§5.3.9τῶν δʼ ἄλλων τῆς Λατίνης πόλεων τὰς μὲν ἑτέροις γνωρίσμασι τὰς δὲ ὁδοῖς ἀφορίσαιτʼ ἄν τις ταῖς γνωριμωτάταις, ὅσαι διὰ τῆς Λατίνης ἔστρωνται· ἢ γὰρ ἐπὶ ταύταις ἢ παρὰ ταύταις ἢ μεταξὺ ἵδρυνται.
关于拉提姆的其他城市,人们可以根据其他特征来区分一些,而根据通过拉提姆铺设的最著名的道路来区分另一些;因为它们或坐落于这些道路之上,或在道路旁,或在它们之间。
γνωριμώταται δὲ τῶν ὁδῶν ἥ τε Ἀππία καὶ ἡ Λατίνη καὶ ἡ Ὀυαλερία, ἡ μὲν τὰ πρὸς θάλατταν ἀφορίζουσα μέρη τῆς Λατίνης μέχρι Σινοέσσης, ἡ δὲ τὰ πρὸς τῇ Σαβίνῃ μέχρι Μαρσῶν, μέση δʼ αὐτῶν ἡ Λατίνη ἡ συμπίπτουσα τῇ Ἀππίᾳ κατὰ Κασιλῖνον, πόλιν διέχουσαν Καπύης ἐννεακαίδεκα σταδίους.
在这些道路中,最著名的是阿皮亚大道、拉蒂纳大道和瓦莱里亚大道。 第一条(阿皮亚)确定了拉提姆朝向大海直至西努埃萨的部分,第二条(瓦莱里亚)确定了靠近萨宾直至马尔西人的部分,而拉蒂纳大道则位于它们中间,在卡西里努姆(一座距离卡普阿十九斯塔迪翁的城市)附近与阿皮亚大道汇合。
ἄρχεται δὲ ἀπὸ τῆς Ἀππίας, ἐν ἀριστερᾷ ἀπʼ αὐτῆς ἐκτρεπομένη πλησίον Ῥώμης, εἶτα διὰ τοῦ Τουσκλανοῦ ὄρους ὑπερβᾶσα μεταξὺ Τούσκλου πόλεως καὶ τοῦ Ἀλβανοῦ ὄρους κάτεισιν ἐπὶ Ἄλγιδον πολίχνιον καὶ Πικτὰς πανδοχεῖα.
它(拉蒂纳大道)起点于阿皮亚大道,在罗马附近向其左侧分岔,然后越过图斯库鲁姆山,在图斯库鲁姆城与阿尔巴努姆山之间下行,到达阿尔吉杜斯小镇和皮克泰旅馆。
εἶτα συμπίπτει καὶ ἡ Λαβικανή, ἀρχομένη μὲν ἀπὸ τῆς Ἠσκυλίνης πύλης ἀφʼ ἧς καὶ ἡ Πραινεστίνη, ἐν ἀριστερᾷ δʼ ἀφεῖσα καὶ ταύτην καὶ τὸ πεδίον τὸ Ἠσκυλῖνον πρόεισιν ἐπὶ πλείους τῶν ἑκατὸν καὶ εἴκοσι σταδίων, καὶ πλησιάσασα τῷ Λαβικῷ παλαιῷ κτίσματι κατεσπασμένῳ, κειμένῳ δʼ ἐφʼ ὕψους, τοῦτο μὲν καὶ τὸ Τούσκουλον ἐν δεξιοῖς ἀπολείπει, τελευτᾷ δὲ πρὸς τὰς Πικτὰς καὶ τὴν Λατίνην· διέχει δὲ τῆς Ῥώμης τὸ χωρίον τοῦτο διακοσίους καὶ δέκα σταδίους.
