§5.3.7Ἐν δὲ τῇ μεσογαίᾳ πρώτη μὲν ὑπὲρ τῶν Ὠστίων ἐστὶν ἡ Ῥώμη, καὶ μόνη γε ἐπὶ τῷ Τιβέρει κεῖται·
内陸においては、オスティアの上方に位置する最初の都市がローマであり、これだけがテヴェレ川に面している。
περὶ ἧς ὅτι πρὸς ἀνάγκην οὐ πρὸς αἵρεσιν ἔκτισται εἴρηται·
これについては、選択によってではなく必要性によって建設されたということがすでに述べられている。
προσθετέον δʼ ὅτι οὐδʼ οἱ μετὰ ταῦτα προσκτίσαντές τινα μέρη κύριοι τοῦ βελτίονος ἦσαν, ἀλλʼ ἐδούλευον τοῖς προϋποκειμένοις.
しかし、次のことも付け加えられねばならない。 すなわち、その後にいくつかの地区を付け加えて建設した者たちもまた、より良い場所を選ぶ決定権を持っていたわけではなく、かえってあらかじめ存在していた条件に縛られていたのである。
οἱ μέν γε πρῶτοι τὸ Καπιτώλιον καὶ τὸ Παλάτιον καὶ τὸν Κυρῖνον λόφον ἐτείχισαν, ὃς ἦν οὕτως εὐεπίβατος τοῖς ἔξωθεν ὥστʼ ἐξ ἐφόδου Τίτος Τάτιος εἷλεν ἐπελθών, ἡνίκα μετῄει τὴν τῶν ἁρπαγεισῶν παρθένων ὕβριν·
最初の創設者たちはカピトリウムとパラティウム、そしてクィリナリスの丘を城壁で囲んだが、この丘は外部から非常に登りやすかったため、ティトゥス・タティウスが攻め寄せて急襲によってこれを占領したほどであった、彼が略奪された乙女たちに対する暴行の復讐を求めていた時に。
Ἄγκος δὲ Μάρκιος προσλαβὼν τὸ Καίλιον ὄρος καὶ τὸ Ἀβεντῖνον ὄρος καὶ τὸ μεταξὺ τούτων πεδίον, διηρτημένα καὶ ἀπʼ ἀλλήλων καὶ ἀπὸ τῶν προτετειχισμένων, προσέθηκεν ἀναγκαίως·
アンクス・マルキウスは、カエリウスの山とアウェンティヌスの山、およびそれらの間にある平原を取り込んで――これらは互いからも、またすでに城壁で囲まれていた地区からも切り離されていたのであるが――必要に迫られてこれらを付け加えた。
οὔτε γὰρ οὕτως ἐρυμνοὺς λόφους ἔξω τείχους ἐᾶσαι τοῖς βουλομένοις ἐπιτειχίσματα καλῶς εἶχεν, οὔθʼ ὅλον ἐκπληρῶσαι τὸν κύκλον ἴσχυσε τὸν μέχρι τοῦ Κυρίνου.
なぜなら、これほど険しい丘を城壁の外に残して、攻撃を企てる者たちのための砦とすることは好ましくなかったし、さりとてクィリナリスに至るまでの環状の城壁全体を完成させる力もなかったからである。
ἤλεγξε δὲ Σέρουιος τὴν ἔκλειψιν·
セルウィウスはこの欠陥を正した。
ἀνεπλήρωσε γὰρ προσθεὶς τόν τε Ἠσκυλῖνον λόφον καὶ τὸν Ὀυιμίναλιν.
すなわち、エスクィリヌスの丘とウィミナリスの丘を付け加えることで、それを補ったのである。
καὶ ταῦτα δʼ εὐέφοδα τοῖς ἔξωθέν ἐστι· διόπερ τάφρον βαθεῖαν ὀρύξαντες εἰς τὸ ἐντὸς ἐδέξαντο τὴν γῆν, καὶ ἐξέτειναν ὅσον ἑξαστάδιον χῶμα ἐπὶ τῇ ἐντὸς ὀφρύι τῆς τάφρου, καὶ ἐπέβαλον τεῖχος καὶ πύργους ἀπὸ τῆς Κολλίνας πύλης μέχρι τῆς Ἠσκυλίνας.
しかし、これらの場所もまた外部からは攻撃しやすいため、深い堀を掘って、その土を内側に受け入れ、堀の内側の縁の上におよそ6スタディオンに及ぶ土塁を築き、コッリナ門からエスクィリナ門に至るまで城壁と塔を建設した。
ὑπὸ μέσῳ δὲ τῷ χώματι τρίτη ἐστὶ πύλη ὁμώνυμος τῷ Ὀυιμινάλι λόφῳ.
その土塁の中ほどの下には、ウィミナリスの丘と同名の、第三の門がある。
τὸ μὲν οὖν ἔρυμα τοιοῦτόν ἐστι τὸ τῆς πόλεως, ἐρυμάτων ἑτέρων δεόμενον.
それゆえ、この都市の防壁はこのようであり、他の防壁を必要とするものである。
καί μοι δοκοῦσιν οἱ πρῶτοι τὸν αὐτὸν λαβεῖν διαλογισμὸν περί τε σφῶν αὐτῶν καὶ περὶ τῶν ὕστερον, διότι Ῥωμαίοις προσῆκεν οὐκ ἀπὸ τῶν ἐρυμάτων ἀλλὰ ἀπὸ τῶν ὅπλων καὶ τῆς οἰκείας ἀρετῆς ἔχειν τὴν ἀσφάλειαν καὶ τὴν ἄλλην εὐπορίαν, προβλήματα νομίζοντες οὐ τὰ τείχη τοῖς ἀνδράσιν ἀλλὰ τοὺς ἄνδρας τοῖς τείχεσι.
