§5.3.9τῶν δʼ ἄλλων τῆς Λατίνης πόλεων τὰς μὲν ἑτέροις γνωρίσμασι τὰς δὲ ὁδοῖς ἀφορίσαιτʼ ἄν τις ταῖς γνωριμωτάταις, ὅσαι διὰ τῆς Λατίνης ἔστρωνται·
ラティウムの他の都市については、あるものは他の標識によって、またあるものは、ラティウム地方を通って舗装されている最もよく知られた街道によって区別することができるだろう。
ἢ γὰρ ἐπὶ ταύταις ἢ παρὰ ταύταις ἢ μεταξὺ ἵδρυνται.
というのも、それらはこれらの街道の上、あるいは傍ら、あるいはその間に築かれているからである。
γνωριμώταται δὲ τῶν ὁδῶν ἥ τε Ἀππία καὶ ἡ Λατίνη καὶ ἡ Ὀυαλερία, ἡ μὲν τὰ πρὸς θάλατταν ἀφορίζουσα μέρη τῆς Λατίνης μέχρι Σινοέσσης, ἡ δὲ τὰ πρὸς τῇ Σαβίνῃ μέχρι Μαρσῶν, μέση δʼ αὐτῶν ἡ Λατίνη ἡ συμπίπτουσα τῇ Ἀππίᾳ κατὰ Κασιλῖνον, πόλιν διέχουσαν Καπύης ἐννεακαίδεκα σταδίους.
これらの街道のうち最もよく知られたものは、アッピア街道、ラティナ街道、ウァレリア街道である。 一方はシヌエッサに至るまでラティウムの海側の部分を画定し、他方はマルシ人に至るまでサビナに隣接する部分を画定し、これらの中間にあるのがラティナ街道であり、これはカプアから19スタディオン離れた都市カシリヌムのあたりでアッピア街道と合流する。
ἄρχεται δὲ ἀπὸ τῆς Ἀππίας, ἐν ἀριστερᾷ ἀπʼ αὐτῆς ἐκτρεπομένη πλησίον Ῥώμης, εἶτα διὰ τοῦ Τουσκλανοῦ ὄρους ὑπερβᾶσα μεταξὺ Τούσκλου πόλεως καὶ τοῦ Ἀλβανοῦ ὄρους κάτεισιν ἐπὶ Ἄλγιδον πολίχνιον καὶ Πικτὰς πανδοχεῖα.
これはアッピア街道から始まり、ローマの近くでその左側へと分岐し、それからトゥスクルム山を越えて、トゥスクルムの都市とアルバヌム山のあいだを通り、アルギドゥスという小都市とピクタエという宿駅へと下っていく。
εἶτα συμπίπτει καὶ ἡ Λαβικανή, ἀρχομένη μὲν ἀπὸ τῆς Ἠσκυλίνης πύλης ἀφʼ ἧς καὶ ἡ Πραινεστίνη, ἐν ἀριστερᾷ δʼ ἀφεῖσα καὶ ταύτην καὶ τὸ πεδίον τὸ Ἠσκυλῖνον πρόεισιν ἐπὶ πλείους τῶν ἑκατὸν καὶ εἴκοσι σταδίων, καὶ πλησιάσασα τῷ Λαβικῷ παλαιῷ κτίσματι κατεσπασμένῳ, κειμένῳ δʼ ἐφʼ ὕψους, τοῦτο μὲν καὶ τὸ Τούσκουλον ἐν δεξιοῖς ἀπολείπει, τελευτᾷ δὲ πρὸς τὰς Πικτὰς καὶ τὴν Λατίνην·
そこにラビカナ街道も合流する。 これはエスクイリナ門(ここからプライネスティナ街道も始まっている)から始まり、この街道とエスクイリヌスの平原を左に残して120スタディオン以上進み、破壊されて高台に位置している古い入植地ラビクムに近づくと、これとトゥスクルムを右に残し、ピクタエとラティナ街道のところで終わる。
διέχει δὲ τῆς Ῥώμης τὸ χωρίον τοῦτο διακοσίους καὶ δέκα σταδίους.
