Humanitext Reader

斯特拉波 · 地理学 §5.4.6-5.4.7

普特奥利与保留希腊习俗的内亚波利斯

第 171 段,共 577 段 · 希腊语

内容简介

斯特拉博介绍了洛克里诺斯湾、拜埃,以及以火山活动和利用独特沙子建造港口而闻名的贸易城市迪凯阿尔基亚(普特奥利)的地理特征。随后,他详细描述了内亚波利斯(内亚波利斯/那不勒斯)的历史与现状,重点展示了其保留的希腊习俗、竞技会、地下通道以及温泉文化。

§5.4.6̔ο δὲ Λοκρῖνος κόλπος πλατύνεται μέχρι Βαιῶν, χώματι εἰργόμενος ἀπὸ τῆς ἔξω θαλάττης ὀκτασταδίῳ τὸ μῆκος, πλάτος δὲ ἁμαξιτοῦ πλατείας, ὅ φασιν Ἡρακλέα διαχῶσαι τὰς βοῦς ἐλαύνοντα τὰς Γηρυόνου·
另一方面,洛克里诺斯湾向拜埃方向延伸,由一条长八斯塔迪翁、宽如并车大道的堤坝与外海隔开,据说这条堤坝是赫拉克勒斯在赶运格律翁的牛群时筑成的。
δεχόμενον δʼ ἐπιπολῆς τὸ κῦμα τοῖς χειμῶσιν ὥστε μὴ πεζεύεσθαι ῥᾳδίως Ἀγρίππας ἐπεσκεύασεν.
由于冬季时波浪会漫过堤坝表面,以至于无法轻易徒步通过,阿格里帕对其进行了修整。
εἴσπλουν δʼ ἔχει πλοίοις ἐλαφροῖς, ἐνορμίσασθαι μὲν ἄχρηστος, τῶν ὀστρέων δὲ θήραν ἔχων ἀφθονωτάτην.
该湾有一个可供轻型船只驶入的入口,虽不适于停泊,却拥有极丰富的牡蛎渔场。
ἔνιοι δὲ τοῦτον αὐτὸν τὴν λίμνην εἶναι τὴν Ἀχερουσίαν φασίν, Ἀρτεμίδωρος δὲ αὐτὸν τὸν Ἄορνον.
有些人说这个湾本身就是阿刻鲁西亚湖,而阿尔特米多罗斯则说它就是阿奥尔诺斯本身。
τὰς δὲ Βαίας ἐπωνύμους εἶναι λέγουσι Βαίου τῶν Ὀδυσσέως ἑταίρων τινός.
人们说,拜埃是以奥德修斯的同伴之一拜奥斯的名字命名的。
ἑξῆς δʼ εἰσὶν αἱ περὶ Δικαιάρχειαν ἀκταὶ καὶ αὐτὴ ἡ πόλις.
紧接其后的是迪凯阿尔基亚周围的海岸以及该城本身。
ἦν δὲ πρότερον μὲν ἐπίνειον Κυμαίων ἐπʼ ὀφρύος ἱδρυμένον, κατὰ δὲ τὴν Ἀννίβα στρατείαν συνῴκισαν Ῥωμαῖοι καὶ μετωνόμασαν Ποτιόλους ἀπὸ τῶν φρεάτων· οἱ δʼ ἀπὸ τῆς δυσωδίας τῶν ὑδάτων· ἅπαν τὸ χωρίον ἐκεῖ μέχρι Βαιῶν καὶ τῆς Κυμαίας θείου πλῆρές ἐστι καὶ πυρὸς καὶ θερμῶν ὑδάτων.
这里以前是库麦人的港口,建在山脊上,但在汉尼拔战争期间,罗马人在此建立殖民地,并因井之故改名为普特奥利;也有人说是因为水的恶臭,因为从那里到拜埃以及库麦领土的整个地区都充满了硫磺、火和温热泉。
τινὲς δὲ καὶ Φλέγραν διὰ τοῦτο τὴν Κυμαίαν νομίζουσι κληθῆναι, καὶ τῶν πεπτωκότων Γιγάντων τὰ κεραύνια τραύματα ἀναφέρειν τὰς τοιαύτας προχοὰς τοῦ πυρὸς καὶ τοῦ ὕδατος.
因此,有些人认为库麦人的土地也被称为“普莱格拉”,并且认为那些被击倒的巨人留下的雷击创伤喷涌出了这样的火与水。
ἡ δὲ πόλις ἐμπόριον γεγένηται μέγιστον, χειροποιήτους ἔχουσα ὅρμους διὰ τὴν εὐφυΐαν τῆς ἄμμου·
该城已成为极大的贸易中心,由于其沙子的优良特性,拥有人工修筑的港口。
σύμμετρος γάρ ἐστι τῇ τιτάνῳ καὶ κόλλησιν ἰσχυρὰν καὶ πῆξιν λαμβάνει.
因为这种沙子与石灰非常契合,能产生极强的粘合力和凝固力。
διόπερ τῇ χάλικι καταμίξαντες τὴν ἀμμοκονίαν προβάλλουσι χώματα εἰς τὴν θάλατταν, καὶ κολποῦσι τὰς ἀναπεπταμένας ᾐόνας ὥστʼ ἀσφαλῶς ἐνορμίζεσθαι τὰς μεγίστας ὁλκάδας.
因此,他们将这种火山灰与碎石混合,向海中投建堤坝,从而将开敞的海岸围成海湾,使最大的商船也能安全停泊。
ὑπέρκειται δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορά, πεδίον περικεκλειμένον διαπύροις ὀφρύσι, καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρωμώδεις ἱκανῶς· τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ.
