§5.3.6μετὰ δὲ Ἄντιον τὸ Κιρκαῖον ἐστὶν ἐν διακοσίοις καὶ ἐνενήκοντα σταδίοις ὄρος νησίζον θαλάττῃ τε καὶ ἕλεσι·
アンティウムの次には、290スタディオンのところにキルカイオンがあり、これは海と湿地によって島のようになっている山である。
φασὶ δὲ καὶ πολύρριζον εἶναι, τάχα τῷ μύθῳ τῷ περὶ τῆς Κίρκης συνοικειοῦντες.
人々はまた、そこには多くの根が生い茂っていると言っているが、これはおそらく、キルケに関する神話に結びつけようとしてのことであろう。
ἔχει δὲ πολίχνιον καὶ Κίρκης ἱερὸν καὶ Ἀθηνᾶς βωμόν, δείκνυσθαι δὲ καὶ φιάλην τινά φασιν Ὀδυσσέως.
そこには小さな町とキルケの神殿、アテナの祭壇があり、オデュッセウスの杯とされるものも示されていると言われている。
μεταξὺ δὲ ὅ τε Στόρας ποταμὸς καὶ ἐπʼ αὐτῷ ὕφορμος.
その間には、ストラス川があり、その河口に停泊所がある。
ἔπειτα προσεχὴς αἰγιαλὸς λιβί, πρὸς αὐτῷ μόνον τῷ Κιρκαίῳ λιμένιον ἔχων.
次いで、南西風に開かれた海岸が続き、キルカイオン自体のすぐそばにだけ小さな港がある。
ὑπέρκειται δʼ ἐν τῇ μεσογαίᾳ τὸ Πωμεντῖνον πεδίον·
内陸にはポメティア平原が広がっている。
τὴν δὲ συνεχῆ ταύτῃ πρότερον Αὔσονες ᾤκουν, οἵπερ καὶ τὴν Καμπανίαν εἶχον, μετὰ δὲ τούτους Ὄσκοι·
これに隣接する土地には、かつてアウソネス人が住んでおり、彼らはカンパニアをも領有していたが、その後にオスコイ人が住んだ。
καὶ τούτοις δὲ μετῆν τῆς Καμπανίας, νῦν δʼ ἅπαντα Λατίνων ἐστὶ μέχρι Σινοέσσης, ὡς εἶπον.
彼らにもカンパニアの一部を共有する権利があったが、今では、私が言ったように、シノエッサに至るまでのすべてがラテン人の土地である。
ἴδιον δέ τι τοῖς Ὄσκοις καὶ τῷ τῶν Αὐσόνων ἔθνει συμβέβηκε·
オスコイ人とアウソネス人の民族には、ある奇妙なことが起きている。
τῶν μὲν γὰρ Ὄσκων ἐκλελοιπότων ἡ διάλεκτος μένει παρὰ τοῖς Ῥωμαίοις, ὥστε καὶ ποιήματα σκηνοβατεῖσθαι κατά τινα ἀγῶνα πάτριον καὶ μιμολογεῖσθαι·
すなわち、オスコイ人は消滅してしまったにもかかわらず、その方言はローマ人の間に残っており、そのため、ある伝統的な競技において、戯曲が舞台で上演され、ものまね劇が演じられるほどである。
τῶν δʼ Αὐσόνων οὐδʼ ἅπαξ οἰκησάντων ἐπὶ τῇ Σικελικῇ θαλάττῃ, τὸ πέλαγος ὅμως Αὐσόνιον καλεῖται.
他方、アウソネス人はシケリア海の沿岸に一度も住んだことがないにもかかわらず、その海はアウソニオン海と呼ばれている。
ἑξῆς δʼ ἐν ἑκατὸν σταδίοις τῷ Κιρκαίῳ Ταρρακῖνα ἐστί, Τραχίνη καλουμένη πρότερον ἀπὸ τοῦ συμβεβηκότος.
