§5.4.3̔εξῆς δὲ μετὰ τὴν Λατίνην ἐστὶν ἥ τε Καμπανία παρήκουσα τῇ θαλάττῃ, καὶ ὑπὲρ ταύτην ἡ Σαυνῖτις ἐν μεσογαίᾳ μέχρι Φρεντανῶν καὶ τῶν Δαυνίων, εἶτʼ αὐτοὶ Δαύνιοι καὶ τἆλλα ἔθνη τὰ μέχρι τοῦ Σικελικοῦ πορθμοῦ.
ラティウム地方に続いて、海に沿って延びるカンプニア地方があり、その上方、内陸部には、フレンタニ人やダウニア人に至るサムニウム地方があり、次いでダウニア人自身と、シチリア海峡に至るまでの他の諸民族がある。
πρῶτον δὲ περὶ τῆς Καμπανίας ῥητέον.
まず、カンプニア地方について語らねばならない。
ἔστι δʼ ἀπὸ τῆς Σινοέσσης ἐπὶ μὲν τὴν ἑξῆς παραλίαν κόλπος εὐμεγέθης μέχρι Μισηνοῦ, κἀκεῖθεν ἄλλος κόλπος πολὺ μείζων τοῦ προτέρου, καλοῦσι δʼ αὐτὸν κρατῆρα, ἀπὸ τοῦ Μισηνοῦ μέχρι τοῦ Ἀθηναίου, δυεῖν ἀκρωτηρίων, κολπούμενον.
シノエッサから、その先の沿岸にかけてミセヌムに至る非常に大きな湾があり、そこからさらに、前のものよりはるかに大きな別の湾があって、人々はそれを「クラーテール」と呼んでおり、これはミセヌムからアテナイオンに至る二つの岬の間で湾を形成している。
ὑπὲρ δὲ τούτων τῶν ᾐόνων Καμπανία πᾶσα ἵδρυται, πεδίον εὐδαιμονέστατον τῶν ἁπάντων·
これらの海岸の上方にカンプニア全土が位置しており、そこはすべての中で最も恵まれた平野である。
περίκεινται δʼ αὐτῷ γεωλοφίαι τε εὔκαρποι καὶ ὄρη τά τε τῶν Σαυνιτῶν καὶ τὰ τῶν Ὄσκων.
その周囲には、実り豊かな丘陵地帯や、サムニウム人やオスキ人の山々が取り囲んでいる。
Ἀντίοχος μὲν οὖν φησι τὴν χώραν ταύτην Ὀπικοὺς οἰκῆσαι, τούτους δὲ καὶ Αὔσονας καλεῖσθαι.
さて、アンティオコスはこの地にはオピコイ人が住んでおり、彼らはアウソネス人とも呼ばれていたと言う。
Πολύβιος δʼ ἐμφαίνει δύο ἔθνη νομίζων ταῦτα· Ὀπικοὺς γάρ φησι καὶ Αὔσονας οἰκεῖν τὴν χώραν ταύτην περὶ τὸν κρατῆρα.
しかしポリビオスは、これらを二つの異なる民族と考えているようで、オピコイ人とアウソネス人がクラーテールの周囲のこの地に住んでいたと言う。
ἄλλοι δὲ λέγουσιν οἰκούντων Ὀπικῶν πρότερον καὶ Αὐσόνων· οἱ δʼ ἐκείνους κατασχεῖν ὕστερον Ὄσκων τι ἔθνος, τούτους δʼ ὑπὸ Κυμαίων, ἐκείνους δʼ ὑπὸ Τυρρηνῶν ἐκπεσεῖν·
他の人々は、かつてオピコイ人とアウソネス人が住んでいたが、後にオスキ人のある部族が彼らを追い払ってその土地を占拠し、さらに彼らはクマイ人によって、クマイ人はティレニア人によって追い出されたと言う。
διὰ γὰρ τὴν ἀρετὴν περιμάχητον γενέσθαι τὸ πεδίον·
というのも、その土地の肥沃さゆえに、この平野は争奪の的となったからである。
δώδεκα δὲ πόλεις ἐγκατοικίσαντας τὴν οἷον κεφαλὴν ὀνομάσαι Καπύην.