この場所はローマから210スタディオン離れている。
εἶθʼ ἑξῆς μὲν ἐπʼ αὐτῆς τῆς Λατίνης εἰσὶν ἐπίσημοι κατοικίαι καὶ πόλεις Φερεντῖνον, Φρουσινών, παρʼ ἣν ὁ Κόσας ῥεῖ ποταμός, Φαβρατερία, παρʼ ἣν ὁ Τρῆρος ῥεῖ, Ἀκουῖνον μεγάλη πόλις, παρʼ ἣν ὁ Μέλπις ῥεῖ ποταμὸς μέγας, Ἰντεράμνιον ἐν συμβολῇ δυεῖν ποταμῶν κείμενον Λείριός τε καὶ ἑτέρου, Κασῖνον καὶ αὕτη πόλις ἀξιόλογος, ὑστάτη τῶν Λατίνων·
それから続いて、ラティナ街道沿い自体には、有名な居住地や都市がある。 フェレンティヌム、フルシノ(その傍らをコサス川が流れる)、ファブラテリア(その傍らをトレルス川が流れる)、大都市アクィヌム(その傍らを大河メルピス川が流れる)、二つの川、すなわちリリス川ともう一つの川の合流点に位置するインテラムニウム、そしてこれも注目すべき都市であるカシヌムであり、これがラティウム人の最後の都市である。
τὸ γὰρ Τέανον τὸ καλούμενον Σιδικῖνον ἐφεξῆς κείμενον ἐκ τοῦ ἐπιθέτου δηλοῦται διότι τῶν Σιδικίνων ἐστίν.
というのも、次に位置する、シディキヌムと呼ばれるテアヌムは、その添え名によってシディキニ人のものであることが示されているからである。
οὗτοι δὲ Ὄσκοι, Καμπανῶν ἔθνος ἐκλελοιπός, ὥστε λέγοιτʼ ἂν τῆς Καμπανίας καὶ αὕτη, μεγίστη οὖσα τῶν ἐπὶ τῇ Λατίνῃ πόλεων.
彼らはオスク人であり、すでに消滅したカンパニア人の部族であるため、この都市も、ラティナ街道沿いの都市の中で最大のものであるが、カンパニアに属すると言えるだろう。
καὶ ἡ ἐφεξῆς ἡ τῶν Καληνῶν καὶ αὕτη ἀξιόλογος, συνάπτουσα τῷ Κασιλίνῳ.
そして、それに続くカレスの都市もまた注目すべきものであり、カシリヌムに接している。
§5.3.10Ἐφʼ ἑκάτερα δὲ τῆς Λατίνης ἐν δεξιᾷ μέν εἰσιν αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ἀππίας Σητία τε καὶ Σιγνία, φέρουσαι οἶνον ἡ μὲν τῶν πολυτελῶν ἕνα ἡ δὲ τὸν σταλτικώτατον κοιλίας τὸν Σιγνῖνον λεγόμενον.
ラティナ街道の両側において、右側には、これとアッピア街道とのあいだにセティアとシグニアがあり、前者は高級ワインの一つを、後者はシグニア・ワインと呼ばれる、胃を最も引き締めるワインを産出する。
πρὸς δὲ ταύταις ἐστὶ Πρίβερνον καὶ Κόρα καὶ Σύεσσα * Τραπόντιόν τε καὶ Ὀυελίτραι καὶ Ἀλέτριον·
これらに加えて、プリウェルヌム、コラ、スエッサ、トラポンティウム、ウェリトラエ、アレトリウムがある。
ἔτι δὲ Φρεγέλλαι, παρʼ ἣν ὁ Λεῖρις ῥεῖ ὁ εἰς τὰς Μιντούρνας ἐκδιδούς, νῦν μὲν κώμη, πόλις δέ ποτε γεγονυῖα ἀξιόλογος καὶ τὰς πολλὰς τῶν ἄρτι λεχθεισῶν περιοικίδας πρότερον ἐσχηκυῖα, αἳ νῦν εἰς αὐτὴν συνέρχονται ἀγοράς τε ποιούμεναι καὶ ἱεροποιίας τινάς·
さらにフレゲッラエがあり、その傍らを、ミントゥルナエに注ぐリリス川が流れている。 現在は村にすぎないが、かつては注目すべき都市であり、先ほど述べられた都市の大部分を周辺の属領として従えていた。 それらの人々は、今でも市場を開いたり、特定の宗教儀礼を行ったりするためにここに集まってくる。
κατεσκάφη δʼ ὑπὸ Ῥωμαίων ἀποστᾶσα.
