§5.3.8ταῦτα μὲν οὖν ἡ φύσις τῆς χώρας παρέχεται τὰ εὐτυχήματα τῇ πόλει, προσέθεσαν δὲ Ῥωμαῖοι καὶ τὰ ἐκ τῆς προνοίας.
このように、土地の自然は都市に好都合な恩恵をもたらしているが、ローマ人はこれに加えて、先見の明によるものをも付け加えた。
τῶν γὰρ Ἑλλήνων περὶ τὰς κτίσεις εὐστοχῆσαι μάλιστα δοξάντων, ὅτι κάλλους ἐστοχάζοντο καὶ ἐρυμνότητος καὶ λιμένων καὶ χώρας εὐφυοῦς, οὗτοι προὐνόησαν μάλιστα ὧν ὠλιγώρησαν ἐκεῖνοι, στρώσεως ὁδῶν καὶ ὑδάτων εἰσαγωγῆς καὶ ὑπονόμων τῶν δυναμένων ἐκκλύζειν τὰ λύματα τῆς πόλεως εἰς τὸν Τίβεριν.
というのも、ギリシア人たちは美しさや堅固さ、港、そして恵まれた土地を目指したため、都市の建設において最も成功したと見なされているが、ローマ人は彼らが軽視したこと、すなわち、道路の舗装、水の導入、そして都市の汚水をテヴェレ川へと洗い流すことのできる下水道の整備に対して、最も先見の明を働かせたからである。
ἔστρωσαν δὲ καὶ τὰς κατὰ τὴν χώραν ὁδούς, προσθέντες ἐκκοπάς τε λόφων καὶ ἐγχώσεις κοιλάδων, ὥστε τὰς ἁρμαμάξας δέχεσθαι πορθμείων φορτία·
彼らはまた、郊外の道路も舗装し、丘の掘削や谷の埋め立てを付け加えることで、荷車が船の荷物を受け取れるようにした。
οἱ δʼ ὑπόνομοι συννόμῳ λίθῳ κατακαμφθέντες ὁδοὺς ἁμάξαις χόρτου πορευτὰς ἐνίας ἀπολελοίπασι.
また、下水道は、ぴったりと合わされた石でアーチ状に造られており、場所によっては干し草を積んだ馬車が通れるほどの通路を残している。
τοσοῦτον δʼ ἐστὶ τὸ εἰσαγώγιμον ὕδωρ διὰ τῶν ὑδραγωγίων, ὥστε ποταμοὺς διὰ τῆς πόλεως καὶ τῶν ὑπονόμων ῥεῖν, ἅπασαν δὲ οἰκίαν σχεδὸν δεξαμενὰς καὶ σίφωνας καὶ κρουνοὺς ἔχειν ἀφθόνους, ὧν πλείστην ἐπιμέλειαν ἐποιήσατο Μάρκος Ἀγρίππας, πολλοῖς καὶ ἄλλοις ἀναθήμασι κοσμήσας τὴν πόλιν.
また、水道を通じて導入される水の量は非常に多く、川が都市や下水道を通って流れるほどであり、ほぼすべての家が貯水槽や導水管、そして豊富な噴水を備えている。 これらについては、マルクス・アグリッパが最も大きな配慮を払い、他の多くの寄進物によっても都市を飾った。
ὡς δʼ εἰπεῖν, οἱ παλαιοὶ μὲν τοῦ κάλλους τῆς Ῥώμης ὠλιγώρουν, πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες·
言ってみれば、古代の人々はローマの美しさを軽視し、他のより大きく、より必要な事柄に専念していた。
οἱ δʼ ὕστερον καὶ μάλιστα οἱ νῦν καὶ καθʼ ἡμᾶς οὐδὲ τούτου καθυστέρησαν, ἀλλʼ ἀναθημάτων πολλῶν καὶ καλῶν ἐπλήρωσαν τὴν πόλιν.
しかし、後代の人々、とりわけ現代、すなわち私たちの時代の人々は、この点においても遅れをとることはなく、多くの美しい寄進物で都市を満たした。
καὶ γὰρ Πομπήιος καὶ ὁ θεὸς Καῖσαρ καὶ ὁ Σεβαστὸς καὶ οἱ τούτου παῖδες καὶ οἱ φίλοι καὶ γυνὴ καὶ ἀδελφὴ πᾶσαν ὑπερεβάλοντο σπουδὴν καὶ δαπάνην εἰς τὰς κατασκευάς·
実に、ポンペイウス、神君カエサル、アウグストゥス、そして彼の子供たち、友人たち、妻、姉妹は、建設に対してあらゆる熱意と費用を惜しまなかった。
τούτων δὲ τὰ πλεῖστα ὁ Μάρτιος ἔχει κάμπος πρὸς τῇ φύσει προσλαβὼν καὶ τὸν ἐκ τῆς προνοίας κόσμον.
