§5.4.5πλησίον δὲ τῆς Κύμης τὸ Μισηνὸν ἀκρωτήριον καὶ ἐν τῷ μεταξὺ Ἀχερουσία λίμνη, τῆς θαλάττης ἀνάχυσίς τις τεναγώδης.
クメの近くにはミセヌム岬があり、その中間にはアケルーシア湖があるが、これは海の浅瀬が広がった一種のラグーンである。
κάμψαντι δὲ τὸ Μισηνὸν λιμὴν εὐθὺς ὑπὸ τῇ ἄκρᾳ, καὶ μετὰ τοῦτον ἐγκολπίζουσα ᾐὼν εἰς βάθος, ἐν ᾗ αἱ Βαῖαι καὶ τὰ θερμὰ ὕδατα τὰ καὶ πρὸς τρυφὴν καὶ πρὸς θεραπείαν νόσων ἐπιτήδεια.
ミセヌム岬を回ると、すぐにその岬の下に港があり、その先には深く湾入する海岸があって、そこにはバイアエと、享楽のためにも病気の治療のためにも適した温熱泉がある。
ταῖς δὲ Βαίαις συνεχὴς ὅ τε Λοκρῖνος κόλπος καὶ ἐντὸς τούτου ὁ Ἄορνος χερρόνησον ποιῶν τὴν ἀπολαμβανομένην μέχρι Μισηνοῦ γῆν ἀπὸ τῆς μεταξὺ Κύμης καὶ αὐτοῦ.
バイアエに隣接して、ロクリノス湾があり、その内側にアオルノスがあって、クメとアオルノス自体の間の地からミセヌムまでに切り取られた土地を半島にしている。
λοιπὸς γάρ ἐστιν ὀλίγων σταδίων ἰσθμὸς διὰ τῆς διώρυγος ἐπʼ αὐτὴν Κύμην καὶ τὴν πρὸς αὐτῇ θάλατταν.
というのも、この運河を通ってクメ自体とその傍らの海へと至る、わずか数スタディオンの地峡が残されているからである。
ἐμύθευον δʼ οἱ πρὸ ἡμῶν ἐν τῷ Ἀόρνῳ τὰ περὶ τὴν νέκυιαν τὴν Ὁμηρικήν·
私たちの先人たちは、アオルノスにおいて、ホメロスの『冥界下り』にまつわる神話を語っていた。
καὶ δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτʼ ἀφικέσθαι.
実際、ここに死者託宣所があったと伝えられており、オデュッセウスもここを訪れたという。
ἔστι δʼ ὁ μὲν Ἄορνος κόλπος ἀγχιβαθὴς καὶ ἀρτίστομος, λιμένος καὶ μέγεθος καὶ φύσιν ἔχων, χρείαν δʼ οὐ παρεχόμενος λιμένος διὰ τὸ προκεῖσθαι τὸν Λοκρῖνον κόλπον προσβραχῆ καὶ πολύν.
アオルノス湾は、岸の近くから深く、入り口が狭く、港としての大きさと性質を備えているが、手前に浅く広いロクリノス湾が横たわっているため、港としての用をなしていない。
περικλείεται δʼ Ἄορνος ὀφρύσιν ὀρθίαις ὑπερκειμέναις πανταχόθεν πλὴν τοῦ εἴσπλου, νῦν μὲν ἡμέρως ἐκπεπονημέναις πρότερον δὲ συνηρεφέσιν ἀγρίᾳ ὕλῃ μεγαλοδένδρῳ καὶ ἀβάτῳ, αἳ κατὰ δεισιδαιμονίαν κατάσκιον ἐποίουν τὸν κόλπον.
アオルノスは、入り口を除いて、四方をそびえ立つ急峻な崖によって囲まれており、現在は穏やかに開墾されているが、以前は鬱蒼とした大木の生い茂る未開の踏み込みがたい森に覆われており、それが迷信をかき立てる影を湾に投げかけていた。
προσεμύθευον δʼ οἱ ἐπιχώριοι καὶ τοὺς ὄρνεις τοὺς ὑπερπετεῖς γινομένους καταπίπτειν εἰς τὸ ὕδωρ φθειρομένους ὑπὸ τῶν ἀναφερομένων ἀέρων, καθάπερ ἐν τοῖς Πλουτωνίοις.
地元の人々はさらに、上空を飛ぶ鳥たちが、立ち上るガスによって命を落とし、水中に落下するという神話も付け加えていた。 それはプルトニオン(冥界の出入口)におけるのと同様である。
καὶ τοῦτο χωρίον Πλουτώνιόν τι ὑπελάμβανον καὶ τοὺς Κιμμερίους ἐνταῦθα λέγεσθαι·
彼らはこの場所をある種のプルトニオンとみなし、キメリア人がここに住んでいたと語っていた。
καὶ εἰσέπλεόν γε προθυσάμενοι καὶ ἱλασάμενοι τοὺς καταχθονίους δαίμονας, ὄντων τῶν ὑφηγουμένων τὰ τοιάδε ἱερέων ἠργολαβηκότων τὸν τόπον.
