§5.3.3αὕτη μὲν οὖν ἡ μάλιστα πιστευομένη τῆς Ῥώμης κτίσις ἐστίν.
このように、これが最も信じられているローマの建国である。
ἄλλη δέ τις προτέρα καὶ μυθώδης Ἀρκαδικὴν λέγουσα γενέσθαι τὴν ἀποικίαν ὑπʼ Εὐάνδρου.
しかし、別のもっと古く神話的な説もあり、それはエウアンドロスによってアルカディア人の植民がなされたと語っている。
τούτῳ δʼ ἐπιξενωθῆναι τὸν Ἡρακλέα ἐλαύνοντα τὰς Γηρυόνου βοῦς·
この者のもとに、ヘラクレスがゲリュオネスの牛を追ってきて客分として手厚くもてなされた。
πυθόμενον δὲ τῆς μητρὸς Νικοστράτης τὸν Εὔανδρον (εἶναι δʼ αὐτὴν μαντικῆς ἔμπειρον), ὅτι τῷ Ἡρακλεῖ πεπρωμένον ἦν τελέσαντι τοὺς ἄθλους θεῷ γενέσθαι, φράσαι τε πρὸς τὸν Ἡρακλέα ταῦτα καὶ τέμενος ἀναδεῖξαι καὶ θῦσαι θυσίαν Ἑλληνικήν, ἣν καὶ νῦν ἔτι φυλάττεσθαι τῷ Ἡρακλεῖ.
そしてエウアンドロスは、その母ニコストラテ(彼女は予言の術に長けていた)から、ヘラクレスにとっては難業を終えた後に神となることが定められていると聞いて、このことをヘラクレスに告げ、聖域を捧げ、ギリシア式の犠牲を捧げたが、それは今なおヘラクレスのために守られている。
καὶ ὅ γε Κοίλιος, ὁ τῶν Ῥωμαίων συγγραφεύς, τοῦτο τίθεται σημεῖον τοῦ Ἑλληνικὸν εἶναι κτίσμα τὴν Ῥώμην, τὸ παρʼ αὐτῇ τὴν πάτριον θυσίαν Ἑλληνικὴν εἶναι τῷ Ἡρακλεῖ.
そしてローマ人の歴史家コイリウスは、ローマがギリシアの創建であることを示す証拠として、彼女において祖伝の犠牲がヘラクレスへのギリシア式のものであることを挙げている。
καὶ τὴν μητέρα δὲ τοῦ Εὐάνδρου τιμῶσι Ῥωμαῖοι, μίαν τῶν νυμφῶν νομίσαντες, Καρμέντην μετονομασθεῖσαν.
また、エウアンドロスの母をもローマ人は崇拝しており、彼女をニュンペの一人とみなして、カルメンタと改名した。
§5.3.4οἱ δʼ οὖν Λατῖνοι κατʼ ἀρχὰς μὲν ἦσαν ὀλίγοι, καὶ οἱ πλείους οὐ προσεῖχον Ῥωμαίοις·
さて、ラテン人は最初は少なかったが、その大部分はローマ人に関心を払わなかった。
ὕστερον δὲ καταπλαγέντες τὴν ἀρετὴν τοῦ τε Ῥωμύλου καὶ τῶν μετʼ ἐκεῖνον βασιλέων ὑπήκοοι πάντες ὑπῆρξαν.
しかし後にロムルスおよびその後の王たちの卓越性に圧倒されて、全員が従属するようになった。
καταλυθέντων δὲ τῶν τε Αἴκων καὶ τῶν Ὀυόλσκων καὶ Ἑρνίκων, ἔτι δὲ πρότερον Ῥουτούλων τε καὶ Ἀβοριγίνων, ἡ τούτων χώρα Λατίνη προσηγόρευται πᾶσα.
そしてアイクイ人、ウォルスキ人、ヘルニキ人が打倒され、さらにそれより前にルトゥリ人とアボリギネスが打倒されたことで、これらの土地全体がラティウムと呼ばれるようになった。
ἦν δὲ τῶν Ὀυόλσκων τὸ Πωμεντῖνον πεδίον, ὅμορον τοῖς Λατίνοις, καὶ πόλις Ἀπίολα, ἣν κατέσκαψε Ταρκύνιος Πρίσκος.
