§5.3.8ταῦτα μὲν οὖν ἡ φύσις τῆς χώρας παρέχεται τὰ εὐτυχήματα τῇ πόλει, προσέθεσαν δὲ Ῥωμαῖοι καὶ τὰ ἐκ τῆς προνοίας.
因此,这些是土地的自然条件为城市带来的恩赐,而罗马人还增加了源于先见之明的建设。
τῶν γὰρ Ἑλλήνων περὶ τὰς κτίσεις εὐστοχῆσαι μάλιστα δοξάντων, ὅτι κάλλους ἐστοχάζοντο καὶ ἐρυμνότητος καὶ λιμένων καὶ χώρας εὐφυοῦς, οὗτοι προὐνόησαν μάλιστα ὧν ὠλιγώρησαν ἐκεῖνοι, στρώσεως ὁδῶν καὶ ὑδάτων εἰσαγωγῆς καὶ ὑπονόμων τῶν δυναμένων ἐκκλύζειν τὰ λύματα τῆς πόλεως εἰς τὸν Τίβεριν.
因为希腊人被认为在建立城市方面最为成功,因为他们追求美观、险要、港口和富饶的土地,而这些罗马人则特别预先考虑了那些被希腊人所忽视的事情,即道路的铺设、引水以及能够将城市污物冲洗进泰伯河的下水道。
ἔστρωσαν δὲ καὶ τὰς κατὰ τὴν χώραν ὁδούς, προσθέντες ἐκκοπάς τε λόφων καὶ ἐγχώσεις κοιλάδων, ὥστε τὰς ἁρμαμάξας δέχεσθαι πορθμείων φορτία· οἱ δʼ ὑπόνομοι συννόμῳ λίθῳ κατακαμφθέντες ὁδοὺς ἁμάξαις χόρτου πορευτὰς ἐνίας ἀπολελοίπασι.
他们还铺设了乡村的道路,增加了对山丘的开凿和对山谷的填平,以便载重马车能够直接接收货船的货物;而用严密拼接的石材拱建的下水道,在某些地方留出了可供运草马车通行的通道。
τοσοῦτον δʼ ἐστὶ τὸ εἰσαγώγιμον ὕδωρ διὰ τῶν ὑδραγωγίων, ὥστε ποταμοὺς διὰ τῆς πόλεως καὶ τῶν ὑπονόμων ῥεῖν, ἅπασαν δὲ οἰκίαν σχεδὸν δεξαμενὰς καὶ σίφωνας καὶ κρουνοὺς ἔχειν ἀφθόνους, ὧν πλείστην ἐπιμέλειαν ἐποιήσατο Μάρκος Ἀγρίππας, πολλοῖς καὶ ἄλλοις ἀναθήμασι κοσμήσας τὴν πόλιν.
通过输水道引入的水量如此之大,以至于河流穿过城市和下水道流淌,几乎每家每户都拥有蓄水池、管道和源源不断的喷泉;马尔库斯·阿格里帕对此倾注了最大的心血,他还用许多其他献纳物装饰了这座城市。
ὡς δʼ εἰπεῖν, οἱ παλαιοὶ μὲν τοῦ κάλλους τῆς Ῥώμης ὠλιγώρουν, πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες· οἱ δʼ ὕστερον καὶ μάλιστα οἱ νῦν καὶ καθʼ ἡμᾶς οὐδὲ τούτου καθυστέρησαν, ἀλλʼ ἀναθημάτων πολλῶν καὶ καλῶν ἐπλήρωσαν τὴν πόλιν.
总的来说,古人忽视了罗马的美观,因为他们专注于其他更大、更必要的事情;但后人,尤其是现在和我们时代的人,在这一点上也没有落后,而是用许多美丽精巧的献纳物填满了这座城市。
καὶ γὰρ Πομπήιος καὶ ὁ θεὸς Καῖσαρ καὶ ὁ Σεβαστὸς καὶ οἱ τούτου παῖδες καὶ οἱ φίλοι καὶ γυνὴ καὶ ἀδελφὴ πᾶσαν ὑπερεβάλοντο σπουδὴν καὶ δαπάνην εἰς τὰς κατασκευάς· τούτων δὲ τὰ πλεῖστα ὁ Μάρτιος ἔχει κάμπος πρὸς τῇ φύσει προσλαβὼν καὶ τὸν ἐκ τῆς προνοίας κόσμον.
