくなっていたのを、アグリッパが修復した。
εἴσπλουν δʼ ἔχει πλοίοις ἐλαφροῖς, ἐνορμίσασθαι μὲν ἄχρηστος, τῶν ὀστρέων δὲ θήραν ἔχων ἀφθονωτάτην.
この湾は軽船用の入り口を持っているが、停泊地としては役に立たず、牡蠣のきわめて豊富な漁場となっている。
ἔνιοι δὲ τοῦτον αὐτὸν τὴν λίμνην εἶναι τὴν Ἀχερουσίαν φασίν, Ἀρτεμίδωρος δὲ αὐτὸν τὸν Ἄορνον.
ある人々はこの湾自体がアケルーシア湖であると言い、アルテミドロスはアオルノス自体がそれであると言う。
τὰς δὲ Βαίας ἐπωνύμους εἶναι λέγουσι Βαίου τῶν Ὀδυσσέως ἑταίρων τινός.
バイアエは、オデュッセウスの仲間の一人バイオスにちなんで名付けられたと言われている。
ἑξῆς δʼ εἰσὶν αἱ περὶ Δικαιάρχειαν ἀκταὶ καὶ αὐτὴ ἡ πόλις.
その次には、ディカイアルケイア周辺の海岸と、その都市自体がある。
ἦν δὲ πρότερον μὲν ἐπίνειον Κυμαίων ἐπʼ ὀφρύος ἱδρυμένον, κατὰ δὲ τὴν Ἀννίβα στρατείαν συνῴκισαν Ῥωμαῖοι καὶ μετωνόμασαν Ποτιόλους ἀπὸ τῶν φρεάτων·
そこはかつて、崖の上に建てられたクメ人の港湾集落であったが、ハンニバルの遠征の時期にローマ人が共同居住地とし、井戸にちなんでポティオリと改名した。
οἱ δʼ ἀπὸ τῆς δυσωδίας τῶν ὑδάτων·
あるいは、水の悪臭にちなむと言う人々もいる。
ἅπαν τὸ χωρίον ἐκεῖ μέχρι Βαιῶν καὶ τῆς Κυμαίας θείου πλῆρές ἐστι καὶ πυρὸς καὶ θερμῶν ὑδάτων.
バイアエおよびクメの領土に至るまでのあの地域全体は、硫黄と火と温熱泉に満ちている。
τινὲς δὲ καὶ Φλέγραν διὰ τοῦτο τὴν Κυμαίαν νομίζουσι κληθῆναι, καὶ τῶν πεπτωκότων Γιγάντων τὰ κεραύνια τραύματα ἀναφέρειν τὰς τοιαύτας προχοὰς τοῦ πυρὸς καὶ τοῦ ὕδατος.
そのため、ある人々はクメの地が『プレグラ』とも呼ばれたと考え、また、打ち倒された巨人たちの雷撃による傷が、このような火と水の噴出をもたらしていると考えている。
ἡ δὲ πόλις ἐμπόριον γεγένηται μέγιστον, χειροποιήτους ἔχουσα ὅρμους διὰ τὴν εὐφυΐαν τῆς ἄμμου·
この都市はきわめて大きな交易地となっており、砂の特異な性質のおかげで人工の防波堤を備えている。
σύμμετρος γάρ ἐστι τῇ τιτάνῳ καὶ κόλλησιν ἰσχυρὰν καὶ πῆξιν λαμβάνει.
というのも、その砂は石灰と配合するのに適しており、強力な接着力と凝固力を得るからである。
διόπερ τῇ χάλικι καταμίξαντες τὴν ἀμμοκονίαν προβάλλουσι χώματα εἰς τὴν θάλατταν, καὶ κολποῦσι τὰς ἀναπεπταμένας ᾐόνας ὥστʼ ἀσφαλῶς ἐνορμίζεσθαι τὰς μεγίστας ὁλκάδας.
それゆえ、彼らは砂を砂利と混ぜ合わせて海中へ堤防として突き出させ、開けた海岸を湾状に囲むことで、最大の商船でも安全に停泊できるようにしている。
ὑπέρκειται δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορά, πεδίον περικεκλειμένον διαπύροις ὀφρύσι, καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρωμώδεις ἱκανῶς·
都市のすぐ上にはヘパイストスの広場があり、それは熱い崖に囲まれた平原であって、各所に窯のような、きわめて悪臭を放つ噴気孔がある。
τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ.
その平原は、吹き積もった硫黄で満ちている。
§5.4.7μετὰ δὲ Δικαιάρχειάν ἐστι Νεάπολις Κυμαίων (ὕστερον δὲ καὶ Χαλκιδεῖς ἐπῴκησαν καὶ Πιθηκουσσαίων τινὲς καὶ Ἀθηναίων, ὥστε καὶ Νεάπολις ἐκλήθη διὰ τοῦτο), ὅπου δείκνυται μνῆμα τῶν Σειρήνων μιᾶς Παρθενόπης, καὶ ἀγὼν συντελεῖται γυμνικὸς κατὰ μαντείαν.
