Humanitext Reader

ストラボン · 地理誌 §5.3.2

ラティウムの領域とローマ建国の伝承

159 / 577 箇所 · ギリシア語

要旨

ラティウム地方の地理的・歴史的形成を記述し、アイネイアスやロムルスとレムスの伝説を交えながらローマの建国史を概説する。また、近隣の古い町や境界儀礼、サビニ人との和解の歴史にも言及する。

§5.3.2̔εξῆς δʼ ἡ Λατίνη κεῖται, ἐν ᾗ καὶ ἡ τῶν Ῥωμαίων πόλις, πολλὰς συνειληφυῖα καὶ τῆς μὴ Λατίνης πρότερον.
次にラティウムが位置しており、その中にはローマ人の都市もあるが、これは以前はラティウムではなかった多くの土地を既に取り込んでいる。
Αἶκοι γὰρ καὶ Ὀυόλσκοι καὶ Ἕρνικοι Ἀβοριγῖνές τε οἱ περὶ αὐτὴν τὴν Ῥώμην καὶ Ῥούτουλοι οἱ τὴν ἀρχαίαν Ἀρδέαν ἔχοντες καὶ ἄλλα συστήματα μείζω καὶ ἐλάττω τὰ περιοικοῦντα τοὺς τότε Ῥωμαίους ὑπῆρξαν, ἡνίκα πρῶτον ἔκτιστο ἡ πόλις·
というのも、この都市が最初に創建された時、アイクイ人、ウォルスキ人、ヘルニキ人、さらにはローマそのものの周辺にいたアボリギネス、古代のアルデアを領有していたルトゥリ人、そして当時のローマ人の周辺に住んでいたその他の大小の集落が存在していたからである。
ὧν ἔνια κατὰ κώμας αὐτονομεῖσθαι συνέβαινεν ὑπʼ οὐδενὶ κοινῷ φύλῳ τεταγμένα.
これらのうち、あるものはどこの共通の民族にも属さず、村ごとに自治を行っていた。
φασὶ δὲ Αἰνείαν μετὰ τοῦ πατρὸς Ἀγχίσου καὶ τοῦ παιδὸς Ἀσκανίου κατάραντας εἰς Λαυρεντὸν τῆς πλησίον τῶν Ὠστίων καὶ τοῦ Τιβέρεως ᾐόνος, μικρὸν ὑπὲρ τῆς θαλάττης, ὅσον ἐν τέτταρσι καὶ εἴκοσι σταδίοις, κτίσαι πόλιν.
人々が言うには、アイネイアスは父アンキセスと息子アスカニオスとともに、オスティアとティベリス川の近くの海岸であるラウレントゥムに、海から少し上がったところ、わずか二十四スタディオンほどの場所に上陸し、都市を創建した。
ἐπελθόντα δὲ Λατῖνον τὸν τῶν Ἀβοριγίνων βασιλέα τῶν οἰκούντων τὸν τόπον τοῦτον, ὅπου νῦν ἡ Ῥώμη ἐστί, συμμάχοις χρήσασθαι τοῖς περὶ τὸν Αἰνείαν ἐπὶ τοὺς γειτονεύοντας Ῥουτούλους τοὺς Ἀρδέαν κατέχοντας (στάδιοι δʼ εἰσὶν ἀπὸ τῆς Ἀρδέας εἰς τὴν Ῥώμην ἑκατὸν ἑξήκοντα), νικήσαντα δʼ ἀπὸ τῆς θυγατρὸς Λαουινίας ἐπώνυμον κτίσαι πλησίον πόλιν.
しかし、現在ローマがあるこの場所にかつて住んでいたアボリギネスの王ラティヌスが侵攻し、アルデアを支配する近隣のルトゥリ人(アルデアからローマまでの距離は百六十スタディオンである)に対抗するためにアイネイアスとその一党を同盟者として用い、勝利を収めると、自身の娘ラウィニアにちなんで名付けた都市を近くに創建した。
πάλιν δὲ τῶν Ῥουτούλων συμβαλόντων εἰς μάχην, τὸν μὲν Λατῖνον πεσεῖν, τὸν δὲ Αἰνείαν νικήσαντα βασιλεῦσαι καὶ Λατίνους καλέσαι τοὺς ὑφʼ αὑτῷ.
ルトゥリ人が再び戦闘を交えたとき、ラティヌスは戦死したが、アイネイアスは勝利を収めて王となり、自身の配下の人々をラティヌス人にちなんでラテン人と呼んだ。
καὶ τούτου δὲ τελευτήσαντος καὶ τοῦ πατρός, τὸν Ἀσκάνιον Ἄλβαν κτίσαι ἐν τῷ Ἀλβανῷ ὄρει, διέχοντι τῆς Ῥώμης τοσοῦτον ὅσον καὶ ἡ Ἀρδέα.
そして彼と彼の父が亡くなると、アスカニオスは、ローマからアルデアと同じくらい離れたアルバ山にアルバを創建した。
ἐνταῦθα Ῥωμαῖοι σὺν τοῖς Λατίνοις Διὶ θύουσιν, ἅπασα ἡ συναρχία ἀθροισθεῖσα·
そこでローマ人はラテン人とともに、政庁の全員が集まって、ユーピテルに生贄を捧げる。
τῇ πόλει δʼ ἐφιστᾶσιν ἄρχοντα πρὸς τὸν τῆς θυσίας χρόνον τῶν γνωρίμων τινὰ νέων.
そして人々は都市に、生贄の期間中、著名な若者の一人を支配者として据えるのである。
ὕστερον δὲ τετρακοσίοις ἔτεσιν ἱστορεῖται τὰ περὶ Ἀμόλλιον καὶ τὸν ἀδελφὸν Νουμίτορα, τὰ μὲν μυθώδη τὰ δʼ ἐγγυτέρω πίστεως.
四百年後、アムリウスと彼の兄弟ヌミトルに関する出来事が伝えられているが、それらには神話的なものもあれば、信頼性に近いものもある。
διεδέξαντο μὲν γὰρ τὴν τῆς Ἄλβας ἀρχὴν ἀμφότεροι παρὰ τῶν ἀπογόνων τοῦ Ἀσκανίου, διατείνουσαν μέχρι τοῦ Τιβέρεως· παραγκωνισάμενος δʼ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν ὁ Ἀμόλλιος, υἱοῦ δʼ ὄντος καὶ θυγατρὸς τῷ Νουμίτορι, τὸν μὲν ἐν κυνηγίᾳ δολοφονεῖ, τὴν δέ, ἵνα ἄτεκνος διαμείνῃ, τῆς Ἑστίας ἱέρειαν κατέστησε παρθενείας χάριν·
というのも、二人はともにアスカニオスの後代の人々から、ティベリス川にまで及ぶアルバの支配権を受け継いだが、弟のアムリウスが兄を脇へ押し退けて支配し、ヌミトルに息子と娘がいると、息子を狩りの最中に謀殺し、娘については、彼女が子供を持たないままでいるように、処女性を守るためにウェスタの巫女に任命した。
καλοῦσι δʼ αὐτὴν Ῥέαν Σιλβίαν.
人々は彼女をレア・シルウィアと呼んでいる。
εἶτα φθορὰν φωράσας, διδύμων αὐτῇ παίδων γενομένων, τὴν μὲν εἷρξεν ἀντὶ τοῦ κτείνειν χαριζόμενος τἀδελφῷ, τοὺς δʼ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον.
