Humanitext Reader

ストラボン · 地理誌 §5.4.8-5.4.9

ウェスウィオス火山と周辺島嶼の地学的特徴

172 / 577 箇所 · ギリシア語

要旨

ヴェスヴィオ火山の地形的特徴や過去の火山活動と周辺土壌の肥沃さの関係を論じ、シュッレントン、カプリ島、火山性のピテクッサイ島などの地学的特徴とその一帯の地下に広がる火山帯のつながりを説明する。

§5.4.8Ἐχόμενον δὲ φρούριόν ἐστιν Ἡράκλειον ἐκκειμένην εἰς τὴν θάλατταν ἄκραν ἔχον, καταπνεομένην λιβὶ θαυμαστῶς ὥσθʼ ὑγιεινὴν ποιεῖν τὴν κατοικίαν.
隣接してヘラクレオンの砦があり、海に突き出た岬を備えている。 そこは南西風が実に見事に吹きつけるため、その居住地を健康的なものにしている。
Ὄσκοι δὲ εἶχον καὶ ταύτην καὶ τὴν ἐφεξῆς Πομπηίαν ἣν παραρρεῖ ὁ Σάρνος ποταμός, εἶτα Τυρρηνοὶ καὶ Πελασγοί, μετὰ ταῦτα δὲ Σαυνῖται·
オスコ人がこの砦と、それに続くポンペイ(その傍らをサルノス川が流れている)を領有しており、次いでティレニア人とペラスゴイ人が、その後にはサムニウム人が領有した。
καὶ οὗτοι δʼ ἐξέπεσον ἐκ τῶν τόπων.
しかし彼らもまた、これらの土地から追い出された。
Νώλης δὲ καὶ Νουκερίας καὶ Ἀχερρῶν, ὁμωνύμου κατοικίας τῆς περὶ Κρέμωνα, ἐπίνειόν ἐστιν ἡ Πομπηία, παρὰ τῷ Σάρνῳ ποταμῷ καὶ δεχομένῳ τὰ φορτία καὶ ἐκπέμποντι.
ポンペイはノーラ、ヌケリア、およびアケッラエ(クレモナ近郊の同名の居住地と同名)の港であり、サルノス川の傍らにあって、そこから貨物を受け入れ、また送り出している。
ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Ὀυέσουιον, ἀγροῖς περιοικούμενον παγκάλοις πλὴν τῆς κορυφῆς·
これらの土地のすぐ上にはウェスウィオス山がそびえており、山頂を除いて非常に美しい田園に囲まれている。
αὕτη δʼ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν, ἄκαρπος δʼ ὅλη, ἐκ δὲ τῆς ὄψεως τεφρώδης, καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός, ὡς τεκμαίροιτʼ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός, σβεσθῆναι δʼ ἐπιλιπούσης τῆς ὕλης.
山頂は多くの部分が平坦であるが、全体として不毛であり、見た目は灰のようで、色合いがすすけた岩の、洞窟のような空洞を見せており、まるで火に侵食されたかのようである。 このことから、この場所がかつて燃えており、火の噴火口を持っていたが、燃料が尽きたために鎮火したのだと推測できるだろう。
τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτʼ αἴτιον, ὥσπερ ἐν τῇ Κατάνῃ, φασί, τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν.
そしておそらく、周囲の土地の肥沃さの原因もこれであり、ちょうどカタネにおいて、エトナの火によって噴出された灰からなる灰に覆われた部分が、土地をブドウ栽培に適したものにしたと言われるのと同様である。
ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς·
なぜなら、肥沃にする成分は、燃焼する土塊と果実をもたらす土塊の両方に含まれているからである。
πλεονάζουσα μὲν οὖν τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα, ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε.
すなわち、その成分が過剰な状態では、すべての硫黄質の土壌と同様に燃焼に適しているが、水分が抜け、鎮火して灰となることで、果実を生み出すものへと変化したのである。
συνεχὲς δέ ἐστι τῇ Πομπηίᾳ τὸ Συρρεντὸν τῶν Καμπανῶν, ὅθεν πρόκειται τὸ Ἀθήναιον, ὅ τινες Σειρηνουσσῶν ἀκρωτήριον καλοῦσιν·
ポンペイに連続しているのはカンパニア人のシュッレントンであり、そこからアテナイオンが突き出ており、ある人々はこれをセイレヌッサイの岬と呼んでいる。
ἔστι δὲ ἐπʼ ἄκρῳ μὲν Ἀθηνᾶς ἱερόν, ἵδρυμα Ὀδυσσέως.
その岬の先端にはアテナの神殿があり、これはオデュッセウスが創建したものである。
διάπλους δʼ ἐνθένδε βραχὺς εἰς Καπρέας νῆσον.
ここからカプレアイ島への渡海は短い。
κάμψαντι δὲ τὴν ἄκραν νησῖδές εἰσιν ἔρημοι πετρώδεις ἃς καλοῦσι Σειρῆνας.
岬を回り込むと、セイレンと呼ばれる岩だらけの無人島群がある。
ἐκ δὲ τοῦ πρὸς Συρρεντὸν μέρους ἱερόν τι δείκνυται καὶ ἀναθήματα παλαιὰ τιμώντων τῶν πλησίον τόπον.
シュッレントンに面した側には、ある神殿が示されており、近隣の人々がこの場所を崇拝していることを示す古い捧げ物がある。
μέχρι μὲν δεῦρο ἔχει τέλος ὁ κόλπος ὁ κρατὴρ προσαγορευόμενος, ἀφοριζόμενος δυσὶν ἀκρωτηρίοις βλέπουσι πρὸς μεσημβρίαν, τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ.
ここに至って、クラテルと呼ばれる湾は終わりを告げる。 この湾は、南を向いた二つの岬、すなわちミセノンとアテナイオンによって画定されている。
ἅπας δʼ ἐστὶ κατεσκευασμένος τοῦτο μὲν ταῖς πόλεσιν ἃς ἔφαμεν, τοῦτο δὲ ταῖς οἰκοδομίαις καὶ φυτείαις, αἳ μεταξὺ συνεχεῖς οὖσαι μιᾶς πόλεως ὄψιν παρέχονται.
そして湾全体が、一方では我々が言及した都市によって、他方ではその間に連続して建ち並ぶ建造物や農園によって整えられており、それらは一つの都市のような景観を呈している。