そして、最初の創設者たちは、自分たち自身についても、また後代の者たちについても、次のような同じ考えを抱いていたのだと私には思われる。 すなわち、ローマ人にとっては、防壁によってではなく、武力と自らの徳によって安全とその他の繁栄を得ることがふさわしいということである。 彼らは、壁が人間のための防壁なのではなく、人間こそが壁にとっての防壁であると考えていたのである。
κατʼ ἀρχὰς μὲν οὖν ἀλλοτρίας τῆς κύκλῳ χώρας οὔσης ἀγαθῆς τε καὶ πολλῆς, τοῦ δὲ τῆς πόλεως ἐδάφους εὐεπιχειρήτου, τὸ μακαρισθησόμενον οὐδὲν ἦν τοπικὸν εὐκλήρημα·
したがって、初めのうちは、周囲の肥沃で広大な土地が他人のものであり、都市の敷地自体が攻撃されやすかったため、称賛されるべきいかなる土地の恵みもなかった。
τῇ δʼ ἀρετῇ καὶ τῷ πόνῳ τῆς χώρας οἰκείας γενομένης, ἐφάνη συνδρομή τις ἀγαθῶν ἅπασαν εὐφυΐαν ὑπερβάλλουσα, διʼ ἣν ἐπὶ τοσοῦτον αὐξηθεῖσα ἡ πόλις ἀντέχει τοῦτο μὲν τροφῇ τοῦτο δὲ ξύλοις καὶ λίθοις πρὸς τὰς οἰκοδομίας, ἃς ἀδιαλείπτους ποιοῦσιν αἱ συμπτώσεις καὶ ἐμπρήσεις καὶ μεταπράσεις, ἀδιάλειπτοι καὶ αὗται οὖσαι·
しかし、徳と労苦によってその土地が彼ら自身のものとなると、あらゆる自然の好条件をも凌駕する、さまざまな恩恵の結合が現れた。 それによってこれほど大きく成長した都市は、一方では食糧、他方では建築のための木材や石材によって維持できているのである。 これらの建築は、建物の倒壊や火災、そして転売によって絶え間なく行われており、これらの事態自体もまた絶え間なく起こっている。
καὶ γὰρ αἱ μεταπράσεις ἑκούσιοί τινες συμπτώσεις εἰσί, καταβαλλόντων καὶ ἀνοικοδομούντων πρὸς τὰς ἐπιθυμίας ἕτερα ἐξ ἑτέρων.
というのも、転売とは一種の意図的な倒壊であって、人々が自分たちの好みに応じて建物を壊しては、次から次へと建て直すからである。
πρὸς ταῦτʼ οὖν τό τε τῶν μετάλλων πλῆθος καὶ ἡ ὕλη καὶ οἱ κατακομίζοντες ποταμοὶ θαυμαστὴν παρέχουσι τὴν ὑποχορηγίαν, πρῶτος μὲν Ἀνίων ἐξ Ἄλβας ῥέων τῆς πρὸς Μαρσοῖς Λατίνης πόλεως διὰ τοῦ ὑπʼ αὐτῇ πεδίου μέχρι τῆς πρὸς τὸν Τίβεριν συμβολῆς, ἔπειθʼ ὁ Νὰρ καὶ ὁ Τενέας οἱ διὰ τῆς Ὀμβρικῆς εἰς τὸν αὐτὸν καταφερόμενοι ποταμὸν τὸν Τίβεριν, διὰ δὲ Τυρρηνίας καὶ τῆς Κλουσίνης ὁ Κλάνις.
したがって、これらの需要に対して、多くの石切り場や木材、そしてこれらを運ぶ川が、素晴らしい供給をもたらしている。 第一に、アニオ川であり、これはマルシ人の近くにあるラティウムの都市アルバから流れ出て、その下方の平原を通り、テヴェレ川との合流点にまで至る。 次いで、ナル川とテネアス川であり、これらはウムブリア地方を通って、同じテヴェレ川に流れ下る。 そして、エトルリア地方とクルシウム地方を通るクラニス川である。
ἐπεμελήθη μὲν οὖν ὁ Σεβαστὸς Καῖσαρ τῶν τοιούτων ἐλαττωμάτων τῆς πόλεως, πρὸς μὲν τὰς ἐμπρήσεις συντάξας στρατιωτικὸν ἐκ τῶν ἀπελευθεριωτῶν τὸ βοηθῆσον, πρὸς δὲ τὰς συμπτώσεις τὰ ὕψη τῶν καινῶν οἰκοδομημάτων καθελών, καὶ κωλύσας ἐξαίρειν ποδῶν ἑβδομήκοντα τὸ πρὸς ταῖς ὁδοῖς ταῖς δημοσίαις.
さて、アウグストゥス・カエサルは都市のこのような欠陥に対処した。 すなわち、火災に対しては、消火にあたるための解放奴隷からなる軍隊的な組織を編成し、建物の倒壊に対しては、新しい建物の高さを引き下げ、公道に面した建物の高さを70フィート以上に高くすることを禁じた。
ἀλλʼ ὅμως ἐπέλειπεν ἂν ἡ ἐπανόρθωσις, εἰ μὴ τὰ μέταλλα καὶ ἡ ὕλη καὶ τὸ τῆς πορθμείας εὐμεταχείριστον ἀντεῖχε.
しかし、それでもなお、この改善は行き詰まっていたであろう、もし石切り場や木材、そして水運の容易さが応え続けなかったならば。