その後、彼女に双子の子供が生まれると、アムリウスは彼女の姦通を暴き、殺す代わりに兄弟に配慮して彼女を幽閉したが、子供たちについては慣習に従ってティベリス川のほとりに遺棄した。
μυθεύεται μὲν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας, ἐκτεθέντας δʼ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους.
神話では、子供たちはアレスから生まれ、遺棄された後に雌狼に乳を飲まされているところを発見されたと言われている。
Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαι (δεῖ δʼ ὑπολαβεῖν τῶν δυνατῶν τινα, ὑπηκόων δὲ τῷ Ἀμολλίῳ, λαβόντα ἐκθρέψαι), καλέσαι δὲ τὸν μὲν Ῥωμύλον τὸν δὲ Ῥῶμον.
そして、その場所の近くの豚飼いの一人であったファウストゥルスという者が彼らを引き取って育てたという(しかし、実際にはアムリウスの臣下である有力者の一人が、彼らを引き取って育てたと考えるべきである)。 そして一人はロムルス、もう一人はレムスと名付けた。
ἀνδρωθέντας δʼ ἐπιθέσθαι τῷ Ἀμολλίῳ καὶ τοῖς παισί·
彼らは成人すると、アムリウスとその子供たちを襲撃した。
καταλυθέντων δʼ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νουμίτορα περιστάσης, ἀπελθόντας οἴκαδε κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον ἢ πρὸς ἀνάγκην ἐπιτηδείοις.
彼らが打倒され、支配権がヌミトルに移ると、彼らは故郷を去り、選択というよりはむしろ必要に迫られて適した場所にローマを創建した。
οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τὴν πέριξ ὅση πόλει πρόσφορος, ἀλλʼ οὐδʼ ἀνθρώπους τοὺς συνοικήσοντας·
その土地は要害でもなく、都市にふわさしいだけの周囲の土地も持たず、またともに住むべき人々もいなかった。
οἱ γὰρ ὄντες ᾤκουν καθʼ αὑτούς, συνάπτοντές πως τοῖς τείχεσι τῆς κτιζομένης πόλεως, οὐδὲ τοῖς Ἀλβανοῖς πάνυ προσέχοντες.
なぜなら、そこにいた人々は自分たちだけで住んでおり、創建されつつある都市の城壁と何らかの形で接してはいたが、アルバ人には全く関心を払っていなかったからである。
Κολλατία δʼ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα τότε μὲν πολίχνια, νῦν δὲ κῶμαι, κτήσεις ἰδιωτῶν, ἀπὸ τριάκοντα ἢ μικρῷ πλειόνων τῆς Ῥώμης σταδίων.
コッラティア、アンテムナイ、フィデナイ、ラビクムおよびその他のそのような場所は、当時は小さな都市であったが、現在は私人の所有地である村となっており、ローマから三十スタディオンか、あるいはそれより少し離れたところにある。
μεταξὺ γοῦν τοῦ πέμπτου καὶ τοῦ ἕκτου λίθου τῶν τὰ μίλια διασημαινόντων τῆς Ῥώμης καλεῖται τόπος Φῆστοι· τοῦτον δʼ ὅριον ἀποφαίνουσι τῆς τότε Ῥωμαίων γῆς, οἵ θʼ ἱερομνήμονες θυσίαν ἐπιτελοῦσιν ἐνταῦθά τε καὶ ἐν ἄλλοις τόποις πλείοσιν ὡς ὁρίσις αὐθημερόν, ἣν καλοῦσιν Ἀμβαρουίαν.
ともかく、ローマからのマイルを示すマイルストーンの五番目と六番目の間はフェスティと呼ばれる場所であり、神官たちはここを当時のローマ人の土地の境界であると示し、彼らは「アムバルウァリア」と呼ばれる境界の儀式として、当日この場所およびその他のいくつかの場所で生贄を捧げる。
γενομένης δʼ οὖν στάσεως φασὶ κατὰ τὴν κτίσιν ἀναιρεθῆναι τὸν Ῥῶμον.
ところで、創建の際に内紛が起こり、レムスが殺害されたと言われている。
μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους σύγκλυδας ὁ Ῥωμύλος ἤθροιζεν, ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου, τοὺς δʼ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων.
創建の後、ロムルスは城塞とカピトリウムの間に庇護所としての聖域を指定し、近隣の都市からそこへ逃れてきた人々を市民であると宣言して、雑多な人々を集めた。
ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγείλατο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερόν, τὸν καὶ νῦν ἐπιτελούμενον.
そして、これらの人々のために通婚の権利を得られなかったため、彼はネプトゥーヌスに捧げる競馬の競技会を告知したが、これは現在でも執り行われている。
συνελθόντων δὲ πολλῶν, πλείστων δὲ Σαβίνων, ἐκέλευσε τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου·
多くの人々、特にサビニ人が多く集まったとき、彼は結婚を必要としている者たちのために、やって来た乙女たちを略奪することを命じた。
μετιὼν δὲ τὴν ὕβριν Τίτος Τάτιος διʼ ὅπλων ὁ βασιλεὺς τῶν Κυριτῶν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον·
この侮辱に対する復讐として、クィリテス人の王ティトゥス・タティウスが武力をもって臨んだが、彼は支配権と市民権の共有についてロムルスと合意に達した。
δολοφονηθέντος δʼ ἐν Λαουινίῳ τοῦ Τατίου, μόνος ἦρξεν ἑκόντων τῶν Κυριτῶν ὁ Ῥωμύλος.
しかしタティウスがラウレントゥムで謀殺されると、ロムルスはクィリテス人の同意のもとで一人で統治した。
μετὰ δὲ τοῦτον διεδέξατο τὴν ἀρχὴν Νουμᾶς Πομπίλιος πολίτης τοῦ Τατίου, παρʼ ἑκόντων λαβὼν τῶν ὑπηκόων.
彼の後には、タティウスの同胞であったヌマ・ポンピリウスが、従順な臣民からこれを受け入れて支配権を継承した。