紧邻该城上方的是赫菲斯托斯广场,这是一片被灼热山脊环绕的平原,多处有如窑炉般的喷气孔,气味相当难闻;平原上充满了飘积的硫磺。
§5.4.7μετὰ δὲ Δικαιάρχειάν ἐστι Νεάπολις Κυμαίων (ὕστερον δὲ καὶ Χαλκιδεῖς ἐπῴκησαν καὶ Πιθηκουσσαίων τινὲς καὶ Ἀθηναίων, ὥστε καὶ Νεάπολις ἐκλήθη διὰ τοῦτο), ὅπου δείκνυται μνῆμα τῶν Σειρήνων μιᾶς Παρθενόπης, καὶ ἀγὼν συντελεῖται γυμνικὸς κατὰ μαντείαν.
在迪凯阿尔基亚之后是库麦人的内亚波利斯(后来卡尔基斯人、以及部分皮テクッサイ人和雅典人也在此定居,因此该城被称为“新城”),这里有塞壬之一帕耳忒诺珀的陵墓,并根据神谕在此举行体育竞技会。
ὕστερον δὲ Καμπανῶν τινας ἐδέξαντο συνοίκους διχοστατήσαντες, καὶ ἠναγκάσθησαν τοῖς ἐχθίστοις ὡς οἰκειοτάτοις χρήσασθαι, ἐπειδὴ τοὺς οἰκείους ἀλλοτρίους ἔσχον.
后来,由于内讧,他们接纳了一些坎帕尼亚人共同居住,并且由于他们自己的亲族变得疏远,他们被迫将最仇视的敌人当作最亲近的亲人看待。
μηνύει δὲ τὰ τῶν δημάρχων ὀνόματα τὰ μὲν πρῶτα Ἑλληνικὰ ὄντα, τὰ δʼ ὕστερα τοῖς Ἑλληνικοῖς ἀναμὶξ τὰ Καμπανικά.
民政长官的名字便说明了这一点,最初的名字是希腊式的,而后面的名字则是坎帕尼亚式与希腊式相混杂的。
πλεῖστα δʼ ἴχνη τῆς Ἑλληνικῆς ἀγωγῆς ἐνταῦθα σώζεται, γυμνάσιά τε καὶ ἐφηβεῖα καὶ φρατρίαι καὶ ὀνόματα Ἑλληνικὰ καίπερ ὄντων Ῥωμαίων.
这里保留了许多希腊式生活方式的痕迹:体育场、青年会、胞族以及希腊式的名字,尽管居民现在是罗马人。
νυνὶ δὲ πεντετηρικὸς ἱερὸς ἀγὼν συντελεῖται παρʼ αὐτοῖς μουσικός τε καὶ γυμνικὸς ἐπὶ πλείους ἡμέρας, ἐνάμιλλος τοῖς ἐπιφανεστάτοις τῶν κατὰ τὴν Ἑλλάδα.
如今,他们每五年举行一次神圣的竞技会,包括音乐和体育项目,持续数日,可与希腊最著名的竞技会相媲美。
ἔστι δὲ καὶ ἐνθάδε διῶρυξ κρυπτή, τοῦ μεταξὺ ὄρους τῆς τε Δικαιαρχείας καὶ τῆς Νεαπόλεως ὑπεργασθέντος ὁμοίως ὥσπερ ἐπὶ τὴν Κύμην, ὁδοῦ τε ἀνοιχθείσης ἐναντίοις ζεύγεσι πορευτῆς ἐπὶ πολλοὺς σταδίους·
这里也有一条地下通道,迪凯阿尔基亚与内亚波利斯之间的山体以类似于通往库麦的方式被开凿,并开辟了一条可供相向马车通行的道路,延伸达数斯塔迪翁。
τὰ δὲ φῶτα ἐκ τῆς ἐπιφανείας τοῦ ὄρους, πολλαχόθεν ἐκκοπεισῶν θυρίδων, διὰ βάθους πολλοῦ κατάγεται.
光线是从山体表面通过多处开凿的窗口,穿过极深的地方引入的。
ἔχει δὲ καὶ ἡ Νεάπολις θερμῶν ὑδάτων ἐκβολὰς καὶ κατασκευὰς λουτρῶν οὐ χείρους τῶν ἐν Βαίαις, πολὺ δὲ τῷ πλήθει λειπομένας· ἐκεῖ γὰρ ἄλλη πόλις γεγένηται, συνῳκοδομημένων βασιλείων ἄλλων ἐπʼ ἄλλοις, οὐκ ἐλάττων τῆς Δικαιαρχείας.
内亚波利斯也有温热泉的喷出口和不亚于拜埃的沐浴设施,但在数量上大为逊色;因为在拜埃已经形成了另一座城市,各式宫殿别墅层叠兴建,其规模不亚于迪凯阿尔基亚。
ἐπιτείνουσι δὲ τὴν ἐν Νεαπόλει διαγωγὴν τὴν Ἑλληνικὴν οἱ ἐκ τῆς Ῥώμης ἀναχωροῦντες δεῦρο ἡσυχίας χάριν τῶν ἀπὸ παιδείας ἐργασαμένων ἢ καὶ ἄλλων διὰ γῆρας ἢ ἀσθένειαν ποθούντων ἐν ἀνέσει ζῆν· καὶ τῶν Ῥωμαίων δʼ ἔνιοι χαίροντες τῷ βίῳ τούτῳ, θεωροῦντες τὸ πλῆθος τῶν ἀπὸ τῆς αὐτῆς ἀγωγῆς ἐπιδημούντων ἀνδρῶν, ἄσμενοι φιλοχωροῦσι καὶ ζῶσιν αὐτόθι.
而那些为了清静而从罗马退隐至此的人——包括靠教育维生的人,或是因年老体弱而渴望在闲适中生活的人——更加强了内亚波利斯的希腊式生活风尚;一些罗马人也乐于这种生活,看到许多具有相同文化背景的人在此侨居,便欣然留恋并在此定居。