しかし、この都市は反乱を起こしたため、ローマ人によって破壊された。
πλεῖσται δʼ εἰσὶ καὶ τούτων καὶ τῶν ἐν τῇ Λατίνῃ καὶ τῶν ἐπέκεινα ἐν τῇ Ἑρνίκων τε καὶ Αἴκων καὶ Ὀυόλσκων ἱδρυμέναι, Ῥωμαίων δʼ εἰσὶ κτίσματα.
これら(の都市)も、ラティナ街道沿いの都市も、またヘルニキ人、アイクィ人、ウォルスキ人の地においてその彼方に築かれている都市も、その大部分はローマ人の入植地である。
ἐν ἀριστερᾷ δὲ τῆς Λατίνης αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ὀυαλερίας, Γάβιοι μὲν ἐν τῇ Πραινεστίνῃ ὁ δῷ κειμένη, λατόμιον ἔχουσα ὑπουργὸν τῇ Ῥώμῃ μάλιστα τῶν ἄλλων, διέχουσα τὸ ἴσον τῆς Ῥώμης τε καὶ Πραινεστοῦ, περὶ ἑκατὸν σταδίους·
ラティナ街道の左側には、これとウァレリア街道のあいだの都市があり、まずガビイはプライネスティナ街道沿いに位置し、ローマに他のどこよりも役立つ石切り場を有しており、ローマからもプライネストゥスからも等しい距離、約100スタディオン離れている。
εἶθʼ ἡ Πραινεστός, περὶ ἧς αὐτίκα ἐροῦμεν·
それからプライネストゥスであるが、これについてはすぐに述べることにする。
εἶθʼ αἱ ἐν τοῖς ὄρεσι τοῖς ὑπὲρ Πραινεστόν, ἥ τε τῶν Ἑρνίκων πολίχνη Καπίτουλον καὶ Ἀναγνία πόλις ἀξιόλογος, καὶ Κερεᾶτε καὶ Σῶρα, παρʼ ἣν ὁ Λεῖρις παρεξιὼν εἰς Φρεγέλλας ῥεῖ καὶ Μιντούρνας.
それから、プライネストゥスの上方の山々にある都市、すなわちヘルニキ人の小都市カピトゥルム、注目すべき都市アナグニア、そしてケレアテ、ソラであり、ソラの傍らをリリス川が通り過ぎてフレゲッラエとミントゥルナエへと流れている。
ἔπειτα ἄλλα τινὰ καὶ Ὀυέναφρον, ὅθεν τὸ κάλλιστον ἔλαιον·
その後、他のいくつかの都市とウェナフルムがあり、そこからは最も優れたオリーブ油が産出される。
ἡ μὲν οὖν πόλις ἐφʼ ὕψους κεῖται, παραρρεῖ δὲ τὴν τοῦ λόφου ῥίζαν ὁ Ὀυουλτοῦρνος, ὃς καὶ παρὰ τὸ Κασιλῖνον ἐνεχθεὶς ἐκδίδωσι κατὰ τὴν ὁμώνυμον αὐτῷ πόλιν.
この都市は高台に位置しており、その丘の麓をウουλトゥルヌス川が流れており、この川はカシリヌムの傍らを流れて、同名の都市のところで注ぎ出している。
Αἰσερνία δὲ καὶ Ἀλλιφαὶ ἤδη Σαυνιτικαὶ πόλεις εἰσίν, ἡ μὲν ἀνῃρημένη κατὰ τὸν Μαρσικὸν πόλεμον ἡ δʼ ἔτι συμμένουσα.
アイセルニアとアッリファエはすでにサムニウム人の都市であり、前者は同盟国戦争において破壊されたが、後者は現在も存続している。