語釈・文法注

  1. 5.3.2πολλὰς συνειληφυῖα — 完了能動分詞 συνειληφυῖα(女性単数主格)は、主節の主語である「ラティウム」(ἡ Λατίνη)または関係節内の「ローマ人の都市」(ἡ τῶν Ῥωμαίων πόλις)のいずれかを修飾しうる。文脈上、ローマ人の都市が、かつてラティウムに属していなかった多くの土地(πολλὰς、女性複数対格で χώρας 等の省略)を自らの版図に「取り込んだ」と解釈するのが最も自然である。
  2. 5.3.2καὶ τούτου δὲ τελευτήσαντος καὶ τοῦ πατρός — 「この者(アイネイアス)およびその父が亡くなったとき」という独立属格構文。ギリシア神話・歴史叙述ではアイネイアスの実父アンキセスはイタリア到着前(シチリアなど)に没したとされることが多いが、本章第4文ではアイネイアスとともにラウレントゥムに上陸したと語られており、ここでいう「父」は実父アンキセス、あるいは義父となったラティヌスを指す。
  3. 5.3.2δεῖ δʼ ὑπολαβεῖν τῶν δυνατῶν τινα ... λαβόντα ἐκθρέψαι — 非人称動詞 δεῖ に支配された不定詞句(ὑπολαβεῖν および ἐκθρέψαι)の構造。対格主語を伴う不定詞構文になっており、τῶν δυνατῶν τινα(有力者の一人)が対格主語、それと一致する分詞 λαβόντα(引き取って)が ἐκθρέψαι(育てる)を修飾する。これは「(実際には)アムリウスの臣下である有力者の一人が、彼らを引き取って育てたと考えるべきである」という、神話の不自然さを排除しようとする合理主義的な解釈を示す。

この箇所を引用する

ストラボン, 地理誌 §5.3.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:5.3.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。