次に、キルカイオンから100スタディオンのところにタルラキナがあり、これはかつてその特徴からトラキネと呼ばれていた。
πρόκειται δὲ αὐτῆς μέγα ἕλος ὃ ποιοῦσι δύο ποταμοί· καλεῖται δʼ ὁ μείζων Οὔφης.
その前面には二つの川が作る大きな湿地があり、大きい方の川はウフェスと呼ばれている。
ἐνταῦθα δὲ συνάπτει τῇ θαλάττῃ πρῶτον ἡ Ἀππία ὁδός, ἐστρωμένη μὲν ἀπὸ τῆς Ῥώμης μέχρι Βρεντεσίου, πλεῖστον δʼ ὁδευομένη, τῶν δʼ ἐπὶ θαλάττῃ πόλεων τούτων ἐφαπτομένη μόνον, τῆς τε Ταρρακίνης καὶ τῶν ἐφεξῆς Φορμιῶν τε καὶ Μιντούρνης καὶ Σινοέσσης, καὶ τῶν ἐσχάτων Τάραντός τε καὶ Βρεντεσίου.
ここでアッピア街道が初めて海に接する。 この街道はローマからブレンテシオンまで敷設されており、最も頻繁に通行される街道であるが、沿岸の都市としては、タルラキナと、それに続くフォルミアイ、ミントゥルナイ、シノエッサ、そして末端にあるタラスとブレンテシオンだけにしか接していない。
πλησίον δὲ τῆς Ταρρακίνης βαδίζοντι ἐπὶ τῆς Ῥώμης παραβέβληται τῇ ὁδῷ τῇ Ἀππίᾳ διῶρυξ ἐπὶ πολλοὺς τόπους πληρουμένη τοῖς ἑλείοις τε καὶ τοῖς ποταμίοις ὕδασι·
タルラキナの近くでローマに向かって歩いていくと、アッピア街道に並行して、湿地や川の水で満たされた運河が多くの場所にわたって通っている。
πλεῖται δὲ μάλιστα μὲν νύκτωρ, ὥστʼ ἐμβάντας ἀφʼ ἑσπέρας ἐκβαίνειν πρωίας καὶ βαδίζειν τὸ λοιπὸν τῇ ὁδῷ, ἀλλὰ καὶ μεθʼ ἡμέραν·
船の航行は、とりわけ夜間に行われ、夕方に乗船して朝に下船し、残りの道のりを徒歩で進むようになる。
ῥυμουλκεῖ δʼ ἡμιόνιον.
しかし、昼間にも航行され、ラバが牽引する。
ἑξῆς δὲ Φορμίαι Λακωνικὸν κτίσμα ἐστίν, Ὁρμίαι λεγόμενον πρότερον διὰ τὸ εὔορμον.
次に、フォルミアイはラコニア人の創建した都市であり、かつては停泊の良さからホルミアイと呼ばれていた。
καὶ τὸν μεταξὺ δὲ κόλπον ἐκεῖνοι Καιάταν ὠνόμασαν·
そして、彼らはその間の湾をカイアタと名付けた。
τὰ γὰρ κοῖλα πάντα καιέτας οἱ Λάκωνες προσαγορεύουσιν·
というのも、ラコニア人はすべての窪んだ場所をカイエタスと呼ぶからである。
ἔνιοι δʼ ἐπώνυμον τῆς Αἰνείου τροφοῦ τὸν κόλπον φασίν.
しかし、ある人々は、この湾がアイネイアスの乳母にちなんで名付けられたと言っている。
ἔχει δὲ μῆκος σταδίων ἑκατὸν ἀρξάμενος ἀπὸ Ταρρακίνης μέχρι τῆς ἄκρας τῆς ὁμωνύμου·
この湾はタルラキナから始まって同名の岬に至るまで、100スタディオンの長さがある。
ἀνέωγέ τʼ ἐνταῦθα σπήλαια ὑπερμεγέθη, κατοικίας μεγάλας καὶ πολυτελεῖς δεδεγμένα·
そこには、巨大な洞窟が開いており、これらは大きくて豪華な住居を受け入れている。
ἐντεῦθεν δʼ ἐπὶ τὰς Φορμίας τετταράκοντα.