随后,拉比卡纳大道也在此汇合,它起点于埃斯奎里纳门(普赖内斯蒂纳大道也从此起点),将这条大道和埃斯奎里努斯平原留在左侧,向前延伸了一百二十多斯塔迪翁,在接近已废弃且位于高处的古老定居点拉比库姆时,将它和图斯库鲁姆留在右侧,终点于皮克泰和拉蒂纳大道;而这个地方距离罗马二百一十斯塔迪翁。
εἶθʼ ἑξῆς μὲν ἐπʼ αὐτῆς τῆς Λατίνης εἰσὶν ἐπίσημοι κατοικίαι καὶ πόλεις Φερεντῖνον, Φρουσινών, παρʼ ἣν ὁ Κόσας ῥεῖ ποταμός, Φαβρατερία, παρʼ ἣν ὁ Τρῆρος ῥεῖ, Ἀκουῖνον μεγάλη πόλις, παρʼ ἣν ὁ Μέλπις ῥεῖ ποταμὸς μέγας, Ἰντεράμνιον ἐν συμβολῇ δυεῖν ποταμῶν κείμενον Λείριός τε καὶ ἑτέρου, Κασῖνον καὶ αὕτη πόλις ἀξιόλογος, ὑστάτη τῶν Λατίνων· τὸ γὰρ Τέανον τὸ καλούμενον Σιδικῖνον ἐφεξῆς κείμενον ἐκ τοῦ ἐπιθέτου δηλοῦται διότι τῶν Σιδικίνων ἐστίν.
接下来,在拉蒂纳大道本身上,依次有著名的定居点和城市:费伦蒂努姆、弗鲁西诺(科萨斯河流经其旁)、法布拉泰里亚(特雷鲁斯河流经其旁)、阿奎努姆大城(大河梅尔皮斯河流经其旁)、坐落在利里斯河与另一条河流交汇处的因特拉姆尼乌姆,以及卡西努姆,这也是一座值得一提的城市,是拉提姆人的最后一座城市;因为接下来的一座,被称为西迪基努姆的泰阿努姆,由其别称表明它是属于西迪基尼人的。
οὗτοι δὲ Ὄσκοι, Καμπανῶν ἔθνος ἐκλελοιπός, ὥστε λέγοιτʼ ἂν τῆς Καμπανίας καὶ αὕτη, μεγίστη οὖσα τῶν ἐπὶ τῇ Λατίνῃ πόλεων.
这些人是奥斯坎人,是已消灭的坎帕尼亚人部落,因此这座城市也可以说是属于坎帕尼亚的,尽管它是拉蒂纳大道上最大的城市。
καὶ ἡ ἐφεξῆς ἡ τῶν Καληνῶν καὶ αὕτη ἀξιόλογος, συνάπτουσα τῷ Κασιλίνῳ.
接下来是卡莱尼人的城市,这也是一座值得一提的城市,与卡西里努姆相连。
§5.3.10Ἐφʼ ἑκάτερα δὲ τῆς Λατίνης ἐν δεξιᾷ μέν εἰσιν αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ἀππίας Σητία τε καὶ Σιγνία, φέρουσαι οἶνον ἡ μὲν τῶν πολυτελῶν ἕνα ἡ δὲ τὸν σταλτικώτατον κοιλίας τὸν Σιγνῖνον λεγόμενον.
在拉蒂纳大道的两旁,右侧是位于它与阿皮亚大道之间的塞蒂亚和西格尼亚,它们产葡萄酒,前者产名贵酒之一,后者产被称为西格尼亚的、对肠胃最起收敛作用的葡萄酒。
πρὸς δὲ ταύταις ἐστὶ Πρίβερνον καὶ Κόρα καὶ Σύεσσα * Τραπόντιόν τε καὶ Ὀυελίτραι καὶ Ἀλέτριον· ἔτι δὲ Φρεγέλλαι, παρʼ ἣν ὁ Λεῖρις ῥεῖ ὁ εἰς τὰς Μιντούρνας ἐκδιδούς, νῦν μὲν κώμη, πόλις δέ ποτε γεγονυῖα ἀξιόλογος καὶ τὰς πολλὰς τῶν ἄρτι λεχθεισῶν περιοικίδας πρότερον ἐσχηκυῖα, αἳ νῦν εἰς αὐτὴν συνέρχονται ἀγοράς τε ποιούμεναι καὶ ἱεροποιίας τινάς· κατεσκάφη δʼ ὑπὸ Ῥωμαίων ἀποστᾶσα.