ウォルスキ人のものとしてはポメティアの平野があり、これはラテン人の土地に隣接していた。 また、タルクィニウス・プリスコスが破壊したアピオラという都市もあった。
Αἶκοι δὲ γειτονεύοντες μάλιστα τοῖς Κυρίταις, καὶ τούτων δʼ ἐκεῖνος τὰς πόλεις ἐξεπόρθησεν·
アイクイ人はクィリテス人に特に隣接していたが、それらの都市も彼によって略奪された。
ὁ δὲ υἱὸς αὐτοῦ τὴν Σουέσσαν εἷλε τὴν μητρόπολιν τῶν Ὀυόλσκων.
そして彼の息子はウォルスキ人の首都であるスエッサを占領した。
Ἕρνικοι δὲ πλησίον ᾤκουν τῷ τε Λανουίῳ καὶ τῇ Ἄλβᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ·
ヘルニキ人はラヌウィウム、アルバ、そしてローマ自身の近くに住んでいた。
οὐκ ἄπωθεν δʼ οὐδʼ Ἀρικία καὶ Τελλῆναι καὶ Ἄντιον.
またそれから遠くないところにアリキア、テッレナイ、アンティウムもあった。
Ἀλβανοὶ δὲ κατʼ ἀρχὰς μὲν ὡμονόουν τοῖς Ῥωμαίοις ὁμόγλωττοί τε ὄντες καὶ Λατῖνοι, βασιλευόμενοι δʼ ἑκάτεροι χωρὶς ἐτύγχανον·
アルバ人は最初はローマ人と、同じ言語を話しラテン人であったので、和合していたが、それぞれ別々に王に支配されていた。
οὐδὲν δʼ ἧττον ἐπιγαμίαι τε ἦσαν πρὸς ἀλλήλους καὶ ἱερὰ κοινὰ τὰ ἐν Ἄλβᾳ καὶ ἄλλα δίκαια πολιτικά·
それにもかかわらず、互いに通婚があり、アルバでの共通の聖儀があり、その他の市民的権利も共通であった。
ὕστερον δὲ πολέμου συστάντος ἡ μὲν Ἄλβα κατεσκάφη πλὴν τοῦ ἱεροῦ, οἱ δʼ Ἀλβανοὶ πολῖται Ῥωμαίων ἐκρίθησαν.
しかし後に戦争が起こり、アルバは神殿を除いて破壊され、アルバの市民はローマの市民と判定された。
καὶ τῶν ἄλλων δὲ τῶν περιοικίδων πόλεων αἱ μὲν ἀνῃρέθησαν αἱ δὲ ἐταπεινώθησαν ἀπειθοῦσαι, τινὲς δὲ καὶ ηὐξήθησαν διὰ τὴν εὔνοιαν.
周辺の他の都市についても、従わなかったものは一部は破壊され、一部は卑しめられたが、友好関係のおかげで発展したものもあった。
νυνὶ μὲν οὖν ἡ παραλία μέχρι πόλεως Σινοέσσης ἀπὸ τῶν Ὠστίων Λατίνη καλεῖται, πρότερον δὲ μέχρι τοῦ Κιρκαίου μόνον ἐσχήκει τὴν ἐπίδοσιν·
現在では、オスティアからシヌエッサ市までの沿岸部がラティウムと呼ばれているが、以前はキルカイオンまでにしか拡張していなかった。
καὶ τῆς μεσογαίας δὲ πρότερον μὲν οὐ πολλή, ὕστερον δὲ καὶ μέχρι Καμπανίας διέτεινε καὶ Σαυνιτῶν καὶ Πελίγνων καὶ ἄλλων τῶν τὸ Ἀπέννινον κατοικούντων.
内陸部も以前は広くなかったが、後にカンパニアやサウニテス人、ペリグニ人、その他アペニン山脈に住む人々のところまで及ぶようになった。