§5.4.9τοῦ μὲν οὖν Μισηνοῦ πρόκειται νῆσος ἡ Προχύτη, Πιθηκουσσῶν δʼ ἔστιν ἀπόσπασμα.
さて、ミセノンの前方にはプロキュテ島があり、これはピテクッサイ島の一部がちぎれたものである。
Πιθηκούσσας δʼ Ἐρετριεῖς ᾤκισαν καὶ Χαλκιδεῖς, εὐτυχήσαντες διʼ εὐκαρπίαν καὶ διὰ τὰ χρυσεῖα ἐξέλιπον τὴν νῆσον κατὰ στάσιν, ὕστερον δὲ καὶ ὑπὸ σεισμῶν ἐξελαθέντες καὶ ἀναφυσημάτων πυρὸς καὶ θαλάττης καὶ θερμῶν ὑδάτων·
ピテクッサイにはエレトリア人とカルキス人が植民し、土地の肥沃さと金鉱のおかげで繁栄したが、内紛のためにこの島を去り、後にはまた、地震や、火・海・温熱泉の噴出によって追い払われた。
ἔχει γὰρ τοιαύτας ἀποφορὰς ἡ νῆσος, ὑφʼ ὧν καὶ οἱ πεμφθέντες παρὰ Ἱέρωνος τοῦ τυράννου τῶν Συρακοσίων ἐξέλιπον τὸ κατασκευασθὲν ὑφʼ ἑαυτῶν τεῖχος καὶ τὴν νῆσον·
なぜなら、この島にはそのような噴出物があり、それらのためにシラクサの僭主ヒエロンによって派遣された者たちも、自分たちが建設した砦と島を放棄したからである。
ἐπελθόντες δὲ Νεαπολῖται κατέσχον.
その後、ネアポリス人がやって来てこれを領有した。
ἐντεῦθεν καὶ ὁ μῦθος ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῇ νήσῳ ταύτῃ, στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα, ἔστι δʼ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ.
このことから、「テュポンがこの島の下に横たわっており、彼が身をよじると炎や水が噴き出し、時には沸騰する水を含む小島をも噴出する」という神話も生まれた。
πιθανώτερον δὲ Πίνδαρος εἴρηκεν ἐκ τῶν φαινομένων ὁρμηθείς, ὅτι πᾶς ὁ πόρος οὗτος ἀπὸ τῆς Κυμαίας ἀρξάμενος μέχρι τῆς Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας πρός τε ἀλλήλας καὶ πρὸς τὴν ἤπειρον.
しかし、ピンダロスは目に見える現象から出発して、より説得力のあることを語っている。 すなわち、クメの地から始まってシケリアに至るこの海路全体が、その下が極めて熱く、地下深くには互いに、また大陸とも一続きにつながっている空洞があるということである。
διόπερ ἥ τε Αἴτνη τοιαύτην ἔχειν δείκνυται φύσιν οἵαν ἱστοροῦσιν ἅπαντες, καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ τὴν Δικαιάρχειαν καὶ Νεάπολιν καὶ Βαίας χωρία καὶ αἱ Πιθηκοῦσσαι.
それゆえに、エトナ山も誰もが記録しているような性質を示し、リパラの島々や、ディカイアルケイア、ネアポリス、バイアエの周辺の地域、そしてピテクッサイも同様なのである。
ταῦτʼ οὖν διανοηθεὶς τῷ παντὶ τόπῳ τούτῳ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνα νῦν γε μὰν ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
したがって、ピンダロスはこの地域全体について考え、その下にテュポンが横たわっているとして、次のように歌っている。 「しかしいまや、クメの上の海を限る丘と、シケリアが、彼の毛深い胸を圧しつけている。
καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωπέα λόφον ἐν μέσῃ τῇ νήσῳ τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι ἐπὶ τὸ πέλαγος, τὸ δʼ ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν δὲ μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροίᾳ κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός·
」また、ティマイオスもピテクッサイについて、昔の人々によって多くの驚くべきことが語り伝えられているとし、彼の少し前に、島の中央にあるエポペウスの丘が地震によって揺り動かされ、火を吹き出し、丘と海の間にある土地を沖合へと押し流したと述べている。 そして、灰となった大地が舞い上がり、再び突風のように島へと降り注ぎ、海は三スタディオン後退したが、後退したのも束の間、すぐに戻ってきて逆流によって島を沈め、島の中の火を消し止めた。
ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.
その凄まじい轟音から、大陸にいた人々は海岸沿いからカンパニアの内陸へと逃亡したという。
δοκεῖ δὲ τὰ θερμὰ ὕδατα ἐνταῦθα θεραπεύειν τοὺς λιθιῶντας.
また、ここの温熱泉は結石患者を治療するのに効果があると考えられている。
αἱ δὲ Καπρέαι δύο πολίχνας εἶχον τὸ παλαιόν, ὕστερον δὲ μίαν.
一方、カプレアイは古くは二つの小都市を持っていたが、のちには一つとなった。
Νεαπολῖται δὲ καὶ ταύτην κατέσχον, πολέμῳ δὲ ἀποβαλόντες τὰς Πιθηκούσσας ἀπέλαβον πάλιν, δόντος αὐτοῖς Καίσαρος τοῦ Σεβαστοῦ, τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος.
ネアポリス人がこれも領有していたが、戦争によってピテクッサイを失った際、尊厳なるカエサルが、カプレアイを自身の私有地として召し上げて建物を建設する代わりに、ピテクッサイを彼らに返還した。
αἱ μὲν οὖν παράλιοι πόλεις τῶν Καμπανῶν καὶ αἱ προκείμεναι νῆσοι τοιαῦται.
カンパニアの沿岸都市と前方の島々は以上のようである。