词汇与语法注释

  1. §5.4.6δεχόμενον δʼ ἐπιπολῆς τὸ κῦμα τοῖς χειμῶσιν — 现在分词 `δεχόμενον` 为中性单数宾格,修饰前句中的 `χῶμα`(堤坝)。字面意思是“在冬季其表面承受波浪[的堤坝]”,描述了波浪过去常常漫过堤坝的情景。
  2. §5.4.6ὥστε μὴ πεζεύεσθαι ῥᾳδίως — 由 `ὥστε` 加被动不定词 `πεζεύεσθαι` 引导的结果从句。具有非人称含义:“以至于无法轻易徒步通过”。
  3. §5.4.6σύμμετρος γάρ ἐστι τῇ τιτάνῳ — 形容词 `σύμμετρος` 意为“与……相称、适合”,支配与格 `τῇ τιτάνῳ`(石灰)。指普特奥利的沙子(火山灰)能与石灰以理想比例混合并牢固凝固的特性。
  4. §5.4.7τοῦ μεταξὺ ὄρους ... ὑπεργασθέντος — 属格独立结构。名词 `τοῦ ... ὄρους` 与被动过去分词 `ὑπεργασθέντος` 表示附带状况或原因:“由于其间的山体被开凿”。

引用这一段

斯特拉波, 地理学 §5.4.6-5.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.6-5.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。