§5.3.11̔η Ὀυαλερία δʼ ἄρχεται μὲν ἀπὸ Τιβούρων, ἄγει δʼ ἐπὶ Μαρσοὺς καὶ Κορφίνιον τὴν τῶν Πελίγνων μητρόπολιν.
ウァレリア街道はティブルから始まり、マルシ人の地とペリグニ人の首都コルフィニウムへと通じている。
εἰσὶ δʼ ἐν αὐτῇ Λατῖναι πόλεις Ὀυαρία τε καὶ Καρσέολοι καὶ Ἄλβα, πλησίον δὲ καὶ πόλις Κούκουλον.
その街道沿いには、ラティウムの都市であるウァリア、カルセオリ、アルバがあり、近くにはククルムという都市もある。
ἐν ὄψει δʼ εἰσὶ τοῖς ἐν Ῥώμῃ Τίβουρά τε καὶ Πραινεστὸς καὶ Τοῦσκλον.
ローマにいる人々にとっては、ティブル、プライネストゥス、トゥスクルムは目に見えるところにある。
Τίβουρα μέν, ᾗ τὸ Ἡράκλειον καὶ ὁ καταράκτης, ὃν ποιεῖ πλωτὸς ὢν ὁ Ἀνίων ἀφʼ ὕψους μεγάλου καταπίπτων εἰς φάραγγα βαθεῖαν καὶ καταλσῆ πρὸς αὐτῇ τῇ πόλει.
ティブルには、ヘラクレスの神殿があり、また滝がある。 この滝は、アニオ川(可航河川である)が、非常に高いところから、まさにその都市の傍らにある、木々の生い茂る深い峡谷へと落下することによって形成される。
ἐντεῦθεν δὲ διέξεισι πεδίον εὐκαρπότατον παρὰ τὰ μέταλλα τοῦ λίθου τοῦ Τιβουρτίνου καὶ τοῦ ἐν Γαβίοις τοῦ καὶ ἐρυθροῦ λεγομένου, ὥστε τὴν ἐκ τῶν μετάλλων ἐξαγωγὴν καὶ τὴν πορθμείαν εὐμαρῆ τελέως εἶναι, τῶν πλείστων ἔργων τῆς Ῥώμης ἐντεῦθεν κατασκευαζομένων.
そこから川は非常に肥沃な平原を通り抜け、ティブル石の石切り場や、赤石とも呼ばれるガビイの石の石切り場の傍らを流れる。 その結果、石切り場からの搬出と水路による運搬は完全に容易であり、ローマの建築の大部分がそこから供給される材料で建設されている。
ἐν δὲ τῷ πεδίῳ τούτῳ καὶ τὰ Ἄλβουλα καλούμενα ῥεῖ ὕδατα ψυχρὰ ἐκ πολλῶν πηγῶν, πρὸς ποικίλας νόσους καὶ πίνουσι καὶ ἐγκαθημένοις ὑγιεινά·
この平原の中には、多くの水源から冷たい水が湧き出る、アルブラと呼ばれる温泉も流れており、これは飲用にする人々にも、また浸かる人々にも、様々な病気に対して健康に良い。
τοιαῦτα δὲ καὶ τὰ Λαβανά, οὐκ ἄπωθεν τούτων ἐν τῇ Νωμεντανῇ καὶ τοῖς περὶ Ἠρητὸν τόποις.
ラバナの泉も同様のものであり、それらから遠くないノメントゥム街道沿い、およびエレトゥム周辺の地域にある。
Πραινεστὸς δʼ ἐστὶν ὅπου τὸ τῆς Τύχης ἱερὸν ἐπίσημον χρηστηριάζον.
プライネストゥスは、神託を告げることで有名な、フォルトゥナの神殿がある場所である。
ἀμφότεραι δʼ αἱ πόλεις αὗται τῇ αὐτῇ προσιδρυμέναι τυγχάνουσιν ὀρεινῇ, διέχουσι δʼ ἀλλήλων ὅσον σταδίους ἑκατόν, τῆς δὲ Ῥώμης Πραινεστὸς μὲν καὶ διπλάσιον, Τίβουρα δʼ ἔλαττον.
これら両方の都市は、たまたま同じ山脈の麓に築かれており、互いに約100スタディオン離れており、ローマからは、プライネストゥスはその2倍、ティブルはそれ以下である。
φασὶ δʼ Ἑλληνίδας ἀμφοτέρας·
人々は、両方ともギリシアの起源の都市であると言っている。
Πραινεστὸν γοῦν Πολυστέφανον καλεῖσθαι πρότερον.
少なくともプライネストゥスは以前はポリュステファノスと呼ばされていた。
ἐρυμνὴ μὲν οὖν ἑκατέρα, πολὺ δʼ ἐρυμνοτέρα Πραινεστός·
さて、どちらも険しく堅固であるが、プライネストゥスははるかに堅固である。
ἄκραν γὰρ ἔχει τῆς μὲν πόλεως ὕπερθεν ὄρος ὑψηλόν, ὄπισθεν δʼ ἀπὸ τῆς συνεχούσης ὀρεινῆς αὐχένι διεζευγμένον, ὑπεραῖρον καὶ δυσὶ σταδίοις τούτου πρὸς ὀρθίαν ἀνάβασιν.
というのも、都市の上方に高い山があり、それがアクロポリスとなっており、背後では、連なる山脈から尾根によって隔てられていて、垂直の登り坂でこれよりも2スタディオンも上回ってそびえ立っているからである。
πρὸς δὲ τῇ ἐρυμνότητι καὶ διώρυξι κρυπταῖς διατέτρηται πανταχόθεν μέχρι τῶν πεδίων ταῖς μὲν ὑδρείας χάριν ταῖς δʼ ἐξόδων λαθραίων, ὧν ἐν μιᾷ Μάριος πολιορκούμενος ἀπέθανε.
また、その堅固さに加えて、いたるところに平原まで達する暗渠が掘られており、あるものは給水のため、またあるものは秘密の脱出口のためである。 そのうちの一つのなかで、マリウスは包囲されて死亡した。
ταῖς μὲν οὖν ἄλλαις πόλεσι πλεῖστον τὸ εὐερκὲς πρὸς ἀγαθοῦ τίθεται, Πραινεστίνοις δὲ συμφορὰ γεγένηται διὰ τὰς Ῥωμαίων στάσεις.
さて、他の都市にとっては、防備が堅いことは極めて有益なこととされるが、プライネストゥス人にとっては、ローマの内乱のせいでそれが災いとなった。
καταφεύγουσι γὰρ ἐκεῖσε οἱ νεωτερίσαντες·
なぜなら、反乱を起こした者たちがそこへ逃げ込むからである。
ἐκπολιορκηθέντων δέ, πρὸς τῇ κακώσει τῆς πόλεως καὶ τὴν χώραν ἀπαλλοτριοῦσθαι συμβαίνει, τῆς αἰτίας μεταφερομένης ἐπὶ τοὺς ἀναιτίους.
そして彼らが攻め落とされると、都市の破壊に加えて、土地が没収されることにもなり、その責任は無実の人々に転嫁されるのである。
ῥεῖ δὲ διὰ τῆς χώρας Ὀυέρεστις ποταμός.
この地方をウェレスティス川が流れている。
πρὸς ἕω δὲ τῆς Ῥώμης εἰσὶν αἱ λεχθεῖσαι πόλεις.
先に述べた都市はローマの東に位置している。