そして、これらの大部分をマルスの原が占めており、自然の恩恵に加えて、先見の明による装飾をも受け入れている。
καὶ γὰρ τὸ μέγεθος τοῦ πεδίου θαυμαστὸν ἅμα καὶ τὰς ἁρματοδρομίας καὶ τὴν ἄλλην ἱππασίαν ἀκώλυτον παρέχον τῷ τοσούτῳ πλήθει τῶν σφαίρᾳ καὶ κρίκῳ καὶ παλαίστρᾳ γυμναζομένων·
というのも、この平原の広さは驚くべきものであり、同時に、ボールや輪、あるいはパライストラで鍛えるこれほど多くの群衆に対して、戦車競走やその他の乗馬の訓練を妨げられることなく行わせる場を提供している。
καὶ τὰ περικείμενα ἔργα καὶ τὸ ἔδαφος ποάζον διʼ ἔτους καὶ τῶν λόφων στεφάναι τῶν ὑπὲρ τοῦ ποταμοῦ μέχρι τοῦ ῥείθρου σκηνογραφικὴν ὄψιν ἐπιδεικνύμεναι δυσαπάλλακτον παρέχουσι τὴν θέαν.
また、周囲の建造物や、一年中緑を保つ地面、そして川の上の丘の連なりが川の流れにまで至る様子は、舞台背景のような景観を呈しており、立ち去りがたいほどの眺めを提供している。
πλησίον δʼ ἐστὶ τοῦ πεδίου τούτου καὶ ἄλλο πεδίον καὶ στοαὶ κύκλῳ παμπληθεῖς καὶ ἄλση καὶ θέατρα τρία καὶ ἀμφιθέατρον καὶ ναοὶ πολυτελεῖς καὶ συνεχεῖς ἀλλήλοις, ὡς πάρεργον ἂν δόξαιεν ἀποφαίνειν τὴν ἄλλην πόλιν.
この平原の近くにはもう一つの平原があり、その周囲には非常に多くの列柱廊や、木立ち、三つの劇場、円形劇場、そして互いに隣り合う豪華な神殿があり、それらは都市の他の部分をまるでおまけのように見せるほどである。
διόπερ ἱεροπρεπέστατον νομίσαντες τοῦτον τὸν τόπον καὶ τὰ τῶν ἐπιφανεστάτων μνήματα ἐνταῦθα κατεσκεύασαν ἀνδρῶν καὶ γυναικῶν.
それゆえ、彼らはこの場所を最も神聖なものと見なし、最も著名な人々や女性たちの墓をここに建設した。
ἀξιολογώτατον δὲ τὸ Μαυσώλειον καλούμενον, ἐπὶ κρηπῖδος ὑψηλῆς λευκολίθου πρὸς τῷ ποταμῷ χῶμα μέγα, ἄχρι κορυφῆς τοῖς ἀειθαλέσι τῶν δένδρων συνηρεφές·
最も注目すべきものは「マウソレウム」と呼ばれるもので、川の近くにある白い石の高い台座の上に築かれた巨大な土塁であり、その頂上に至るまで常緑の樹木で覆われている。
ἐπʼ ἄκρῳ μὲν οὖν εἰκών ἐστι χαλκῆ τοῦ Σεβαστοῦ Καίσαρος, ὑπὸ δὲ τῷ χώματι θῆκαί εἰσιν αὐτοῦ καὶ τῶν συγγενῶν καὶ οἰκείων, ὄπισθεν δὲ μέγα ἄλσος περιπάτους θαυμαστοὺς ἔχον·
その頂上にはアウグストゥス・カエサルの青銅像があり、土塁の下には彼自身と一族および親族の墓室がある。 また、その背後には素晴らしい散歩道を持つ広大な木立ちがある。
ἐν μέσῳ δὲ τῷ πεδίῳ ὁ τῆς καύστρας αὐτοῦ περίβολος καὶ οὗτος λίθου λευκοῦ, κύκλῳ μὲν περικείμενον ἔχων σιδηροῦν περίφραγμα, ἐντὸς δʼ αἰγείροις κατάφυτος.
平原の中央には彼の火葬場の囲いがあり、これも白い石で造られ、周囲には鉄の柵が巡らされ、内部にはポプラの木が植えられている。
πάλιν δʼ εἴ τις εἰς τὴν ἀγορὰν παρελθὼν τὴν ἀρχαίαν ἄλλην ἐξ ἄλλης ἴδοι παραβεβλημένην ταύτῃ καὶ βασιλικὰς στοὰς καὶ ναούς, ἴδοι δὲ καὶ τὸ Καπιτώλιον καὶ τὰ ἐνταῦθα ἔργα καὶ τὰ ἐν τῷ Παλατίῳ καὶ τῷ τῆς Λιβίας περιπάτῳ, ῥᾳδίως ἐκλάθοιτʼ ἂν τῶν ἔξωθεν.
さらに、もし誰かが古代のフォルムへと進み、その傍らに次々と並べられた他のフォルムや、バシリカの列柱廊、神殿を見、またカピトリウムやそこにある建造物、パラティウムやリウィアの散歩道にあるものを見るならば、外部のものを容易に忘れてしまうであろう。
τοιαύτη μὲν ἡ Ῥώμη.
ローマとはこのような都市である。