因为庞培、神圣的凯撒、奥古斯都,以及他的子嗣、朋友、妻子和姐妹,在建筑上投入了超越一切的热忱和资金;而这些建筑大多位于战神广场,它在自然条件之外,又增添了源于先见之明的装饰。
καὶ γὰρ τὸ μέγεθος τοῦ πεδίου θαυμαστὸν ἅμα καὶ τὰς ἁρματοδρομίας καὶ τὴν ἄλλην ἱππασίαν ἀκώλυτον παρέχον τῷ τοσούτῳ πλήθει τῶν σφαίρᾳ καὶ κρίκῳ καὶ παλαίστρᾳ γυμναζομένων· καὶ τὰ περικείμενα ἔργα καὶ τὸ ἔδαφος ποάζον διʼ ἔτους καὶ τῶν λόφων στεφάναι τῶν ὑπὲρ τοῦ ποταμοῦ μέχρι τοῦ ῥείθρου σκηνογραφικὴν ὄψιν ἐπιδεικνύμεναι δυσαπάλλακτον παρέχουσι τὴν θέαν.
因为这片平原的面积惊人,同时为如此众多进行球类、铁环和角力训练的人群提供了毫无阻碍的战车竞技和骑马训练空间;周围的建筑、全年绿草如茵的地面,以及河畔上方直达河道的山丘脊线,呈现出如舞台背景般的景色,构成了令人流连忘返的奇观。
πλησίον δʼ ἐστὶ τοῦ πεδίου τούτου καὶ ἄλλο πεδίον καὶ στοαὶ κύκλῳ παμπληθεῖς καὶ ἄλση καὶ θέατρα τρία καὶ ἀμφιθέατρον καὶ ναοὶ πολυτελεῖς καὶ συνεχεῖς ἀλλήλοις, ὡς πάρεργον ἂν δόξαιεν ἀποφαίνειν τὴν ἄλλην πόλιν.
在这片平原附近还有另一片平原,四周有无数的柱廊、树林、三座剧院、一座圆形剧场,以及彼此相邻的华丽神殿,它们似乎让城市的其他部分显得相形见绌,犹如点缀。
διόπερ ἱεροπρεπέστατον νομίσαντες τοῦτον τὸν τόπον καὶ τὰ τῶν ἐπιφανεστάτων μνήματα ἐνταῦθα κατεσκεύασαν ἀνδρῶν καὶ γυναικῶν.
因此,人们认为这个地方最为神圣,并在此建造了最显赫的男女名人的陵墓。
ἀξιολογώτατον δὲ τὸ Μαυσώλειον καλούμενον, ἐπὶ κρηπῖδος ὑψηλῆς λευκολίθου πρὸς τῷ ποταμῷ χῶμα μέγα, ἄχρι κορυφῆς τοῖς ἀειθαλέσι τῶν δένδρων συνηρεφές· ἐπʼ ἄκρῳ μὲν οὖν εἰκών ἐστι χαλκῆ τοῦ Σεβαστοῦ Καίσαρος, ὑπὸ δὲ τῷ χώματι θῆκαί εἰσιν αὐτοῦ καὶ τῶν συγγενῶν καὶ οἰκείων, ὄπισθεν δὲ μέγα ἄλσος περιπάτους θαυμαστοὺς ἔχον· ἐν μέσῳ δὲ τῷ πεδίῳ ὁ τῆς καύστρας αὐτοῦ περίβολος καὶ οὗτος λίθου λευκοῦ, κύκλῳ μὲν περικείμενον ἔχων σιδηροῦν περίφραγμα, ἐντὸς δʼ αἰγείροις κατάφυτος.
其中最值得一提的是被称为“陵墓”的建筑,它是靠近河畔、建在白色石材高大基座上的巨大土垒,直至顶部都覆盖着常绿树木;在顶端立有奥古斯都凯撒的青铜像,在土垒下方则是他本人、亲属和家族成员的墓穴,后方有一片拥有极佳散步道的巨大林苑;在平原中央是他火葬场的围墙,这也由白石建成,四周环绕着铁栅栏,内部种植着白杨树。
πάλιν δʼ εἴ τις εἰς τὴν ἀγορὰν παρελθὼν τὴν ἀρχαίαν ἄλλην ἐξ ἄλλης ἴδοι παραβεβλημένην ταύτῃ καὶ βασιλικὰς στοὰς καὶ ναούς, ἴδοι δὲ καὶ τὸ Καπιτώλιον καὶ τὰ ἐνταῦθα ἔργα καὶ τὰ ἐν τῷ Παλατίῳ καὶ τῷ τῆς Λιβίας περιπάτῳ, ῥᾳδίως ἐκλάθοιτʼ ἂν τῶν ἔξωθεν.
此外,如果有人走进古老的广场,看到一个接一个与其并列的广场、巴西利卡柱廊和神殿,又看到卡皮托林及其建筑、帕拉蒂尼山上的建筑以及莉薇娅散步道的景观,他会很容易忘记城外的一切。
τοιαύτη μὲν ἡ Ῥώμη.
罗马就是这样的一座城市。