そして、人々はまず犠牲を捧げて地下の神々をなだめてから船で進入した。 そこには、そうした儀式を指導し、その場所を請け負って管理している神官たちがいたからである。
ἔστι δὲ πηγή τις αὐτόθι ποτίμου ὕδατος ἐπὶ τῇ θαλάττῃ· τούτου δʼ ἀπείχοντο πάντες τὸ τῆς Στυγὸς ὕδωρ νομίσαντες·
そこには海のそばに真水の湧き出る泉があるが、誰もがこれをステュクスの水と考えて避けていた。
καὶ τὸ μαντεῖον ἐνταῦθά που ἵδρυται·
また、神託所もこのあたりのどこかに設置されていた。
τόν τε Πυριφλεγέθοντα ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον τῆς Ἀχερουσίας.
また、アケルーシアの近くの温熱泉からピュリプレゲトン(火の川)の存在を推測していた。
Ἔφορος δὲ τοῖς Κιμμερίοις προσοικειῶν τὸν τόπον φησὶν αὐτοὺς ἐν καταγείοις οἰκίαις οἰκεῖν ἃς καλοῦσιν ἀργίλλας, καὶ διά τινων ὀρυγμάτων παρʼ ἀλλήλους τε φοιτᾶν καὶ τοὺς ξένους εἰς τὸ μαντεῖον δέχεσθαι πολὺ ὑπὸ γῆς ἱδρυμένον·
エポロスはこの場所をキメリア人に関連付けて、彼らは「アルギッライ」と呼ばれる地下の住居に住んでおり、掘り抜かれた通路を通ってお互いに行き来し、地下深くに設置された神託所に異邦人を迎え入れていたと言う。
ζῆν δʼ ἀπὸ μεταλλείας καὶ τῶν μαντευομένων, καὶ τοῦ βασιλέως ἀποδείξαντος αὐτοῖς συντάξεις.
彼らは採鉱と、神託を求める人々からの収入、そして王が彼らに定めた手当によって暮らしていた。
εἶναι δὲ τοῖς περὶ τὸ χρηστήριον ἔθος πάτριον μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ τῆς νυκτὸς ἔξω πορεύεσθαι τῶν χασμάτων·
そして、神託所に関わる人々には、誰も太陽を見ず、夜間にだけその割れ目から外へ出るという先祖伝来の習わしがあった。
καὶ διὰ τοῦτο τὸν ποιητὴν περὶ αὐτῶν εἰπεῖν ὡς ἄρα
οὐδέ ποτʼ αὐτοὺς ἠέλιος φαέθων ἐπιδέρκεται.
それゆえ、詩人は彼らについて次のように言ったのである。 「輝く太陽が彼らを注視することは決してない。
ὕστερον δὲ διαφθαρῆναι τοὺς ἀνθρώπους ὑπὸ βασιλέως τινός, οὐκ ἀποβάντος αὐτῷ τοῦ χρησμοῦ, τὸ δὲ μαντεῖον ἔτι συμμένειν μεθεστηκὸς εἰς ἕτερον τόπον.
」しかし後、ある王に神託が当たらなかったため、彼らはその王によって滅ぼされたが、神託所自体は別の場所に移転して今なお存続しているという。
τοιαῦτα μὲν οἱ πρὸ ἡμῶν ἐμυθολόγουν, νυνὶ δὲ τῆς μὲν ὕλης τῆς περὶ τὸν Ἄορνον κοπείσης ὑπὸ Ἀγρίππα, τῶν δὲ χωρίων κατοικοδομηθέντων, ἀπὸ δὲ τοῦ Ἀόρνου διώρυγος ὑπονόμου τμηθείσης μέχρι Κύμης, ἅπαντʼ ἐκεῖνα ἐφάνη μῦθος, τοῦ Κοκκηίου τοῦ ποιήσαντος τὴν διώρυγα ἐκείνην τε καὶ ἐπὶ νέαν πόλιν ἐκ Δικαιαρχείας ἐπὶ ταῖς Βαίαις, ἐπακολουθήσαντός πως τῷ περὶ τῶν Κιμμερίων ἀρτίως λεχθέντι λόγῳ, τυχὸν ἴσως καὶ πάτριον νομίσαντος τῷ τόπῳ τούτῳ διʼ ὀρυγμάτων εἶναι τὰς ὁδούς.
先人たちはこのような神話を語っていたが、今やアグリッパによってアオルノスの周囲の森が伐採され、土地には建物が建てられ、アオルノスからクメまで地下の運河が掘られたため、これらはすべて神話であることが明らかになった。 この運河と、ディカイアルケイアからバイアエ近くのネアポリスへの運河を作ったコッケイオスは、先ほど語られたキメリア人の話に幾分従ったのであり、おそらくこの場所ではトンネルを通じて道路を通すことが伝統的であると考えたのでう。