そして彼らは12の都市を建設し、そのいわば首都をカピュアと名付けた。
διὰ δὲ τὴν τρυφὴν εἰς μαλακίαν τραπομένους καθάπερ τῆς περὶ τὸν Πάδον χώρας ἐξέστησαν, οὕτω καὶ ταύτης παραχωρῆσαι Σαυνίταις, τούτους δʼ ὑπὸ Ῥωμαίων ἐκπεσεῖν.
しかし、贅沢によって軟弱に流れ、ポー川周辺の地域から立ち去ったのと同様に、この地もサムニウム人に譲り渡し、彼らはローマ人によって追い出された。
τῆς δʼ εὐκαρπίας ἐστὶ σημεῖον τὸ σῖτον ἐνταῦθα γίνεσθαι τὸν κάλλιστον, λέγω δὲ τὸν πύρινον, ἐξ οὗ καὶ ὁ χόνδρος κρείττων ὢν πάσης καὶ ὀρύζης καὶ ἐν ὀλίγῳ σιτικῆς τροφῆς.
その肥沃さの証拠は、ここで最も優れた小麦、すなわち、それから作られる挽き割り粒があらゆる米やほぼすべての穀物食物よりも優れている小麦が産出することである。
ἱστορεῖται δʼ ἔνια τῶν πεδίων σπείρεσθαι διʼ ἔτους δὶς μὲν τῇ ζειᾷ, τὸ δὲ τρίτον ἐλύμῳ, τινὰ δὲ καὶ λαχανεύεσθαι τῷ τετάρτῳ σπόρῳ.
この平野の一部では、年に2回はスペルト小麦が蒔かれ、3回目はキビが蒔かれ、一部の土地では4回目の播種で野菜が栽培されると伝えられている。
καὶ μὴν τὸν οἶνον τὸν κράτιστον ἐντεῦθεν ἔχουσι Ῥωμαῖοι τὸν Φάλερνον καὶ τὸν Στατανὸν καὶ Καληνόν· ἤδη δὲ καὶ ὁ Συρρεντῖνος ἐνάμιλλος καθίσταται τούτοις, νεωστὶ πειρασθεὶς ὅτι παλαίωσιν δέχεται.
さらに、ローマ人はここから最も優れたワインであるファレルヌス酒、スタタヌス酒、カレス酒を得ており、今やスッレントゥム酒も、熟成に耐えることが最近試されて、これらに匹敵するものとなっている。
ὡς δʼ αὕτως εὐέλαιός ἐστι καὶ πᾶσα ἡ περὶ τὸ Ὀυέναφρον ὅμορον τοῖς πεδίοις ὄν.
同様に、この平野に隣接するウェナフルム周辺の全地域も、非常に優れたオリーブ油を産する。
§5.4.4πόλεις δʼ ἐπὶ μὲν τῇ θαλάττῃ μετὰ τὴν Σινόεσσαν Λίτερνον, ὅπου τὸ μνῆμα τὸ Σκιπίωνος τοῦ πρώτου προσαγορευθέντος Ἀφρικανοῦ·
海沿いの都市としては、シノエッサに続いてリテルヌムがあり、そこには、最初にアフリカヌスと呼ばれたスキピオの墓がある。
διέτριψε γὰρ ἐνταῦθα τὸ τελευταῖον ἀφεὶς τὰς πολιτείας κατʼ ἀπέχθειαν τὴν πρός τινας.
というのも、彼はある人々への嫌悪から国政を離れ、最後をここで過ごしたからである。
παραρρεῖ δὲ ὁμώνυμος τῇ πόλει ποταμός.
この都市と同名の川がその傍らを流れている。
ὡς δʼ αὕτως καὶ Ὀυουλτοῦρνος ὁμώνυμός ἐστι τῇ παρʼ αὐτὸν πόλει ἐφεξῆς κειμένῃ·
同様に、ウルトゥルヌス川も、その傍らにある、次に位置する同名の都市と同名である。
ῥεῖ δʼ οὗτος διὰ Ὀυενάφρου καὶ τῆς Καμπανίας μέσης.