そこからフォルミアイまでは40スタディオンである。
ταύτης δʼ ἀνὰ μέσον εἰσὶ καὶ Σινοέσσης αἱ Μιντοῦρναι, σταδίους ἑκατέρας διέχουσαι περὶ ὀγδοήκοντα.
フォルミアイとシノエッサの中間にはミントゥルナイがあり、それぞれの都市から約80スタディオン離れている。
διαρρεῖ δὲ Λεῖρις ποταμός, Κλάνις δʼ ἐκαλεῖτο πρότερον·
そこをレイリス川が流れており、かつてはクラニスと呼ばれていた。
φέρεται δʼ ἄνωθεν ἐκ τῶν Ἀπεννίνων ὀρῶν καὶ τῆς * Ὀυηστίνης παρὰ Φρεγέλλας κώμην (πρότερον δʼ ἦν πόλις ἔνδοξος), ἐκπίπτει δʼ εἰς ἄλσος ἱερὸν τιμώμενον περιττῶς ὑπὸ τῶν ἐν Μιντούρναις ὑποκείμενον τῇ πόλει.
この川は上方のアペニン山脈およびウェスティネから流れ下り、プレゲッライ(かつては有名な都市であったが、今は村である)の傍らを通り、ミントゥルナイの住民によって格段に崇拝されている、都市の下方にある聖なる森へと流れ込む。
τῶν δὲ σπηλαίων ἐν ὄψει μάλιστα πρόκεινται δύο νῆσοι πελάγιαι, Πανδατερία τε καὶ Ποντία, μικραὶ μὲν οἰκούμεναι δὲ καλῶς, οὐ πολὺ ἀπʼ ἀλλήλων διέχουσαι, τῆς ἠπείρου δὲ πεντήκοντα ἐπὶ τοῖς διακοσίοις.
これらの洞窟の正面には、沖合に浮かぶ二つの島、パンダテリアとポンティアがあり、これらは小さいが、よく開拓されており、互いにあまり離れておらず、本土からは250スタディオン離れている。
ἔχεται δὲ τοῦ Καιάτου κόλπου τὸ Καίκουβον, τούτου δὲ Φοῦνδοι, πόλις ἐν τῇ ὁδῷ τῇ Ἀππίᾳ κειμένη.
カイアタ湾の次にはカイクブムがあり、その次にはアッピア街道沿いに位置する都市プンドイがある。
πάντες δʼ εἰσὶν οἱ τόποι οὗτοι σφόδρα εὔοινοι·
これらの地域はすべて極めて優れたワインを産する。
ὁ δὲ Καίκουβος καὶ ὁ Φουνδανὸς καὶ ὁ Σητῖνος τῶν διωνομασμένων εἰσί, καθάπερ ὁ Φάλερνος καὶ ὁ Ἀλβανὸς καὶ ὁ Στατανός.
カイクブム、プンドイ、セティアのワインは、ファレルヌス、アルバヌス、スタタヌスのワインと同様に、名高いものに数えられる。
ἡ δὲ Σινόεσσα ἐν κόλπῳ ἵδρυται, ἀφʼ οὗ καὶ τοὔνομα·
シノエッサは湾の中に建てられており、その名もそれに由来している。
σίνος γὰρ ὁ κόλπος·
というのも、湾のことをシノスと言うからである。
πλησίον ἐστὶ δʼ αὐτῆς θερμὰ λουτρὰ κάλλιστα, ποιοῦντα πρὸς νόσους ἐνίας.
その近くには、いくつかの病気に効能のある、非常に優れた温泉がある。
αὗται μὲν αἱ ἐπὶ θαλάττῃ τῶν Λατίνων πόλεις.
これらが、ラテン人の海沿いの都市である。