§5.3.1σαβῖνοι δὲ στενὴν οἰκοῦσι χώραν, ἐπὶ μῆκος δὲ διήκουσαν καὶ χιλίων σταδίων ἀπὸ τοῦ Τιβέρεως καὶ Νωμεντοῦ πολίχνης μέχρι Ὀυηστίνων.
サビニ人は狭い土地に住んでいるが、それは長さにおいて延びており、ティベリス川および小都市ノメントゥムからウェスティニ人の地まで、千スタディオンにも達している。
πόλεις δʼ ἔχουσιν ὀλίγας καὶ τεταπεινωμένας διὰ τοὺς συνεχεῖς πολέμους, Ἀμίτερνον καὶ Ῥεᾶτε, ᾧ πλησιάζει κώμη Ἰντεροκρέα καὶ τὰ ἐν Κωτιλίαις ψυχρὰ ὕδατα, ἀφʼ ὧν καὶ πίνουσι καὶ ἐγκαθίζοντες θεραπεύονται νόσους.
彼らは、絶え間ない戦争のために衰退した数少ない都市を所有している。 アミテルヌムやレアテであり、レアテの近くにはインテロクレアという村があり、またコティリアイには冷泉(冷たい水)があって、そこから人々は水を飲み、またそこに浸かることで病を治療している。
Σαβίνων δʼ εἰσὶ καὶ οἱ Φόρουλοι, πέτραι πρὸς ἀπόστασιν μᾶλλον ἢ κατοικίαν εὐφυεῖς.
また、サビニ人の土地にはフォルロイもあるが、これは居住というよりはむしろ反乱に適した岩山である。
Κύρις δὲ νῦν μὲν κωμίον ἐστίν, ἦν δὲ πόλις ἐπίσημος, ἐξ ἧς ὥρμηντο οἱ τῆς Ῥώμης βασιλεύσαντες Τίτος Τάτιος καὶ Νουμᾶς Πομπίλιος·
キュリスは現在は小さな村であるが、かつては名高い都市であり、そこからローマの王となったティトゥス・タティウスとヌマ・ポンピリウスが出た。
ἐντεῦθεν δὲ καὶ Κυρίτας ὀνομάζουσιν οἱ δημηγοροῦντες τοὺς Ῥωμαίους.
それゆえにまた、民衆に演説を行う者たちはローマ人をクィリテス(キュリタス)と呼ぶのである。
Τρήβουλά τε καὶ Ἠρητὸν καὶ ἄλλαι κατοικίαι τοιαῦται κῶμαι μᾶλλον ἢ πόλεις ἐξετάζοιντʼ ἄν.
トレブラやエレトン、およびその他のそのような集落は、都市というよりはむしろ村とみなされるべきであろう。
ἅπασα δʼ αὐτῶν ἡ γῆ διαφερόντως ἐλαιόφυτός ἐστι καὶ ἀμπελόφυτος, βάλανόν τε ἐκφέρει πολλήν·
彼らの土地は全体として、特にオリーブやブドウの栽培に適しており、多くのどんぐりを産出する。
σπουδαία δὲ καὶ βοσκήμασι τοῖς τε ἄλλοις, καὶ δὴ τὸ τῶν ἡμιόνων γένος τῶν Ῥεατίνων διωνόμασται θαυμαστῶς.
また、他の家畜の飼育にとっても優れており、とりわけレアテ産のラバの品種は驚くほど有名である。
ὡς δʼ εἰπεῖν, ἅπασα ἡ Ἰταλία θρεμμάτων τε ἀρίστη τροφὸς καὶ καρπῶν ἐστιν, ἄλλα δʼ εἴδη κατὰ ἄλλα μέρη τῶν πρωτείων τυγχάνει.
言ってみれば、イタリア全体が家畜を育てるにも作物を実らせるにも最も優れており、地域によってそれぞれ異なる種類のものが首位を占めている。
ἔστι δὲ καὶ παλαιότατον γένος οἱ Σαβῖνοι καὶ αὐτόχθονες·
サビニ人はきわめて古い民族であり、先住の人々である。
τούτων δʼ ἄποικοι Πικεντῖνοί τε καὶ Σαυνῖται, τούτων δὲ Λευκανοί, τούτων δὲ Βρέττιοι.
彼らからの入植者がピケンテス人およびサムニウム人であり、サムニウム人からの入植者がルカニア人であり、ルカニア人からの入植者がブルッティウム人である。
τὴν δʼ ἀρχαιότητα τεκμήριον ἄν τις ποιήσαιτο ἀνδρείας καὶ τῆς ἄλλης ἀρετῆς ἀφʼ ἧς ἀντέσχον μέχρι πρὸς τὸν παρόντα χρόνον.
その古さは、彼らが現在に至るまで持ちこたえてきたその勇敢さとその他の美徳の証拠とみなすことができるだろう。
φησὶ δʼ ὁ συγγραφεὺς Φάβιος Ῥωμαίους αἰσθέσθαι τοῦ πλούτου τότε πρῶτον, ὅτε τοῦ ἔθνους τούτου κατέστησαν κύριοι.
歴史家ファビウスは、ローマ人がこの民族を支配下に置いた時、初めて富というものを実感したと述べている。
ἔστρωται δὲ διʼ αὐτῶν ἡ Σαλαρία ὁδὸς οὐ πολλὴ οὖσα, εἰς ἣν καὶ ἡ Νωμεντανὴ συμπίπτει κατὰ Ἠρητὸν τῆς Σαβίνης κώμην ὑπὲρ τοῦ Τιβέρεως κειμένην, ἀπὸ τῆς αὐτῆς πύλης ἀρχομένη τῆς Κολλίνης.
彼らの土地を通ってサラリア街道が敷かれているが、これはそれほど長いものではなく、サビニ人の村でありティベリス川の上方に位置するエレトンにおいて、ノメントゥム街道もこれに合流する。 ノメントゥム街道は、同じコリナ門から始まっている。