語釈・文法注

  1. p.340ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός — ὡς ἂν +属格分詞は、仮定または比較を伴う比喩的な表現であり、「まるで火によって食い尽くされたかのように」という意味を表す。
  2. p.340ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς — ここでは名詞化された中性分詞 τὸ λιπαῖνον(肥沃にする要素、油分)が主動詞 ἔχει の主語であり、後続する対格の τὴν ἐκπυρουμένην βῶλον(燃焼する土塊)と τὴν ἐκφέρουσαν τοὺς καρπούς(果実をもたらす土塊)の二つが目的語である。火山活動の性質(地力を高める成分)が、燃える段階と結実する段階の双方を包含していることを論じている。
  3. p.342δόντος αὐτοῖς Καίσαρος τοῦ Σεβαστοῦ, τὰς δὲ Καπρέας ἴδιον ποιησαμένου κτῆμα καὶ κατοικοδομήσαντος — 属格の Καῖσαρ ὁ Σεβαστός(皇帝アウグストゥス)を意味上の主語とする、一連の独立属格構文(δόντος..., ποιησαμένου..., κατοικοδομήσαντος)である。アウグストゥスがカプリ島を私有地とし別荘群を建設した代わりに、ネアポリス人へピテクッサイ島を返還したという歴史的取引を説明している。

この箇所を引用する

ストラボン, 地理誌 §5.4.8-5.4.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.4.8-5.4.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。