ディカイアルケイアの次にはクメ人のネアポリスがある(のちにカルキス人や、ピテクッサイ人やアテナイ人の一部も追加で入植したため、このことから『ネアπολις』と呼ばれるようになった)。 そこにはセイレンたちの一人パルテノペの墓が示されており、神託に従って体育の競技会が催されている。
ὕστερον δὲ Καμπανῶν τινας ἐδέξαντο συνοίκους διχοστατήσαντες, καὶ ἠναγκάσθησαν τοῖς ἐχθίστοις ὡς οἰκειοτάτοις χρήσασθαι, ἐπειδὴ τοὺς οἰκείους ἀλλοτρίους ἔσχον.
のちに彼らは内紛を起こしてカンパニア人の一部を共同居住者として受け入れ、自分たちの同胞が敵対者となってしまったために、最も憎むべき敵を最も親しい友として扱わざるを得なくなった。
μηνύει δὲ τὰ τῶν δημάρχων ὀνόματα τὰ μὲν πρῶτα Ἑλληνικὰ ὄντα, τὰ δʼ ὕστερα τοῖς Ἑλληνικοῖς ἀναμὶξ τὰ Καμπανικά.
このことは民衆指導者たちの名前が示しており、初期のものはギリシア名であるが、後期のものはギリシア名にカンパニア名が混ざっている。
πλεῖστα δʼ ἴχνη τῆς Ἑλληνικῆς ἀγωγῆς ἐνταῦθα σώζεται, γυμνάσιά τε καὶ ἐφηβεῖα καὶ φρατρίαι καὶ ὀνόματα Ἑλληνικὰ καίπερ ὄντων Ῥωμαίων.
そこには、住民がローマ人であるにもかかわらず、ギムナシオンやエペーベイア、フラトリア、そしてギリシア風の名前など、ギリシア的習俗の多くの痕跡が保存されている。
νυνὶ δὲ πεντετηρικὸς ἱερὸς ἀγὼν συντελεῖται παρʼ αὐτοῖς μουσικός τε καὶ γυμνικὸς ἐπὶ πλείους ἡμέρας, ἐνάμιλλος τοῖς ἐπιφανεστάτοις τῶν κατὰ τὴν Ἑλλάδα.
現在では、五年ごとに聖なる競技会が音楽および体育にわたって数日間に開催されており、ギリシアの最も有名な競技会に匹敵するものである。
ἔστι δὲ καὶ ἐνθάδε διῶρυξ κρυπτή, τοῦ μεταξὺ ὄρους τῆς τε Δικαιαρχείας καὶ τῆς Νεαπόλεως ὑπεργασθέντος ὁμοίως ὥσπερ ἐπὶ τὴν Κύμην, ὁδοῦ τε ἀνοιχθείσης ἐναντίοις ζεύγεσι πορευτῆς ἐπὶ πολλοὺς σταδίους·
また、ここにも地下トンネルがあり、ディカイアルケイアとネアポリスの間の山がクメへのトンネルと同様に掘り抜かれており、対向する車列が通行可能な道路が数スタディオンにわたって開かれている。
τὰ δὲ φῶτα ἐκ τῆς ἐπιφανείας τοῦ ὄρους, πολλαχόθεν ἐκκοπεισῶν θυρίδων, διὰ βάθους πολλοῦ κατάγεται.
明かりは、山の表面から多くの場所に穿たれた窓から、かなりの深さを通して取り入れられている。
ἔχει δὲ καὶ ἡ Νεάπολις θερμῶν ὑδάτων ἐκβολὰς καὶ κατασκευὰς λουτρῶν οὐ χείρους τῶν ἐν Βαίαις, πολὺ δὲ τῷ πλήθει λειπομένας·
ネアポリスもまた、温泉の湧出口や入浴施設を備えており、それらはバイアエのものに劣らないが、数においてはるかに及ばない。
ἐκεῖ γὰρ ἄλλη πόλις γεγένηται, συνῳκοδομημένων βασιλείων ἄλλων ἐπʼ ἄλλοις, οὐκ ἐλάττων τῆς Δικαιαρχείας.
というのも、あちらでは、次から次へと別荘が建てられた結果、ディカイアルケイアに劣らぬ規模のもう一つの都市が形成されているからである。
ἐπιτείνουσι δὲ τὴν ἐν Νεαπόλει διαγωγὴν τὴν Ἑλληνικὴν οἱ ἐκ τῆς Ῥώμης ἀναχωροῦντες δεῦρο ἡσυχίας χάριν τῶν ἀπὸ παιδείας ἐργασαμένων ἢ καὶ ἄλλων διὰ γῆρας ἢ ἀσθένειαν ποθούντων ἐν ἀνέσει ζῆν·
そして、教養の仕事に従事した後に静寂を求めてローマからここへ退いてきた人々や、高齢や病気のためにのんびりと暮らすことを切望する他の人々が、ネアポリスにおけるギリシア的な生活様式をさらに盛んにしている。
καὶ τῶν Ῥωμαίων δʼ ἔνιοι χαίροντες τῷ βίῳ τούτῳ, θεωροῦντες τὸ πλῆθος τῶν ἀπὸ τῆς αὐτῆς ἀγωγῆς ἐπιδημούντων ἀνδρῶν, ἄσμενοι φιλοχωροῦσι καὶ ζῶσιν αὐτόθι.
ローマ人の一部もまた、このような生活を喜び、同じ習俗を持つ多くの人々がここに滞在しているのを見て、喜んでこの地にとどまり、そこで暮らしている。