除了这些之外,还有普里韦尔努姆、科拉、苏埃萨、特拉庞蒂乌姆、维利特拉埃和阿莱特里乌姆;此外还有弗雷格拉埃,流向明图尔奈的利里斯河流经其旁,现在虽是一个村庄,但曾是一座值得一提的城市,并且以前曾拥有刚才提到的许多周边城市作为其属地,这些属地的人现在仍到此聚集进行集市和某些祭祀仪式;但它因反叛而被罗马人摧毁。
πλεῖσται δʼ εἰσὶ καὶ τούτων καὶ τῶν ἐν τῇ Λατίνῃ καὶ τῶν ἐπέκεινα ἐν τῇ Ἑρνίκων τε καὶ Αἴκων καὶ Ὀυόλσκων ἱδρυμέναι, Ῥωμαίων δʼ εἰσὶ κτίσματα.
这些城市中的大多数,无论是在拉蒂纳大道上的,还是在其以外坐落在赫尔尼基人、埃奎人和沃尔斯基人领地上的,都是罗马人的定居点。
ἐν ἀριστερᾷ δὲ τῆς Λατίνης αἱ μεταξὺ αὐτῆς καὶ τῆς Ὀυαλερίας, Γάβιοι μὲν ἐν τῇ Πραινεστίνῃ ὁ δῷ κειμένη, λατόμιον ἔχουσα ὑπουργὸν τῇ Ῥώμῃ μάλιστα τῶν ἄλλων, διέχουσα τὸ ἴσον τῆς Ῥώμης τε καὶ Πραινεστοῦ, περὶ ἑκατὸν σταδίους· εἶθʼ ἡ Πραινεστός, περὶ ἧς αὐτίκα ἐροῦμεν· εἶθʼ αἱ ἐν τοῖς ὄρεσι τοῖς ὑπὲρ Πραινεστόν, ἥ τε τῶν Ἑρνίκων πολίχνη Καπίτουλον καὶ Ἀναγνία πόλις ἀξιόλογος, καὶ Κερεᾶτε καὶ Σῶρα, παρʼ ἣν ὁ Λεῖρις παρεξιὼν εἰς Φρεγέλλας ῥεῖ καὶ Μιντούρνας.
在拉蒂纳大道的左侧,是介于它与瓦莱里亚大道之间的城市:加比衣位于普赖内斯蒂纳大道上,拥有一个比其他任何石矿都更能服务于罗马的石矿,距离罗马和普赖内斯特相等,约一百斯塔迪翁;然后是普赖内斯特,我们稍后会谈到它;然后是普赖内斯特上方山区的城市,即赫尔尼基人的小镇卡皮图卢姆和著名的城市阿纳尼亚,以及凯雷阿特和索拉,利里斯河流经索拉旁,流向弗雷格拉埃和明图尔奈。
ἔπειτα ἄλλα τινὰ καὶ Ὀυέναφρον, ὅθεν τὸ κάλλιστον ἔλαιον· ἡ μὲν οὖν πόλις ἐφʼ ὕψους κεῖται, παραρρεῖ δὲ τὴν τοῦ λόφου ῥίζαν ὁ Ὀυουλτοῦρνος, ὃς καὶ παρὰ τὸ Κασιλῖνον ἐνεχθεὶς ἐκδίδωσι κατὰ τὴν ὁμώνυμον αὐτῷ πόλιν.
然后是其他一些地方和温纳弗鲁姆,那里产最优质的橄榄油;这座城市建在高处,沃尔图尔努斯河流经山丘脚下,这条河在流经卡西里努姆旁之后,在与其同名的城市处入海。
Αἰσερνία δὲ καὶ Ἀλλιφαὶ ἤδη Σαυνιτικαὶ πόλεις εἰσίν, ἡ μὲν ἀνῃρημένη κατὰ τὸν Μαρσικὸν πόλεμον ἡ δʼ ἔτι συμμένουσα.
艾塞尔尼亚和阿利法埃已经是萨姆尼乌姆人的城市,前者在马尔西战争中被摧毁,而后者至今仍然存在。