この川はウェナフルムを通り、カンプニアの真ん中を流れている。
ταύταις δʼ ἐφεξῆς ἔστι Κύμη Χαλκιδέων καὶ Κυμαίων παλαιότατον κτίσμα·
これらの次にクメがあり、これはハルキス人とクマイ人の最古の入植地である。
πασῶν γάρ ἐστι πρεσβυτάτη τῶν τε Σικελικῶν καὶ τῶν Ἰταλιωτίδων.
というのも、この都市はシチリアおよびイタリアのすべての都市の中で最古の歴史を持つからである。
οἱ δὲ τὸν στόλον ἄγοντες, Ἱπποκλῆς ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεύς, διωμολογήσαντο πρὸς σφᾶς αὐτούς, τῶν μὲν ἀποικίαν εἶναι τῶν δὲ τὴν ἐπωνυμίαν·
船団を率いた、クメのヒッポクレスとハルキスのメガステネスは、一方の植民市とし、他方の名を冠することで、互いに合意した。
ὅθεν νῦν μὲν προσαγορεύεται Κύμη, κτίσαι δʼ αὐτὴν Χαλκιδεῖς δοκοῦσι.
そのため、今ではクメと呼ばれているが、ハルキス人が創建したとみなされている。
πρότερον μὲν οὖν ηὐτύχει καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον, ἐν ᾧ τὰ περὶ τοὺς Γίγαντας μυθεύουσιν οὐκ ἄλλοθεν, ὡς εἰκός, ἀλλʼ ἐκ τοῦ περιμάχητον τὴν γῆν εἶναι διʼ ἀρετήν, ὕστερον δʼ οἱ Καμπανοὶ κύριοι καταστάντες τῆς πόλεως ὕβρισαν εἰς τοὺς ἀνθρώπους πολλά·
かつては、フレグライオンと呼ばれる平野も栄えていたが、そこでは、巨人たちに関する神話が語られている。 それは、当然のことながら、他ならぬその土地が肥沃さゆえに争奪の的となったことから生まれた神話である。
καὶ δὴ καὶ ταῖς γυναιξὶν αὐτῶν συνῴκησαν αὐτοί.
しかし後に、カンプニア人がこの都市の主人となると、住民に対して多くの狼藉を働き、彼らの妻たちと強制的に共同生活を送った。
ὅμως δʼ οὖν ἔτι σώζεται πολλὰ ἴχνη τοῦ Ἑλληνικοῦ κόσμου καὶ τῶν ἱερῶν καὶ τῶν νομίμων.
それでもなお、ギリシアの秩序や神殿、習俗の多くの痕跡が今なお保たれている。
ὠνομάσθαι δʼ ἔνιοι Κύμην ἀπὸ τῶν κυμάτων φασί·
クメの名は波に由来すると言う者もいる。
ῥαχιώδης γὰρ καὶ προσεχὴς ὁ πλησίον αἰγιαλός.
近くの海岸は岩が多く、波が打ち寄せるからである。
εἰσὶ δὲ καὶ κητεῖαι παρʼ αὐτοῖς ἄρισται.
また、彼らの地には非常に優れた大型魚の漁場もある。
ἐν δὲ τῷ κόλπῳ τούτῳ καὶ ὕλη τίς ἐστι θαμνώδης ἐπὶ πολλοὺς ἐκτεινομένη σταδίους ἄνυδρος καὶ ἀμμώδης, ἣν Γαλλιναρίαν ὕλην καλοῦσιν.
この湾には、水がなく砂だらけで、多くのスタディオンにわたって広がる茂みの森があり、ガッリナリアの森と呼ばれている。
ἐνταῦθα δὴ λῃστήρια συνεστήσαντο οἱ Πομπηίου Σέξτου ναύαρχοι, καθʼ ὃν καιρὸν Σικελίαν ἀπέστησεν ἐκεῖνος.
セクストゥス・ポンペイウスがシチリアを離反させた時期に、彼の部下の船長たちがここに海賊の拠点を築いた。